22
5.t.1 Τοῦ αὐτοῦ Ἀστερίου ὁμιλία ἐκ τοῦ κατὰ Ματθαῖον εὐαγγελίου εἰς τό· Εἰ ἔξεστιν ἀνθρώπῳ ἀπολῦσαι τὴν γυναῖκα αὐτοῦ κατὰ πᾶσαν αἰτίαν 5.1.1 Καλὴ συνωρὶς τῶν δύο τούτων ἡμερῶν τοῖς χριστιανοῖς καὶ φιλοπόνοις τυγχάνει, τοῦ σαββάτου καὶ τῆς κυριακῆς λέγω, ἣν καθ' ἑκάστην ἑβδομάδα ὁ χρόνος ἀνακυκλῶν περιφέρει. Ὡς γὰρ μητέρες ἢ τροφοὶ τῆς ἐκκλησίας καὶ τὸν λαὸν ἀθροίζουσι καὶ τοὺς ἱερέας παιδευτὰς προκαθίζουσιν· δημαγωγοῦσι δὲ καὶ τοὺς μαθητὰς καὶ τοὺς διδασκάλους εἰς τὴν τῶν ψυχῶν ἐπιμέλειαν. Ἐμοὶ τοίνυν ἔτι τῆς χθιζῆς ἡμέρας ὁ λόγος ἐνηχεῖ καὶ ἐγκάθηται τῇ μνήμῃ τὰ πονηθέντα. 5.1.2 Βλέπω τὸν σταυρὸν διὰ τῆς προφητείας παρὰ Ἡσαΐου πηγνύμενον καὶ τὰ ἱμάτια τοῦ Κυρίου ὡς τὰ τοῦ ληνοβάτου κεχρωσμένα τῷ αἵματι, καὶ τὸν Σωτῆρα τὸν μισθὸν πρόχειρον ἐπὶ τῆς δεξιᾶς φέροντα. Καὶ τὸν Σολομῶντα θεωρῶ τὰ ζυγὰ ἡμῖν καὶ τοὺς σταθμοὺς ἀκριβοῦντα εἰς δύναμιν. Καὶ τοῦ εὐαγγελίου τὸν χρεωφειλέτην οἰκτείρω, μὴ μεταδοῦντα τῷ ὁμοδούλῳ τῆς φιλανθρωπίας, ἧς παρὰ τοῦ δεσπότου μετέλαβεν, ἀλλ' ἐκ τῆς ἀβουλίας καὶ τῆς σκληρότητος τὴν ἰδίαν συμφορὰν ἀνανεωσάμενον. 5.1.3 Τούτοις γὰρ τοῖς κεφαλοίοις κατὰ τὴν παρελθοῦσαν ἐκάμομεν, ὡς ἴστε πάντες οἱ οὐκ ἐν παρέργῳ τὴν ἀκρόασιν θέμενοι. 5.2.1 Σήμερον δὲ πάλιν ἡμῖν πολλὰ μὲν καὶ καλὰ πάντα, ὅσα ἐπὶ τῆς τραπέζης τῆς ὁρωμένης τὸ Πνεῦμα κατέθετο. Ἐπέστησα δὲ τὸν νοῦν τοῖς ἀδολέσχαις ὁμοῦ καὶ πειρασταῖς Φαρισαίοις καὶ σφόδρα γε αὐτοὺς τῆς μοχθηρίας τῶν τρόπων ἠλέησα, ἐφ' οἷς καὶ τὴν πηγὴν τῆς σοφίας ταῖς ἑαυτῶν ἐρωτήσεσιν ἐπεχείρουν κατασοφίζεσθαι· καὶ τῆς ἐγχειρήσεως ἀπετύγχανον τῆς τοῦ Μονογενοῦς θεότητος εἰς τοὐναντίον αὐτοῖς ἀεὶ περιτρεπούσης τὰ ἐρωτήματα. 5.2.2 Περὶ ὧν, μοὶ δοκεῖ, καὶ Ἡσαΐας προφητεύων ἔλεγεν· Ἀποστρέφων φρονίμους εἰς τὰ ὀπίσω καὶ τὴν βουλὴν αὐτῶν μωραίνων καὶ ἱστῶν ῥήματα παιδὸς αὐτοῦ· καὶ πάλιν ∆αβίδ· Ταῖς γλώσσαις αὐτῶν ἐδολιοῦσαν· κρῖνον αὐτούς, ὁ Θεός· ἀποπεσέτωσαν ἀπὸ τῶν διαβουλιῶν αὐτῶν. Πλὴν χάρις αὐτοῖς, καὶ πολεμίοις τυγχάνουσιν, ὅτι τὴν σοφίαν ἐκίνησαν πρὸς ἀπόκρισιν, ἵνα ἡμῖν τοῖς δούλοις ἀνάγραπτον καταλίπῃ τῶν συμφερόντων τὴν μάθησιν. 5.2.3 Ἰδοὺ γὰρ ὁ γάμος κανονίζεται, πρᾶγμα τοῦ ἀνθρωπικοῦ βίου κεφάλαιον, καὶ τῆς συστάσεως αὐτοῦ καὶ τῆς διαλύσεως ἀκριβεῖς νομοθετοῦνται οἱ ὅροι. Ὧν λίαν ἐσπουδασ μένως ἀκουσάτω τὰ δύο τάγματα, ἵνα καὶ ἡ γυναικωνῖτις παιδευθῇ τὰ ἴδια καὶ ἡ ἀνδρωνῖτις ὠφεληθῇ τὰ ἐξαίρετα. 5.3.1 Εἰ ἔξεστιν ἀνθρώπῳ ἀπολῦσαι τὴν γυναῖκα αὐτοῦ κατὰ πᾶσαν αἰτίαν. Τοῦτο μὲν τῶν Ἑβραίων τὸ πρόβλημα. Ἐγὼ πρὸς τῶν ἄλλων τὸν σκοπὸν βλέπω τῆς ἐρωτήσεως. Ἐπειδὴ γὰρ τὸ τῶν γυναικῶν γένος εὐκολώτερόν ἐστι πρὸς τὸ πείθεσθαι καὶ μᾶλλον ἐπε κλίνετο πρός τε τὴν τῶν τεράτων μεγαλουργίαν καὶ πρὸς τὴν συγκατά θεσιν καὶ πίστιν τῆς θεότητος τοῦ Χριστοῦ 5.3.2 οὕτω τοι καὶ τελευταῖον τῶν ἀνδροφόνων τῶν τῇ γνώμῃ πρὸς τὸν σταυρὸν ἑλκόντων τὸν Κύριον, τὸ πλῆθος τῶν γυναικῶν καὶ τὸ πάθος ἀπεθρήνει καὶ ἀκολουθοῦν τῷ Σωτῆρι ἐλεεινῶς ἀπεδάκρυεν, ἵνα τινὰ προσκρουσμὸν καὶ δυσμένειαν αὐτῷ πρὸς τὸ σύστημα τῶν γυναικῶν μηχανήσωνται διὰ τῆς δολερᾶς ἐρωτήσεως, αὐτοὶ μὲν τὰ θήρατρα, ὡς ἐνόμιζον, καὶ τοὺς βρόχους τοὺς διὰ τῶν λόγων ἐπήξαντο· 5.3.3 ὁ δὲ Κύριος τῇ δυνάμει τῆς θεότητος βλέπων τοῦ κατασκευαζομένου τὴν κακουργίαν, ὁμοῦ δὲ καὶ τὰ φιλάν θρωπα δογματίζων τῷ βίῳ, κἀκείνοις τὴν ἔνεδραν ματαίαν ἀπεργα ζόμενος, συνηγοροῦσαν ταῖς γυναιξὶ προβάλλεται τὴν ἀπόκρισιν· λύκους κενοὺς ἀποπέμψας τοὺς Φαρισαίους διακενῆς τῷ ἐρωτήματι περιχήναντας. 5.3.4 Αὐτή, φησί, ἡ κτίσις συναφείας καὶ οὐ διαλύσεως ἐπιδείκνυται τὸν σκοπόν· καὶ τοῦ γάμου πρῶτος νυμφοστόλος ἐστὶν ὁ ∆ημιουργὸς τοὺς πρωτοπλάστους ἀνθρώπους τῷ γαμικῷ συζεύξας δεσμῷ, δοὺς δὲ τοῖς