ἐπιτηδευμάτων ἔσται τυχεῖν εἰ μὴ δι' ὧν προειρήκαμεν, παραθέμενοι διὰ πλειόνων ἅμα καὶ τὰς γραφικὰς μαρτυρίας; ἀφ' ὧν τὸν ἄκρον καὶ τέλειον σκοπὸν τῆς εὐσεβοῦς πολιτείας διαγνόντες, ἀγάπῃ καὶ ἐλπίδι καὶ πάσης ἀρετῆς σπουδῇ πιστεύοντες θεῷ ἀψεύστῳ καὶ ἀληθινῷ τῶν ὑπὲρ τὴν ἡμετέραν φύσιν καὶ δύναμιν εὐδοκίᾳ καὶ ἀγαθότητι θεοῦ ἐπαγγελθέντων ἡμῖν καταξιωθῆναι, καθ' ἡμέραν αὐξανόμενοι ἐν κυρίῳ καὶ τὴν προκοπὴν ἡμῶν φανεροῦντες πᾶσιν ἐν κυρίῳ, τυχεῖν ἕξομεν τοῦ πνεύματος τῆς υἱοθεσίας, ὁλοκλήρως καὶ τελείως ἀδιστάκτῳ πίστει ἡμῶν ἐλπιζόντων. δι' οὗ καὶ τῶν παθῶν τῆς ἀτιμίας, φανερῶν τε καὶ κρυφίων, πρακτικῶν τε ἁμαρτημάτων καὶ λογισμῷ ἐπιτελουμένων, 291 ἀπαλλαγῆναι δυνάμεθα καὶ καθαρὰν καρδίαν κατὰ τὸν μακαρισμὸν τοῦ κυρίου καταξιούμεθα κτήσασθαι· τὸν ἀγῶνα μέντοι τὸν ἐξ ἰδίας προαιρέσεως ὡς ὑπεθέμεθα τελείως ἡμῶν παριστώντων, οὕτω τέκνα θεοῦ καὶ υἱοὶ τῆς βασιλείας καὶ ἀδελφοὶ Χριστοῦ διὰ τὴν τοῦ ἁγίου πνεύματος παρουσίαν καὶ συνανάκρασιν καταξιωθέντες γενέσθαι, σὺν αὐτῷ εἰς τοὺς ἀπεράντους αἰῶνας ἀναπαυόμενοι συμβασιλεύσομεν. Ἀλλ' ἐπειδή τινες ἀγνοίᾳ φερόμενοι ἐπισκήπτουσιν ἡμῖν ὡς ὑπέρογκα ἐκ ματαιότητος φρονοῦσι καὶ ἀδύνατα καὶ ὑπὲρ ἄνθρωπον γενέσθαι ἐλπίζουσι κατὰ τὸν σκοπόν, ὅνπερ ἀπὸ τῶν θεοπνεύστων γραφῶν παρεστήσαμεν, καὶ τὴν γινομένην εἰλικρινῆ τοῖς πιστεύουσι καθαρότητα, ἣν οὐκ ἀμαρτύρως εἰπεῖν τετολμήκαμεν, καί φασιν ὅτι ἀδύνατόν ἐστί τινα ἄνθρωπον γενέσθαι ὡς αἱ γραφαὶ παρακελεύονται, ἤτοι περὶ τελείας καθαρότητος καὶ ἀπαλλαγῆς τῶν παθῶν ἤτοι περὶ τῆς μετουσίας καὶ πληρώσεως τοῦ ἁγίου πνεύματος (ἠθέλησε γάρ, φασίν, ὁ κύριος οὕτω λαλῆσαι πρὸς φόβον ἀνθρώπων τὸ Ἐὰν μὴ περισσεύσῃ ἡ δικαιοσύνη ὑμῶν πλέον τῶν γραμματέων καὶ Φαρισαίων, οὐ μὴ εἰσέλθητε εἰς τὴν βασιλείαν τῶν οὐρανῶν καὶ τὰ ὅμοια ἀποτόμως εἶπεν, οὐχ ὅτι, ἐὰν μή τις οὕτως γένηται, εἰς τὴν βασιλείαν τῶν οὐρανῶν οὐκ εἰσέρχεται· γενέσθαι γὰρ οὕτως ἀνθρωπίνῃ φύσει ἀδύνατον), ἀναγκαῖον δι' ὀλίγων περὶ τούτων παραστῆσαι τῷ δεσπότῃ 292 καὶ δεῖξαι οἵαν μὲν βλάβην καὶ ζημίαν ὑφίστανται οἱ ταῖς θείαις γραφαῖς ἑαυτοὺς πείσαντες μὴ πιστεύειν, ἀλλὰ τῇ ἰδίᾳ τοῦ νοὸς ὑπολήψει ματαίως πληροφορεῖσθαι, οἵαν δὲ κατόρθωσιν καὶ κέρδος ἑαυτοῖς προξενοῦσιν οἱ πιστεύοντες τοῖς τοῦ πνεύματος διδάγμασι καὶ οὕτως ἑαυτοὺς πληροφορήσαντες, ὅτι πᾶν ῥῆμα καὶ πᾶς λόγος καὶ πᾶσα ἐντολὴ διὰ τοῦ ἀψευδοῦς καὶ ἁγίου πνεύματος εἰρημένη τοῖς ἀληθῶς καὶ τελείως ἑαυτοὺς τῷ θεῷ ἐκδεδωκόσι καὶ διὰ τῆς πίστεως τὴν μετουσίαν τοῦ ἁγίου πνεύματος κομιζομένοις ἀγῶνι τελείῳ προαιρέσεως καὶ ἀντιλήψεως χάριτι κατορθωθῆναι δύναται. Πρῶτον μὲν οἱ τὸν χριστιανισμὸν ἀκριβῶς ἀνερευνῶντες καὶ τί τὸ τέλειον τοῦ θεοῦ θέλημα σπουδάζοντες ἐπιγινώσκειν καὶ ἐπὶ τὴν τελειότητα τῶν λόγων τοῦ κυρίου τὴν σπουδὴν καὶ πόνον καὶ ἀγῶνα ἐν πίστει καὶ ἐλπίδι τοῦ σκοποῦ θέμενοι καὶ ἐλπίζοντες ἐν ἀγῶνι πολλῷ καταντῆσαι καὶ εἰς ἐκείνην τὴν κατάπαυσιν εἰσελθεῖν, πίστει δὲ ἐπιτηδεύσεως ἀρετῶν καὶ Χριστοῦ χάριτι σπουδάζοντες, ἔνθα οἱ τοῦ κυρίου καὶ τῶν ἀποστόλων λόγοι τῆς τελειότητος παντοίως προτρέπονται, διὰ τριῶν πραγμάτων τὴν ὠφέλειαν καρπίζονται καὶ διὰ τριῶν τρόπων τὴν οἰκοδομὴν καὶ τὸ κέρδος λαμβάνουσι. πρῶτον, ὅτι τὰς ἁγίας γραφὰς καὶ τοὺς τοῦ κυρίου λόγους ὡς θεοῦ ἀληθινοῦ ὡς πιστοὶ δοῦλοι ἡγοῦνται. δεύτερον, ὅτι εἰς τὸν τέλειον σκοπὸν τοῦ χριστιανισμοῦ ἀποβλέποντες ἀνδρεῖοι καὶ γενναῖοι ὁσημέραι καταρτίζονται, πόνον καὶ δρόμον καὶ ἀγῶνα ἄπαυστον καὶ ἀδιάλειπτον ἔχοντες καὶ εἰς τὴν μακαρίαν ἐλπίδα τῆς τελειότητος ἐπειγόμενοι, μὴ διδόντες 293 ἑαυτοῖς ἄνεσιν ἐν χαυνότητι ὅλως διὰ τὴν ὑπερβολὴν τοῦ σκοποῦ. τρίτον, ὅτι ἔχοντες πρὸ ὀφθαλμῶν τὸν σκοπὸν τῆς τελειότητος καὶ τοῖς τοῦ κυρίου λόγοις ὡς