1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

22

φαίνεται, τὸ δὲ ἀπρόσιτον οὐδὲ ἐρεύνης ἀνέχεται, οὐδὲ προσόδου τὴν ἀρχήν, ὅτε καὶ τῆς τοῦ πελάγους εἰκόνος ἐδεήθημεν. Εἴπομεν ὅτι οὐκ εἶπε φῶς ὢν ἀπρόσιτον, ἀλλὰ «φῶς οἰκῶν ἀπρόσιτον»· εἰ δὲ ὁ οἶκος ἀπρόσιτος, πολλῷ μᾶλλον ὁ ἐνοικῶν Θεός. Ταῦτα δὲ ἔλεγεν ὁ Παῦλος, οὐχ ἵνα τόπῳ περιγράψῃ τὸν Θεόν, ἀλλ' ἵνα ἐκ πολλοῦ τοῦ περιόντος τὸ ἀπερινόητον αὐτοῦ καὶ τὸ ἀπρόσιτον παραστήσῃ. Παρηγάγομεν καὶ ἑτέρας δυνάμεις, τὰ Χερουβίμ, καὶ ἐδείξαμεν πῶς ἐπάνω αὐτῶν στερέωμα, πῶς λίθος κρυστάλλου, πῶς ὁμοίωμα θρόνου καὶ εἶδος ἀνθρώπου καὶ ἤλεκτρον καὶ πῦρ καὶ τόξον καὶ μετὰ πάντα ἐκεῖνά φησιν ὁ προφήτης· «Αὕτη ἡ ὅρασις ὁμοιώματος δόξης Κυρίου» καὶ διὰ πάντων τούτων ἐδείκνυμεν ὑμῖν τοῦ Θεοῦ τὴν συγκατάβασιν καὶ αὐτὴν ταύτην ἀφόρητον οὖσαν ταῖς ἄνω δυνάμεσιν. Οὐχ ἁπλῶς δὲ ταῦτα ἀνακεφαλαιοῦμαι· ἀλλ' ἐπειδὴ χρέος ὑμῖν ὀφείλω τῆς ὑποσχέσεως ἐκείνης, βούλομαι καταμαθεῖν μετὰ ἀκριβείας τί μὲν κατέβαλον, τί δὲ ὑπολέλειπται. Οὕτω καὶ οἱ τὰ δανείσματα ὀφείλοντες ποιοῦσι, τὸ γραμματεῖον ἐς μέσον ἀγαγόντες, ἔνθα ὁ λόγος πᾶς ἐγγέγραπται, καὶ τοῖς δανεισταῖς τοῖς ἑαυτῶν ἐπιδείξαντες, τὰ λειπόμενα καταβάλλουσι. Κἀγὼ τοίνυν καθάπερ βιβλίον ἀναπτύξας τὴν μνήμην τῆς διανοίας τῆς ὑμετέρας, ὥσπερ δακτύλῳ τινὶ τῷ λόγῳ τὰ καταβληθέντα ἐπιδείξας, ἐπὶ τὰ λειπόμενα βαδιοῦμαι λοιπόν. Τί οὖν ἦν τὸ ὑπολελειμμένον δεῖξαι; Ὅτι οὔτε ἀρχαί, οὔτε ἐξουσίαι, οὔτε κυριότητες, οὔτε εἴ τις ἑτέρα κτιστὴ δύναμίς ἐστιν ἣ ἔχει τοῦ Θεοῦ τὴν ἀκριβῆ κατάληψιν. Εἰσὶ γάρ, εἰσὶ καὶ ἕτεραι δυνάμεις ὧν οὐδὲ τὰ ὀνόματα ἴσμεν. Ἐννοήσατε τὴν ἀπόνοιαν τῶν αἱρετικῶν· τῶν δούλων οὐδὲ τὰ ὀνόματα ἴσμεν καὶ τοῦ ∆εσπότου αὐτὴν τὴν οὐσίαν περιεργάζονται. Εἰσὶ μὲν γὰρ ἄγγελοι καὶ ἀρχάγγελοι καὶ θρόνοι καὶ κυριότητες καὶ ἀρχαὶ καὶ ἐξουσίαι· ἀλλ' οὐχ οὗτοι μόνοι οἱ δῆμοι ἐν τοῖς οὐρανοῖς εἰσιν, ἀλλ' ἄπειρα ἔθνη καὶ φῦλα ἀμύθητα ἅπερ λόγος οὐδεὶς παραστῆσαι δύναται. Καὶ πόθεν δῆλον ὅτι καὶ τούτων πλείους εἰσὶ δυνάμεις ὧν οὐδὲ τὰ ὀνόματα ἴσμεν; Ὁ ταῦτα εἰρηκὼς Παῦλος καὶ τοῦτό φησιν οὑτωσὶ λέγων περὶ τοῦ Χριστοῦ· «Ἐκάθισεν αὐτὸν ὑπεράνω πάσης ἀρχῆς καὶ ἐξουσίας καὶ δυνάμεως καὶ παντὸς ὀνόματος ὀνομαζομένου, οὐ μόνον ἐν τῷ αἰῶνι

τούτῳ, ἀλλὰ καὶ ἐν τῷ μέλλοντι.» Ὁρᾶτε ὅτι τινά ἐστιν ὀνόματα ἐκεῖ Ϡέλλοντα γνώριμα γίνεσθαι, ἅπερ ἄδηλά ἐστι νῦν; ∆ιὰ τοῦτο εἶπεν· «Οὐ μόνον ἐν τῷ αἰῶνι τούτῳ ὀνομαζόμενα, ἀλλὰ καὶ ἐν τῷ μέλλοντι.» Καὶ τί θαυμαστὸν εἰ τῆς οὐσίας τὴν ἀκριβῆ κατάληψιν οὐκ ἔχουσι; τοῦτο γὰρ οὐδὲν μέγα ἀποδεῖξαι. Τῶν γὰρ οἰκονομιῶν αὐτοῦ πολλὰς οὐκ ἴσασιν αἱ ἄνω δυνάμεις αὗται, αἱ ἀρχαὶ καὶ ἐξουσίαι καὶ κυριότητες. Καὶ τοῦτο πάλιν ἀπ' αὐτῶν τῶν ἀποστολικῶν ἀποδείξομεν ῥημάτων ὅτι οἰκονομίας αὐτοῦ τινας μεθ' ἡμῶν ἔμαθον καὶ πρὸ ἡμῶν οὐκ ᾔδεσαν· οὐ μόνον δὲ μεθ' ἡμῶν ἔμαθον, ἀλλὰ καὶ δι' ἡμῶν. «Ἑτέραις γὰρ γενεαῖς οὐκ ἐγνωρίσθη, φησίν, ὡς νῦν ἀπεκαλύφθη τοῖς ἁγίοις ἀποστόλοις αὐτοῦ καὶ προφήταις, εἶναι τὰ ἔθνη συγκληρονόμα καὶ σύσσωμα καὶ συμμέτοχα τῆς ἐπαγγελίας αὐτοῦ-αἱ δὲ ἐπαγγελίαι τοῖς Ἰουδαίοις ἦσαν δεδομέναι-διὰ τοῦ εὐαγγελίου οὗ ἐγενόμην ἐγὼ Παῦλος διάκονος.» Καὶ πόθεν τοῦτο δῆλον ὅτι νῦν ἔμαθον αἱ ἄνω δυνάμεις; τὰ γὰρ εἰρημένα περὶ ἀνθρώπων εἴρηται. Ἄκουσον οὖν. «Ἐμοὶ τῷ ἐλαχιστοτέρῳ πάντων ἁγίων, φησί, ἐδόθη ἡ χάρις αὕτη εὐαγγελίσασθαι τοῖς ἔθνεσι τὸν ἀνεξιχνίαστον πλοῦτον τοῦ Χριστοῦ.» Τί ἔστιν «ἀνεξιχνίαστον»; Μὴ δυνάμενον ζητηθῆναι· οὐ μόνον δὲ μὴ δυνάμενον εὑρεθῆναι, ἀλλ' οὐδὲ ἀνιχνευθῆναι. Ἀκουέτωσαν πάλιν πῶς πυκνὰ καὶ ἐπάλληλα δίδωσιν αὐτοῖς τὰ βέλη. Εἰ γὰρ ὁ πλοῦτος ἀνεξιχνίαστος, πῶς ὁ δωρησάμενος τὸν πλοῦτον οὐκ ἀνεξιχνίαστος; «... καὶ φωτίσαι πάντας τίς ἡ οἰκονομία τοῦ μυστηρίου τοῦ ἀποκεκρυμμένου ἐν τῷ Θεῷ, ἵνα γνωρισθῇ νῦν ταῖς ἀρχαῖς καὶ ταῖς ἐξουσίαις διὰ τῆς Ἐκκλησίας ἡ πολυποίκιλος σοφία τοῦ Θεοῦ.» Ἤκουσας πῶς νῦν, οὐχὶ πρὸ τούτου, ἔγνωσαν ταῦτα αἱ δυνάμεις ἐκεῖναι; Ἃ γὰρ