1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

21

στοιχεῖα, πάντων τῶν ὄντων τὴν κατὰ τὸ μᾶλλον καὶ ἧττον ποιότητα κεκτημένων καὶ οὐ δυναμένων διακριθῆναι ποῖα ποίων ἐστὶ στοιχεῖα. ἀνάγκη τοίνυν εἶναι τὸ στοιχεῖον καὶ σῶμα καὶ ἁπλοῦν σῶμα καὶ κατ' ἐνέργειαν ἔχον ἄκρας τὰς ποιότητας, λέγω δὲ θερμότητα ψυχρότητα ὑγρότητα ξηρότητα. αὗται γὰρ μόναι τῶν ποιοτήτων ὅλην δι' ὅλου μεταβάλλουσι τὴν οὐσίαν· τῶν δὲ ἄλλων ποιοτήτων οὐδεμία τοῦτο δρᾷ. οὔτε γὰρ τὸ λευκὸν πλησιάζον σώματι λευκαίνει αὐτὸ διόλου, ὡς τὸ θερμὸν θερμαίνει καὶ τὸ ψυχρὸν ψύχει, οὔτε τῶν ἄλλων οὐδέν. ἐναντία δὲ ἀλλήλοις ἐστὶ τὰ στοιχεῖα τὰ κατὰ τὰς δύο ποιότητας ἐναντία, ὡς τὸ ὕδωρ τῷ πυρί, ψυχρὸν ὂν καὶ ὑγρόν, θερμῷ ὄντι καὶ ξηρῷ· καὶ ἡ γῆ τῷ ἀέρι, ψυχρὰ οὖσα καὶ ξηρά, τῷ θερμῷ καὶ ὑγρῷ. ἐπειδὴ δὲ τὰ ἐναντία συνάπτεσθαι ἀλλήλοις οὐκ ἐδύνατο μὴ μέσου τινὸς δεσμοῦ τεταγμένου τοῦ συνδέοντος αὐτὰ ἔταξεν ὁ δημιουργὸς ἐν μέσῳ μὲν τῆς γῆς καὶ τοῦ ἀέρος, ἐναντίων ὄντων, τὸ ὕδωρ, δοὺς αὐτῷ δύο ποιότητας, ψυχρότητα καὶ ὑγρότητα, καθ' ἃς ἐδύνατο τοῖς ἄκροις συναπτόμενον συνδεῖν αὐτά. τῷ μὲν γὰρ ψυχρῷ συνοικειοῦται τῇ γῇ· τῷ δὲ ὑγρῷ συνάπτεται τῷ ἀέρι. πάλιν μέσον τοῦ ὕδατος καὶ τοῦ πυρός, ἐναντίων ὄντων καὶ αὐτῶν, ἔταξε τὸν ἀέρα, τῇ μὲν ὑγρᾷ ποιότητι οἰκειούμενον τῷ ὕδατι, τῇ δὲ θερμῇ τῷ πυρί· καὶ οὕτω τὰ ἐναντία συνῆψεν ἀλλήλοις διὰ μέσων τινῶν τῶν συνδεόντων καὶ ἑαυτὰ καὶ τὰ συνδούμενα. ὁ γὰρ τοιοῦτος δεσμὸς ἄριστός ἐστιν. ἕκαστον οὖν αὐτῶν κατὰ μὲν τὴν ἑτέραν ποιότητα συνῆψε τῷ πρὸ αὐτοῦ, κατὰ δὲ τὴν ἑτέραν τῷ μετ' αὐτό· οἷον τὸ ὕδωρ ψυχρόν ἐστι καὶ ὑγρόν· ἀλλὰ κατὰ μὲν τὸ ψυχρὸν τῇ γῇ συνάπτεται, οὔσῃ πρὸ αὐτοῦ κατὰ τὴν ἄνοδον· κατὰ δὲ τὸ ὑγρὸν τῷ ἀέρι, ὄντι μετ' αὐτό. ὁμοίως καὶ ὁ ἀὴρ κατὰ μὲν τὸ ὑγρὸν συνάπτεται τῷ ὕδατι, πρὸ αὐτοῦ ὄντι· κατὰ δὲ τὸ θερμὸν τῷ πυρὶ μετ' αὐτὸν ὄντι. καὶ τὸ πῦρ δὲ κατὰ μὲν τὴν θερμότητα συνάπτεται τῷ ἀέρι πρὸ αὐτοῦ ὄντι· κατὰ δὲ τὴν ξηρότητα τῇ γῇ κατ' ἐπίκλασιν καὶ ἐπιστροφὴν τὴν πρὸς τὸ ἄκρον· οὕτω δὲ καὶ ἡ γῆ κατὰ μὲν τὸ ψυχρὸν τῷ ὕδατι· κατὰ δὲ τὸ ξηρὸν τῷ πυρὶ κατ' ἐπίκλασιν. ἵνα γὰρ μὴ μόνον τὴν πρὸς τὸ ἄνω καὶ τὸ κάτω κάθοδόν τε καὶ ἄνοδον τὴν σχέσιν ἔχῃ τὰ στοιχεῖα ἀλλὰ καὶ τὴν κατὰ κύκλον ἐπέκαμψέ πως καὶ ἐπέστρεψε τὰ ἄκρα πρὸς ἄλληλα· λέγω δὲ τὸ πῦρ καὶ τὴν γῆν· καὶ γὰρ τὸ πῦρ ἀποβαλὸν τὴν θερμότητα μόνην γίνεται γῆ· τοῦτο δὲ δῆλον ἐκ τῶν κεραυνῶν· καταφερόμενον γὰρ τὸ πῦρ καὶ ψυχόμενον ἐκ τῆς ὑπεροπτήσεως ἀπολιθοῦται. διὸ πᾶς κεραυνὸς μετὰ λίθου καὶ θείου φέρεται· ἔστι δὲ τὸ θεῖον ὥσπερ πῦρ ἀπεψυγμένον, οὐκέτι θερμὸν κατ' ἐνέργειαν ἀλλὰ δυνάμει, τὸ δὲ ξηρὸν καὶ ἐνεργείᾳ. μόνα δὲ τὰ στοιχεῖα κατ' ἐνέργειαν ἔχει τὰς ποιότητας· τὰ δ' ἄλλα πάντα δυνά μει ἐὰν μὴ πλησίασῃ στοιχείῳ. ἵνα δὲ μηδέποτε ἐπιλίπῃ μήτε τὰ στοιχεῖα μήτε τὰ ἐξ αὐτῶν συγκρίματα σοφῶς ὁ δημιουργὸς ἐτεχνάσατο ὥστε τὰ στοιχεῖα καὶ εἰς ἄλληλα μεταβάλλεσθαι καὶ εἰς τὰ συγκρίματα, καὶ πάλιν τὰ συγκρίματα εἰς τὰ στοιχεῖα ἀναλύεσθαι. καὶ οὕτως ἐξ ἀλληλογονίας διαρκοῦς συνιστάμενα σῴζεται διὰ παντός. γῆ μὲν γὰρ πηλωθεῖσα γίνεται ὕδωρ· ὕδωρ δὲ πυκνωθὲν καὶ πιληθὲν γίνεται γῆ· θερμανθὲν δὲ καὶ ἐξατμισθὲν γίνεται ἀήρ· ἀὴρ δὲ συναχθεὶς μὲν καὶ πυκνωθεὶς γίνεται ὕδωρ· ξηρανθεὶς δὲ εἰς πῦρ μεταβάλλει· οὕτω δὲ καὶ τὸ πῦρ σβεσθὲν μὲν καὶ ἀποβαλὸν τὴν ξηρότητα ἐξαεροῦται. ἔστιν γὰρ ἀὴρ σβέσις πυρὸς καὶ ἀτμὸς ὕδατος θερμανθέντος. ἐξ ἀμφοτέρων οὖν δῆλον ὡς ἐκ θερμότητος ἡ γένεσις αὐτῷ· καὶ γὰρ θερμανθὲν τὸ ὕδωρ καὶ σβεσθὲν τὸ πῦρ ἀὴρ γίνεται. ἔστιν οὖν κατὰ μὲν τὴν οἰκείαν φύσιν θερμός· ψύχεται δὲ τῇ γειτνιάσει τῇ πρὸς τὸ ὕδωρ καὶ τὴν γῆν· ὡς τὰ μὲν κάτω μέρη αὐτοῦ τὰ πρὸς τῇ γῇ ψυχρὰ εἶναι· τὰ δὲ ἄνω καὶ πρὸς τῷ πυρὶ θερμά. συμβαίνει δὲ τοῦτο διὰ τὸ μαλακὸν καὶ εὐπαθὲς τοῦ ἀέρος· ταχέως γὰρ ἐξίσταται τῆς οἰκείας φύσεως καὶ μεταβάλλεται. Ἀριστοτέλης δὲ δύο γένη τοῦ ἀέρος εἶναι φησίν· τὸ μὲν ἀτμῶδες, τὸ ἐκ τῆς ἀναθυμιάσεως τοῦ ὕδατος· τὸ δὲ καπνῶδες, τὸ ἐκ τῆς σβέσεως τοῦ πυρός· καὶ τὸ μὲν καπνῶδες θερμὸν εἶναι· τὸ δὲ ἀτμῶδες ἔνθα μὲν τίκτεται θερμὸν καὶ αὐτό,