1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

22

διδασκαλίας ψυχωφελοῦς· τὸ δὲ δεινότερον, ὅτι καὶ κληρικοί τινες τοῦτο ποιοῦσι, καὶ ἀδελφοὶ καὶ συλλειτουργοὶ ἡμῶν. Καὶ εἰ μὴ παρὰ τοῦ Ἀποστόλου εἴχομεν ἐντολὴν τὴν λέγουσαν, Ἔλεγξον, ἐπιτίμησον, παρακάλεσον, θύραν ἐπὶ στόματος ἐπεθή καμεν ἂν, καὶ τὰ βάρη τούτων ὑπενεγκεῖν καὶ βαστά σαι. Πλὴν ἄνδρες σοφοὶ καὶ συνετοί εἰσι, καὶ ἑαυτοὺς δύνανται διορθῶσαι. Γέγραπται γάρ· Σοφοὶ ἑαυτῶν ἐπιγνώμονες. Ὑπὲρ τοὺς ἐχθρούς μου ἐσόφισάς με τὴν ἐντολήν σου, ὅτι εἰς τὸν αἰῶνα ἐμή ἐστι. δʹ. Θερμῶς τὸν θεῖον ἀγαπᾷν ὁ προφήτης ὁμολογήσας νόμον, τῇ θείᾳ χάριτι τὸ πᾶν ἀνατίθησι. Παρὰ σοῦ γὰρ, φησὶ, σοφίαν καὶ γνῶσιν δεξάμενος, τὸν σὸν ἔστερξα νόμον. Πλείονα γάρ μοι τῶν ἐχθρῶν εἴδησιν ἔδωκας· διὸ οἱ μὲν ἀνελεῖν με σπουδάζουσιν, ἐγὼ δὲ οὐδὲ ἀμύ νασθαι τοὺς ἀδικοῦντας ἀνέχομαι· τὸ γὰρ αἰώνιον τῆς ἀρετῆς φαντάζομαι κέρδος. Καὶ ὁ χορὸς τῶν ἀποστόλων ταῦτα βοᾷ· ἐχθροὶ γὰρ αὐτῶν οἱ γραμματεῖς καὶ οἱ Φαρισαῖοι. Αὐτοὶ οὖν παρὰ Χριστοῦ τοῦ Θεοῦ σο φισθέντες, τὸν εὐαγγελικὸν λόγον ἐκήρυξαν, καὶ εἰς τὸν αἰῶνα ἡ αὐτῶν διδασκαλία κεκράτηκε· τῶν γραμματέων καὶ Φαρισαίων πρόσκαιρος ἦν. Ὑπὲρ πάντας τοὺς διδάσκοντάς με συνῆκα, ὅτι τὰ μαρτύριά σου με λέτη μού ἐστιν. Ὑπὲρ πρεσβυτέρους συνῆκα, ὅτι τὰς ἐντολάς σου ἐξεζήτησα. Βασιλέων ἴδιον τὸ δι δάσκειν· τὸ δὲ διδάσκεσθαι, τῶν ἀρχομένων. Ἐβασίλευ σεν ὁ Σαοὺλ, πρεσβύτερος δὲ ἦν καὶ τῷ χρόνῳ· ἀλλ' ὅμως οὔτε ἡ ἐξουσία τῆς βασιλείας, οὔτε τῆς ἡλικίας ὁ χρόνος σωφρονεῖν αὐτὸν παρεσκεύασεν, ἀλλὰ τὸν εὐεργέτην ἀνελεῖν ἐπεθύμει. Ὁ δὲ μέγας ∆αυῒδ τοῖς ὑπηκόοις ἔτι συντεταγμένος καὶ νέαν ἄγων τὴν ἡλικίαν, τὴν φιλοσοφίαν ἠγάπησε, καὶ οὔτε ἄρξαι χειρῶν ἀδίκων ἠνέσχετο, οὔτε τοὺς ἀδικοῦντας ἀμύνασθαι. Τῆς αὐτῆς οὖν ἐννοίας ἔχεται ὁ προφήτης. Οἱ γὰρ νομοδιδάσκαλοι καὶ οἱ γραμματεῖς θέλοντες καλεῖσθαι ὑπὸ τῶν ἀνθρώ πων Ῥαββὶ, ἐδίδασκον ἃ μὴ θέμις· οἱ δὲ ἀπόστολοι τὴν ἀληθῆ γνῶσιν μαρτυρουμένην ὑπὸ τοῦ νόμου καὶ τῶν προφητῶν συνιέντες ἐκήρυττον. Αὐτοὶ οὖν οἱ διδάσκαλοι τῶν Ἰουδαίων πρεσβύτεροι ὀνομάζονται, διὰ τὸ ἐν χρόνῳ εἶναι αὐτοὺς πρὸ τῶν ἀποστόλων· οἱ δὲ ἀπόστολοι συν ῆκαν τόν τε νόμον καὶ τοὺς προφήτας, πνευματικῶς ταῦτα νοοῦντες. Τούτου ἕνεκεν καὶ αἱ ἐντολαὶ τοῦ Θεοῦ παρ' αὐτῶν τῷ ὄντι ἐξεζητήθησαν. Ἐκ πάσης ὁδοῦ πονηρᾶς ἐκώλυσα τοὺς πόδας μου, ὅπως ἂν φυλάξω τοὺς λόγους σου. Οὔτε γὰρ κατὰ ταὐτὸν δυ νατὸν δύο ὁδεύειν ὁδοὺς, ἀκολασίας καὶ σωφροσύνης, δικαιοσύνης καὶ ἀδικίας, ἀλλὰ δεῖ τὰς ἐναντίας φυγεῖν, καὶ τὴν εὐθεῖαν ὁδεῦσαι· οὕτω γὰρ οἷόν τε γενέσθαι τῶν θείων φύλακας λόγων. Ὁ πάσας τοίνυν τὰς ἐντολὰς φυλάττων, αὐτὸς λέγει, Ἐκ πάσης ὁδοῦ πονηρᾶς ἐκώλυσα τοὺς πόδας μου. Οὔτε γὰρ ὁ ἀδικητὴς τοῦτο δύναται λέγειν, οὔτε ὁ λοίδορος, οὔτε ὁ πλεονέκτης, οὔτε ὁ φθόνον ἔχων ἢ μισαδελφίαν, ἢ ὁ κακὸν ἀντὶ κακοῦ ἀποδιδούς. Ἀπὸ τῶν κριμάτων σου οὐκ ἐξέκλινα, ὅτι σὺ ἐνομοθέτησάς με. ∆ιδάσκει ἡμᾶς ὁ λόγος μὴ ἐκτρέπεσθαί ποτε ἀπὸ τῶν ἐντολῶν καὶ τῶν κριμάτων τοῦ Θεοῦ. Σὲ γὰρ τούτων ἐπιστάμενος νομοθέτην, μετὰ πάσης αὐτὰ διαθέσεως ἠσπαζόμην. ∆ιὸ καὶ ἐπήγαγεν· Ὡς γλυκέα τῷ λάρυγγί μου τὰ λόγιά σου, ὑπὲρ μέλι τῷ στόματί μου. Γλυκὺ μὲν τὸ μέλι ἕως τοῦ φά ρυγγος, ἐπεὶ εἰς κοιλίαν καὶ εἰς ἀφεδρῶνα χωρεῖ· τὰ δὲ λόγια τοῦ Θεοῦ γλυκαίνουσι καρδίαν καὶ ψυχήν. Καὶ γὰρ ἐν ἑτέρῳ ψαλμῷ λέγει· Ἐπιθυμητὰ ὑπὲρ χρυσίον καὶ λίθον τίμιον πολὺν, καὶ γλυκύτερα ὑπὲρ μέλι καὶ κηρίον. Οὐ γὰρ οὕτως ἡδύνει μου τὴν τοῦ στό 55.695 ματος αἴσθησιν ἡ γλυκύτης τοῦ μέλιτος, ὡς εὐφραίνει μου τὴν ψυχὴν ἡ τῶν σῶν λογίων μελέτη. Τὸν γὰρ λάρυγγα τέθεικεν, ὡς ὄργανον ὄντα φωνῆς· διὰ φωνῆς δὲ ἡ μελέτη· τούτοις δὲ ἡ ψυχὴ κεχρημένη, τὴν ἐντεῦθεν ὠφέλειαν καρποῦται. Ἀπὸ τῶν ἐντολῶν σου συνῆκα· διὰ