1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

22

διατροφὰς καὶ σκεπάσματα, τούτοις ἀρκεσθησόμεθα· περὶ δὲ τῶν γυναικῶν, Μὴ ἀποστερεῖτε ἀλλήλους, εἰ μή τι ἂν ἐκ συμφώνου· καὶ πάλιν, Ἐπὶ τὸ αὐτὸ συνέρχεσθε. Καὶ πολλάκις ἴδοις ἂν αὐτὸν περὶ συνουσίας νομοθετοῦντα τῆς νομίμου. Καὶ ταύτης μὲν ἀφίησιν ἀπολαύειν τῆς ἐπιθυμίας, καὶ δευτέρῳ προσιέναι γάμῳ, καὶ πολλὴν ποιεῖται τοῦ πράγματος τὴν ἐπιμέλειαν, καὶ οὐδαμοῦ ὑπὲρ τούτου κολάζει· τὸν δὲ χρημάτων ἐφιέμενον, πανταχοῦ καταδικάζει. Καὶ περὶ μὲν χρημάτων ὁ Χριστὸς πολλαχοῦ διέταξεν, ὥστε φεύγειν τὴν ἐντεῦθεν λύμην· περὶ δὲ ἀποχῆς γυναικὸς, οὐχ οὕτως. Ἄκουε γὰρ τί φησι περὶ χρημάτων· Ἐὰν μή τις ἀποτάξηται πᾶσιν αὑτοῦ τοῖς ὑπάρχουσιν. Οὐδαμοῦ εἶπεν, Ἐὰν μή τις ἀποτάξηται γυναικί· οἶδε γὰρ οἵαν ἐνέθηκε τὴν τυραννίδα. Καὶ ὁ μακάριος οὗτός φησι· Τίμιος ὁ γάμος, καὶ ἡ κοίτη ἀμίαντος. Οὐδαμοῦ τιμίαν τὴν τῶν χρημάτων ἐπιμέλειαν καλεῖ, ἀλλὰ τὸ ἐναντίον. Οἱ δὲ βουλόμενοι πλουτεῖν ἐμπίπτουσιν εἰς πειρασμὸν καὶ παγίδα καὶ ἐπιθυμίας πολλὰς ἀνοήτους καὶ βλαβεράς. Οὐκ εἶπε, Πλεονεκτεῖν, ἀλλὰ, Πλουτεῖν. Ἵνα δὲ μάθητε καὶ ἀπὸ τῶν κοινῶν ἐννοιῶν, ἀναγκαῖον καὶ τοῦτον τὸν λόγον εἰς μέσον παραγαγεῖν. Χρημάτων μὲν γάρ τις καθάπαξ ἀποστερηθεὶς οὐκέτ' ἂν ἐνοχλοῖτο ὑπὸ τῆς ἐπιθυμίας· οὐδὲν γὰρ οὕτω ποιεῖ χρημάτων ἐπιθυμεῖν, ὡς τὸ χρήματα ἔχειν. Ἐπὶ δὲ τῆς τῶν σωμάτων ἐπιθυμίας οὐχ οὕτως, ἀλλὰ καὶ εὐνουχισθέντες πολλοὶ τὴν ἔνδον ἐνοχλοῦσαν πυρὰν οὐκ ἀπέβαλον· ἡ γὰρ ἐπιθυμία ἐν ἑτέροις κεῖται ὀργάνοις, ἔνδον ἐν τῇ φύσει ἐγκειμένη. Τίνος οὖν ἕνεκεν ἡμῖν ταῦτα εἴρηται; Ὅτι οἱ πλεονέκται τῶν πορνευόντων ἀκολαστότεροι, ὅσῳ ὑπὸ ἐλάττονος ἐνοχλοῦνται ἐπιθυμίας· μᾶλλον δὲ οὐδὲ ἐπιθυμίας τὸ πρᾶγμά ἐστιν, ἀλλὰ ῥᾳθυμίας. Ἐνταῦθα μὲν γὰρ οὕτως ἐστὶν ἡ ἐπιθυμία φυσικὴ, ὥστε κἂν γυναικί τις μὴ πλησιάζῃ, ἡ φύσις τὸ αὑτῆς ποιεῖ καὶ ἐργάζεται· ἐκεῖ δὲ οὐδὲν τοιοῦτον γίνεται. Καὶ εὐσεβῶς, φησὶ, ζήσωμεν ἐν τῷ νῦν αἰῶνι. Καὶ τίς ἡ ἐλπίς; τί τὸ ἔπαθλον τῶν πόνων; Προσδεχόμενοι, φησὶ, τὴν μακαρίαν ἐλπίδα καὶ ἐπιφάνειαν. Ὄντως γὰρ οὐδὲν ἐκείνης μακαριώτερον, οὐδὲν ζηλωτότερον· καὶ ταῦτα λόγοι παραστῆσαι οὐ δύνανται· καὶ γὰρ νοῦν ὑπερβαίνει τὰ τότε ἀγαθά. Προσδεχόμενοι, φησὶ, τὴν μακαρίαν ἐλπίδα καὶ ἐπιφάνειαν τῆς δόξης τοῦ μεγάλου Θεοῦ καὶ Σωτῆρος ἡμῶν. Ποῦ εἰσιν οἱ τοῦ Πατρὸς ἐλάττονα τὸν Υἱὸν λέγοντες; Τοῦ μεγάλου, φησὶ, Θεοῦ καὶ Σωτῆρος. Ὁ τοὺς ἐχθροὺς σώσας, τί οὐκ ἐργάσεται τότε [οὐκ] εὐδοκιμοῦντας λαβών; Τοῦ μεγάλου, φησὶ, Θεοῦ. Τὸ μέγας ἐπὶ Θεοῦ ὅταν λέγῃ, οὐ πρός τι μέγας φησὶν, ἀλλ' ἀπολύτως μέγας, μεθ' ὃν οὐκ ἂν εἴη μέγας, ἐπεὶ πρός τι ἐστίν. Εἰ δὲ πρός τι, κατὰ σύγκρισιν, καὶ οὐ φύσει μέγας· νῦν δὲ ἀσυγκρίτως μέγας. Ὃς ἔδωκεν ἑαυτὸν ὑπὲρ ἡμῶν, φησὶν, ἵνα λυτρώσηται ἡμᾶς ἀπὸ πάσης ἀνομίας καὶ καθαρίσῃ ἑαυτῷ λαὸν περιούσιον, τουτέστιν, ἐξειλεγμένον, οὐδὲν ἔχοντα κοινὸν πρὸς τοὺς λοιπούς. Ζηλωτὴν καλῶν ἔργων. Ὁρᾷς ὅτι καὶ τῶν παρ' 62.691 ἡμῶν δεῖ. Οὐχ ἁπλῶς ἔργων, ἀλλὰ ζηλωτὴν, τουτέστι, μετὰ προθυμίας πολλῆς ἐπ' αὐτὴν ἰόντα τὴν ἀρετὴν, μετὰ σφοδρότητος τῆς προσηκούσης. Τὸ μὲν οὖν βεβαρημένους τοῖς κακοῖς καὶ ἀνίατα νοσοῦντας ἀπαλλάξαι, τῆς ἐκείνου φιλανθρωπίας ἦν· τὰ δὲ, μετὰ ταῦτα, καὶ ἡμῶν καὶ ἐκείνου. Ταῦτα λάλει καὶ παρακάλει, καὶ ἔλεγχε μετὰ πάσης ἐπιταγῆς. -Ταῦτα λάλει καὶ παρακάλει. γʹ. Ὁρᾷς πῶς Τιμοθέῳ μὲν προστάττει, καί φησιν, Ἔλεγξον, ἐπιτίμησον, παρακάλεσον· ἐνταῦθα δὲ, Ταῦτα λάλει καὶ παρακάλει, καὶ ἔλεγχε μετὰ πάσης ἐπιταγῆς; Ἐπειδὴ τὸ ἦθος τούτων σκληρότερον ἦν, διὰ τοῦτο καὶ ἀποτόμως καὶ μετὰ πάσης ἐπιταγῆς ἐλέγχειν ἐπιτάττει. Ἔστι γὰρ τῶν ἁμαρτημάτων, ἃ καὶ ἐπιτάγμασιν ἀπείργειν χρή· οἷον, τὸ μὲν χρημάτων καταφρονεῖν παραινοῦντας δεῖ πείθειν, καὶ τὸ ἐπιεικεῖς εἶναι, καὶ ὅσα τοιαῦτα· τὸν δὲ μοιχὸν, τὸν πόρνον, τὸν πλεονέκτην μετ' ἐπιταγῆς ἐπὶ τὸ