1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

22

ἐσκοτισμένον, καὶ τὸ πάντα λάθρα παρὰ τῶν δαιμόνων πράττεσθαι. Ὥσπερ γὰρ ταῖς νυκτερίσιν ὁ μὲν ἥλιος πολέμιον καὶ τὸ φῶς, ἡ δὲ νὺξ καὶ τὸ σκότος φίλον· οὕτω καὶ τοῖς δαίμοσι καὶ τοῖς ὑπ' ἐκείνων πλανωμένοις ἡ πονηρία μὲν καὶ τὰ παράνομα ἅπαντα συνήθη καὶ φίλα, ἐχθρὰ δὲ ἡ ἀρετὴ καὶ τὰ τοῦ φωτὸς ἔργα, καὶ λαμψάντων αὐτῶν, εὐθέως σκοτίζονται, οὐ δεομένου τοῦ ἐν ἀρετῇ ζῶντος πόνου τινὸς καὶ καμάτου. Ἀρκεῖ γὰρ φανῆναι μόνον καὶ πάντα καταλύει ἐκεῖνα. Παύσασθε ὑμῖν ἀπὸ τοῦ ἀνθρώπου, οὗ ἐστιν ἀναπνοὴ ἐν μυκτῆρι αὐτοῦ· ὅτι ἐν τίνι ἐλογίσθη αὐτοῖς οὗτος; Ἐνταῦθά μοι δοκεῖ τὸν Ἐζεχίαν αἰνίττεσθαι, ἐκ τοῦ δέους καὶ τῆς πολλῆς ἀγωνίας πρὸς ἐσχάτας ὄντα ἀναπνοάς. Ἐπεὶ οὖν ὥσπερ ἐν δικτύοις αὐτὸν λαβόντες οἱ βάρβαροι, ἕτοιμον ἐνόμιζον θήραν ἔχειν, καὶ οὐδὲ πόνου δεῖσθαι εἰς τὴν τῆς πόλεως ἅλωσιν καὶ τὴν αἰχμαλωσίαν τὴν ἐκείνου, συνέβη τοὐναντίον τοῖς βαρβάροις. ∆ιὰ τοῦτό φησι· Παύσασθε ἀπὸ τοῦ ἀνθρώπου, οὗ ἐστιν ἀναπνοὴ ἐν μυκτῆρι αὐτοῦ· ὅτι ἐν τίνι ἐλογίσθη αὐτοῖς οὗτος; Τουτέστιν, ὅτι ἐν οὐδενὶ ἐλογίσθη. Καὶ γὰρ ὡς ἐξ ἐπιδρομῆς πάντα ἤλπισαν ἀναιρήσεσθαι· ἐξέβη δὲ τοὐναντίον ἅπαν· καὶ ὁ μηδὲν εἶναι νομιζόμενος παρ' ὑμῖν, ἀλλ' εὐκαταφρόνητος καὶ εὐκαταγώνιστος, οὗτος λαμπρότερος πάντων φανεῖται, τῆς παρὰ τοῦ Θεοῦ ἀπολαύων ῥοπῆς.

3.τ ΚΕΦΑΛ. Γʹ

3.1 Ἰδοὺ δὴ ὁ ∆εσπότης Κύριος Σαβαὼθ ἀφελεῖ ἀπὸ τῆς Ἰουδαίας καὶ ἀπὸ

Ἱερουσαλὴμ ἰσχύοντα καὶ ἰσχύουσαν. Καθάπερ ἰατρὸς ἄριστος νῦν μὲν καίων, νῦν δὲ τέμνων, νῦν δὲ πικρὰ διδοὺς φάρμακα, μεθοδεύει τῶν ἀρρωστούντων τὴν ὑγίειαν· οὕτω δὴ καὶ ὁ φιλάνθρωπος Θεός, ποικίλαις καὶ διαφόροις τιμωρίαις τὸ διαρρέον καὶ ἀναπεπτωκὸς τῶν Ἰουδαίων ἐπισφίγγων νῦν μὲν τῇ τῶν βαρβάρων ἐφόδῳ φοβεῖ τοὺς ἀγνώμονας, νῦν δὲ καὶ πρὸ τῆς ἐκείνων ἐπιθέσεως ἑτέραις αὐτοὺς ἀπειλαῖς καταστέλλει, τῇ ποικιλίᾳ τῶν ἀπειλῶν ἀκμάζοντα διατηρῶν ἐν αὐτοῖς τὸν φόβον. Νῦν γοῦν ἀσθένειαν αὐτοὺς ἀπειλεῖ καὶ λιμὸν καὶ αὐχμόν, οὐχὶ τῶν ἀναγκαίων, ἀλλὰ καὶ ἐκείνων τῶν οὐδὲν ἔλαττον τῶν ἐπιτηδείων τὴν ἡμετέραν συνεχόντων ζωήν. Οὐ γὰρ δὴ λιμὸς χαλεπὸν μόνον, ἀλλὰ καὶ τὸ ἐν ἐρημίᾳ καθεστάναι τῶν κυβερνώντων τὰ πράγματα· ὃ καὶ τὴν εὐθηνίαν λιμοῦ χαλεπωτέραν ἀποφαίνειν εἴωθε. Τί γὰρ ὄφελος ἐκ πηγῶν ἅπαντα ἐπιρρεῖν, ὅταν ἐμφύλιοι τίκτωνται πόλεμοι καὶ ἡ θάλασσα διεγείρηται καὶ τῶν κυμάτων μαινομένων μήτε κυβερνήτης μήτε πρωρεὺς μήτε ἄλλος τις ᾖ δυνάμενος διαθεῖναι τὸν τῶν πραγμάτων χειμῶνα καὶ καταστῆσαι γαλήνην; Ὅταν δὲ μετὰ τούτων καὶ λιμὸς ᾖ, ἐννόησον τῶν κακῶν τὴν ὑπερβολήν. Ταῦτα οὖν ἅπαντα ἀπειλεῖ ὁ Θεὸς καὶ πρῶτον τὸ πάντων χαλεπώτερον. Ἰδοὺ γάρ, φησίν, ὁ ∆εσπότης Κύριος Σαβαώθ. Τῇ λέξει ταύτῃ· Ἰδού, συνεχῶς οἱ προφῆται κέχρηνται, ὅταν πληροφορῆσαι τὸν ἀκροατὴν βούλωνται περὶ τῶν λεγομένων. Οὐκ ἐνταῦθα δὲ μόνον, ἀλλὰ καὶ ἄνωθεν καὶ ἐξ ἀρχῆς ἔστιν ἰδεῖν, ὅτι τῆς σωματικῆς ἀσθενείας αἱ ἁμαρτίαι προηγήσαντο πολλάκις, ὡς ἐπὶ τοῦ Κάϊν· ἐπειδὴ γὰρ οὐ καλῶς ἐχρήσατο τῇ ἰσχύϊ, παρελύθη καλῶς. Οὕτω καὶ ὁ ἐπὶ τῆς κολυμβήθρας· ὅτι γὰρ ἡ πηγὴ τῆς παρέσεως τὰ ἁμαρτήματα ἦν, φησὶν ὁ Χριστός· Ἴδε, ὑγιὴς γέγονας, μηκέτι ἁμάρτανε. Καὶ ὁ Παῦλος δέ φησι· ∆ιὰ τοῦτο ἐν ὑμῖν πολλοὶ ἀσθενεῖς· ἐπειδὴ ἡμάρτανον, οὑ καθαρῷ συνειδότι τῶν μυστηρίων μεταλαμβάνοντες. Καὶ τὸν πεπορνευκότα δὲ ἀσθενείᾳ σώματος παραδίδωσι, ταύτην ὑπὲρ ἁμαρτημάτων ἀπαιτῶν δίκην. Οὐ μὴν πανταχοῦ ἁμαρτημάτων ἐπιτίμιον τοῦτο, ἀλλ' ἔστιν ὅπου καὶ στεφάνων ὑπόθεσις τὸ πρᾶγμα γίνεται, ὡς ἐπὶ τοῦ Λαζάρου καὶ τοῦ Ἰώβ. Οὐκ ἀσθένειαι δὲ μόνον, ἀλλὰ καὶ λῶβαι ἕτεραι σώματος ἐξ ἁμαρτημάτων ἐγίνοντο, ὡς ἡ λέπρα τοῦ Ὀζία διὰ τὴν ἀναισχυντίαν τῆς γνώμης, ὡς ἡ χεὶρ τοῦ βασιλέως Ἱεροβοὰμ τὴν ξηρότητα ὑπομείνασα διὰ τὴν ἀπόνοιαν αὐτοῦ καὶ τὴν