22
πάσχουσιν οἱ ἔκ τινος περιστάσεως διψῶντες ἀτέλεστα, οὕτω καὶ ἡμεῖς, ὅσον ἐμφορούμεθα τῶν σῶν ἀγαθῶν, τοσούτῳ μᾶλλον διψώδεις 18.4 γινόμεθα. εἰ δὲ μὴ θωπείαν τινὰ καὶ ψευδῆ κολακείαν τὸν ἡμέτερον λόγον ὑπολήψῃ (πάντως δὲ οὐχ ὑπολήψῃ, τά τε ἄλλα τοιοῦτος ὢν οἷος εἶ, καὶ περὶ ἡμᾶς διαφερόντως, εἰ καί τις ἄλλος, χρηστός τε καὶ γνήσιος), πάντως πιστεύσεις τοῖς λεγομένοις, ὅτι τὴν συνεχῆ τῶν δακρύων ἐπιρροὴν ἡ τῶν γραμμάτων χάρις, οἷόν τι φάρμακον ἰαματικὸν τοῖς ὀφθαλμοῖς γενομένη, ἀνέστειλε, καὶ προσδοκῶμεν τῇ τῶν ἁγίων εὐχῶν σου ἰατρείᾳ ὀκλάζουσαν ἤδη τὴν ψυχὴν ἡμῶν ὑπὸ τῆς τῶν κακῶν συνεχείας ὑπερειδούσῃ ὅτι τάχα καὶ καθ' ὅλου τὸ τοιοῦτον τῆς ψυχῆς ἡμῶν πάθος ἐξιαθήσεται· ἐπεί, τό γε νῦν ἔχον, ἐν τοιούτοις ἐσμὲν ὡς φείδεσθαι τῆς ἀγαπώσης ἡμᾶς ἀκοῆς καὶ ἐπικρύπτεσθαι σιωπῇ τὴν ἀλήθειαν, ἵνα μὴ πρὸς κοινωνίαν τῶν ἡμετέρων κακῶν 18.5 τοὺς γνησίως ἡμᾶς ἀγαπῶντας ἐφελκυσώμεθα. ὅταν γὰρ ἐνθυμηθῶμεν ὅτι τῶν φιλτάτων ἀπολειφθέντες ἐν πολέμοις ἀναστρεφόμεθα καί, ἃ μὲν καταλιπεῖν ἐβιάσθημεν, τέκνα ἐστὶν ἃ ταῖς πνευματικαῖς ἡμῶν ὠδῖσι τῷ θεῷ γεννῆσαι κατηξιώθημεν, σύμβιος νόμῳ συνηρμοσμένη, κινδύνῳ καὶ κακοπαθείαις ἐν τοῖς τῶν πειρασμῶν καιροῖς ἐπιδειξαμένη πρὸς ἡμᾶς τὸ φιλόστοργον, καὶ ἔτι πρὸς τούτοις οἶκος κεχαριτωμένος, ἀδελφοί, συγγενεῖς, οἰκεῖοι, συνήθεις, φίλοι, ἑστία, τράπεζα, ταμεῖον, στιβάς, τὸ βάθρον, ὁ σάκκος, ἡ γωνία, ἡ προσευχή, τὸ δάκρυον, ἃ ὥς ἐστι γλυκέα καὶ διὰ συνήθειαν ὅσον ἐράσμια, οὐδὲν δεήσομαι πρὸς εἰδότα σε γράφειν· τὰ δὲ ἀντ' ἐκείνων, ἵνα μή τι ἐπαχθὲς λέγειν 18.6 δόξω, πάντα ὡς ἄλλως ἔχει σκόπησον. πρὸς τῷ τέλει τῆς ἐμαυτοῦ ζωῆς ὤν, πάλιν τοῦ ζῆν ἄρχομαι· μανθάνειν ἀναγκάζομαι τὴν εὐδοκιμοῦσαν νῦν τῶν ἠθῶν ποικιλίαν, ὀψιμαθὴς κακοτροπίας καὶ τοιαύτης πανουργίας γινόμενος, 18.7 ὡς ἐνερυθριᾶν ἀεὶ τῇ ἀφυΐᾳ τοῦ πράγματος. οἱ δὲ ἀντιτεταγμένοι διδάσκαλοι τῆς σοφίας ταύτης εἰσὶν ἱκανοὶ καὶ φυλάξαι ὃ ἔμαθον καὶ ἐφευρεῖν ὃ οὐκ ἔμαθον· συστάδην πολεμοῦσι, πόρρωθεν ἀκροβολίζονται, ἐπὶ παρατάξεως καταπυκνοῦσι τὴν φάλαγγα, κατὰ τὸ ἀφανὲς προλοχίζονται, ταῖς ὑπερβολαῖς προκατέχουσι, τοὺς συμμάχους ἑαυτοῖς 18.8 πανταχόθεν προσπεριβάλλονται. πολὺς δὲ παρ' αὐτοῖς καὶ ἀκαταγώνιστος τῇ δυνάμει ὁ Μαμωνᾶς, εἰς στρατηγίαν προβεβλημένος ὥσπερ τις ἀγωνιστὴς περιδέξιος διπλῇ τῇ χειρὶ τοῦ ἰδίου στρατοῦ προμαχόμενος, πῇ μὲν δασμολογῶν τοὺς 18.9 ὑποχειρίους, πῇ δὲ βάλλων τοὺς προστυγχάνοντας. εἰ δὲ καὶ τὴν εἴσω ἡμῶν διαγωγὴν ἐξετάζοις, εὑρήσεις ἄλλα τοιαῦτα· οἰκίδιον πνιγηρὸν κρυμῷ καὶ ζόφῳ καὶ στενοχωρίᾳ καὶ πᾶσι τοῖς τοιούτοις καλοῖς εὐθηνούμενον, βίον ὑπὸ πάντων μωμοσκοπούμενον, φωνὴν καὶ βλέμμα καὶ ἱματίου περιβολὴν χειρός τε κίνησιν καὶ ποδῶν ποιὰν στάσιν καὶ πάντα πολυπραγμονούμενα, καὶ εἰ μὴ δασὺ τὸ ἆσθμα καὶ διὰ πολλοῦ προχεόμενον καὶ εἰ μὴ συνεκδίδοται στεναγμός τις τῷ ἄσθματι, καὶ εἰ μὴ διεκπίπτοι τῆς ζώνης ἡμῶν τὸ 18.10 χιτώνιον, καὶ αὐτὸ δὲ τὸ μὴ κεχρῆσθαι τῇ ζώνῃ, καὶ εἰ μὴ περιρρέοι κατὰ τὸ πλάγιον ἡμῶν ἡ διπλοῒς μηδὲ τοῖς ὤμοις τῶν ὀφρύων τὴν ἑτέραν ἐπισπάσαιμεν, ταῦτα πάντα μὴ γινόμενα πολεμούντων πρὸς ἡμᾶς ὑπόθεσις γίνεται, καὶ ἐπὶ τούτοις κατ' ἄνδρας καὶ δήμους καὶ ἐσχατιὰς πρὸς τὴν καθ' ἡμῶν μάχην συνίστανται. 18.11 Ἐπεὶ δὲ οὐκ ἔστι διὰ πάντων πράττειν καλῶς ἢ κακῶςμέμικται γὰρ ὡς ἐπὶ τὸ πολὺ διὰ τῶν ἐναντίων πᾶσιν ὁ βίος, εἰ δὴ τὸ σὸν ἡμῖν κατὰ θεοῦ χάριν διηνεκῶς παρείη, ὑποίσομεν τῶν παρόντων ἀηδῶν τὴν δαψίλειαν ἐπ' ἐλπίδι τοῦ τῆς σῆς ἀγαθότητος διὰ παντὸς μετέχειν. μή ποτε οὖν παύσαιο τοιαῦτα χαριζόμενος δι' ὧν καὶ ἡμᾶς ἀναπαύσεις καὶ σαυτῷ τὸν ἐπὶ ταῖς ἐντολαῖς μισθὸν πλείω παρασκευάσεις.
19.τ Πρός τινα Ἰωάννην περί τινων ὑποθέσεων καὶ περὶ τῆς διαγωγῆς καὶ
καταστάσεως τῆς τοιαύτης ἀδελφῆς αὐτοῦ Μακρίνησ