1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

22

δὲ τὴν σφραγίδα ἑαυτοῦ προβαλλόμενος, καὶ τὸ τοῦ Χριστοῦ ἀνακαλῶν ὄνομα, ἀπαθὴς τὸν πρῶτον διεξῆλθε τὸν οἶκον.

Ἐπὶ δὲ τὸ ἐνδότερον χωρήσας, χαλεπωτέροις ἐνέτυχε τοῖς θεάμασιν, εἰς φοβερωτέραν μετασκευασθέντος τοῦ δαιμονίου τὴν ὄψιν· καὶ ἅμα σεισμῷ κατακλονεῖσθαι τὸν οἶκον ᾤετο, καὶ τὸ ἔδαφος ὑποῤῥηγνύμενον γυ μνὴν ὑποδεικνύειν τὴν κάτω φλόγα, σπινθῆράς τε φλογώδεις ἀπὸ τῶν ὑδάτων ἐκπέμπεσθαι, καὶ πάλιν αὐτῷ τὸ ἴσον ὅπλον ἡ σφραγὶς, καὶ τὸ τοῦ Χριστοῦ ὄνομα, καὶ ἡ διὰ τῶν εὐχῶν τοῦ διδασκάλου βοήθεια, τὰ φοβερὰ τῶν φαινομένων τε καὶ γινομένων διέχεεν. Ἀνεθεὶς δὲ ἤδη τῷ ὕδατι, καὶ πρὸς τὴν ἔξοδον σπεύ δων, πάλιν ἐκωλύετο, τοῦ δαιμονίου τῆς θύρας ἀντει λημμένου. Ἀλλὰ καὶ τοῦτο πάλιν τὸ κώλυμα διὰ τῆς ἴσης δυνάμεως αὐτομάτως ἐλύετο, τῇ σφραγίδι τῆς θύρας ὑποχωρούσης. Ἐπεὶ δὲ κατὰ νοῦν αὐτῷ προὐ κεχωρήκει τὰ πάντα, ἐκβοῆσαι λέγεται πρὸς αὐτὸν ἀνθρωπίνῃ φωνῇ τὸ δαιμόνιον, μὴ ἐπ' αὐτῷ τὴν δύνα μιν ἐκείνην λογίσασθαι, δι' ἧς τὸν ὄλεθρον ἔφυγεν· ἡ γὰρ φωνὴ τοῦ παραθεμένου αὐτὸν τῷ φυλάσσοντι τὸ ἀπαθὲς ἐχαρίσατο. ∆ιασωθεὶς τοίνυν κατὰ τὸν εἰρημένον τρόπον, ἔκ πληξιν παρεῖχε τοῖς ἐπιστατοῦσι τοῦ τόπου, οὐδενὸς τῶν πώποτε κατὰ τὴν ὥραν ἐκείνην κατατολμησάν των τοῦ ὕδατος ἐν τοῖς ζῶσι φανέντος.

Ἐπεὶ δὲ τούτοις τὰ καθ' ἑαυτὸν διηγήσατο, καὶ τὰ κατὰ τὴν πόλιν τῶν μαρτύρων ἀνδραγαθήματα τοῦτον ἔγνω γεγενη μένα τὸν τρόπον, ὃν ἐπὶ τῆς ἐρημίας ὁ μέγας διάγων προδιηγήσατο, προσθεὶς τοῖς περὶ αὐτοῦ διηγήμασί 46.953 τε καὶ θαύμασι, δι' ὧν τε εἶδε, καὶ δι' ὧν ἤκουσε, καὶ δι' ὧν τῇ ἑαυτοῦ πείρᾳ τῆς τοῦ μεγάλου πίστεως ἐδιδάχθη τὴν δύναμιν, ᾗ προσεμαρτύρησε τὸ δαιμό νιον, πάλιν ἀνατρέχει πρὸς τὸν διδάσκαλον· τοῖς τε κατ' αὐτὸν, καὶ τοῖς μετὰ ταῦτα κοινὸν ἀφεὶς φυλα κτήριον, τὸ διὰ τῶν ἱερέων ἕκαστον ἑαυτὸν τῷ Θεῷ παρατίθεσθαι. Καὶ νῦν ἐστι μὲν κατὰ πᾶσαν τὴν Ἐκκλησίαν, ἐξαιρέτως δὲ παρ' ἐκείνοις ἡ τοιαύτη φωνὴ, τῆς τότε γεγενημένης τῷ ἀνδρὶ παρὰ τοῦ Γρηγορίου βοηθείας μνημόσυνον. Τῆς δὲ τυραννίδος ἐκείνης ἤδη κατὰ θείαν συμμαχίαν διαλυθείσης, καὶ πάλιν εἰρήνης τὴν ἀνθρωπίνην ζωὴν διαδεξαμένης, καθ' ἣν ἄνετος ἦν κατ' ἐξουσίαν προκειμένη πᾶσιν ἡ περὶ τὸ Θεῖον σπουδὴ, καταβὰς πάλιν ἐπὶ τὴν πόλιν, καὶ πᾶσαν περινοστήσας ἐν κύκλῳ τὴν χώραν, προσ θήκην ἐποιεῖτο τοῖς ἁπανταχοῦ λαοῖς τῆς περὶ τὸ Θεῖον σπουδῆς, τὰς ὑπὲρ τῶν ἐνηθληκότων τῇ πίστει πανηγύρεις νομοθετήσας. Καὶ διαλαβόντες ἄλλος ἀλ λαχῆ τῶν μαρτύρων τὰ σώματα, κατὰ τὴν ἐτήσιον τοῦ ἐνιαυσιαίου κύκλου περίοδον συνιόντες, ἠγάλ λοντο τῇ τιμῇ τῶν μαρτύρων πανηγυρίζοντες. Καὶ γὰρ δὴ καὶ τοῦτο τῆς μεγάλης αὐτοῦ σοφίας ἀπό δειξις ἦν, ὅτι πρὸς καινὸν βίον μεταῤῥυθμίζων πᾶ σαν ἀθρόως τὴν κατ' αὐτὸν γενεὰν, οἷόν τις ἡνίοχος ἐπιστὰς τῇ φύσει, καὶ τοῖς τῆς πίστεως καὶ θεο γνωσίας χαλινοῖς ἀσφαλῶς αὐτοὺς ὑποζεύξας, ἐνεδί δου τι μικρὸν τῷ ζυγῷ τῆς πίστεως δι' εὐφροσύνης ὑποσκιρτᾷν τὸ ὑπήκοον. Συνιδὼν γὰρ ὅτι ταῖς σω ματικαῖς θυμηδίαις τῇ περὶ τὰ εἴδωλα πλάνῃ παρα μένει τὸ νηπιῶδες τῶν πολλῶν καὶ ἀπαίδευτον· ὡς ἂν τὸ προηγούμενον τέως ἐν αὐτοῖς μάλιστα κατορ θωθείη, τὸ πρὸς Θεὸν ἀντὶ τῶν ματαίων σεβασμάτων βλέπειν, ἐπαφῆκεν αὐτοῖς ταῖς τῶν ἁγίων μαρτύρων ἐμφαιδρύνεσθαι μνήμαις, καὶ εὐπαθεῖν, καὶ ἀγάλλε σθαι, ὡς χρόνῳ ποτὲ κατὰ τὸ αὐτόματον πρὸς σεμνό τερόν τε καὶ ἀκριβέστερον μετατεθησομένου τοῦ βίου, καὶ πρὸς ἐκεῖνο καθηγουμένης τῆς πίστεως, ὅπερ δὴ καὶ ἐν τοῖς πολλοῖς ἤδη κατωρθώθη, πάσης θυμηδίας ἀπὸ τῶν τοῦ σώματος ἡδέων πρὸς τὸ πνευ ματικὸν τῆς εὐφροσύνης εἶδος μετατεθείσης. Τοῦτον δὲ τὸν τρόπον ἐμπολιτευόμενος τῇ Ἐκκλη σίᾳ, καὶ σπουδὴν ἔχων πρὸ τῆς ἐκ τοῦ βίου μετα στάσεως πάντας ἰδεῖν πρὸς τὴν σωτήριον πίστιν ἀπὸ τῶν εἰδώλων μεταθέντας· ἐπειδὴ προέγνω ἑαυτοῦ τὴν μετάστασιν, σπουδῇ πᾶσάν τε τὴν περιοικίδα διηρευνήσατο, μαθεῖν θέλων εἴ τινες