22
λογισμὸς, καὶ ὥσπερ πλοῖον ἀσφαλές ἐστιν ἡ πίστις. βʹ. Τοὺς ἐκτραπέντας τοίνυν ἐκεῖθεν ἀνάγκη ναυαγεῖν, καὶ δείκνυσι τοῦτο ἀπὸ τοῦ ὑποδείγματος. Ὧν ἐστιν Ὑμέναιος, φησὶ, καὶ Ἀλέξανδρος. Καὶ ἀπὸ τούτων ἡμᾶς σωφρονίζει. Ὁρᾶτε πῶς ἐξ ἐκείνων τῶν χρόνων ἦσαν οἱ παραδιδάσκοντες, οἱ πολυπραγμονοῦντες, οἱ τῆς πίστεως ἀπεχόμενοι, οἱ ζητοῦντες λογισμοῖς οἰκείοις; Ὁ ναυαγῶν γυμνὸς καὶ πάντων ἐστὶν ἔρημος· οὕτω καὶ ὁ τῆς πίστεως ἐκπεσὼν οὐδὲν ἔχει λοιπὸν, οὐχ ὅπου στῇ, οὐχ ὅπου κατάσχῃ· οὐ βίον ἔχει, δι' οὗ κερδαίνῃ τι ἐκεῖθεν· τῆς γὰρ κεφαλῆς διεφθαρμένης, τί τοῦ λοιποῦ σώματος ὄφελος; Εἰ γὰρ ἡ πίστις βίου χωρὶς οὐδέν ἐστι, πολλῷ μᾶλλον τοὐναντίον. Εἰ τῶν αὑτοῦ καταφρονεῖ ὁ Θεὸς δι' ἡμᾶς, πολλῷ μᾶλλον ἡμᾶς τῶν ἡμετέρων δι' αὐτὸν χρὴ καταφρονεῖν. Οὕτω γάρ ἐστιν, ὅταν τις ἐκπέσῃ τῆς πίστεως· οὐδαμοῦ ἵσταται, ἀλλὰ ἄλλην ἄλλως νήχεται, ἕως ἂν καταποντισθῇ πάλιν. Οὓς παρέδωκα, φησὶ, τῷ Σατανᾷ, ἵνα παιδευθῶσι μὴ βλασφημεῖν. Ὁρᾷς ὅτι βλασφημία ἐστὶ τὸ λογισμοῖς ζητεῖν τὰ θεῖα; Εἰκότως· τί γὰρ ἂν ἔχοι κοινὸν λογισμὸς ἀνθρώπινος πρὸς ἐκεῖνα; Πῶς δὲ ὁ Σατανᾶς αὐτοὺς παιδεύει μὴ βλασφημεῖν; εἰ γὰρ τοὺς ἄλλους παιδεύει μὴ βλασφημεῖν, πολλῷ μᾶλλον ἑαυτὸν ἐχρῆν· εἰ δὲ ἑαυτὸν μέχρι τοῦ νῦν οὐ δύναται παιδεῦσαι, οὐδὲ τοὺς ἄλλους. Οὐκ εἶπεν, Ἵνα παιδεύσῃ αὐτοὺς μὴ βλασφημεῖν, ἀλλ', Ἵνα παιδευθῶσι μὴ βλασφημεῖν. Οὐκ ἐκεῖνος τοῦτο ἐργάζεται, ἀλλὰ τοῦτο ἐκβαίνει· ὥσπερ οὖν καὶ ἀλλαχοῦ φησιν ἐπὶ τοῦ πεπορνευκότος· Παράδοτε τὸν τοιοῦτον τῷ Σατανᾷ εἰς ὄλεθρον τῆς σαρκός· οὐχ ἵνα σώσῃ τὸ σῶμα, ἀλλ' ἵνα σωθῇ τὸ πνεῦμα· τοῦτο δὲ ἀπρόσωπόν ἐστι. Πῶς οὖν τοῦτο γίνεται; Ὥσπερ οὖν οἱ δήμιοι μυρίων γέμοντες κακῶν τοὺς ἄλλους σωφρονίζουσιν, οὕτω καὶ ἐνταῦθα ἐπὶ τοῦ πονηροῦ δαίμονος. Καὶ διὰ τί μὴ σὺ αὐτοὺς ἐκόλασας, ὥσπερ ἐκεῖνον τὸν Βαριησοῦν, ὥσπερ Κηφᾶς Ἀνανίαν, ἀλλὰ τῷ Σατανᾷ παρέδωκας; Οὐχ ἵνα κολασθῶσιν, ἀλλ' ἵνα παιδευθῶσι. Καίτοι καὶ οὗτος ἔχει ἰσχὺν, ὡς ὅταν λέγῃ· Τί θέλετε, ἐν ῥάβδῳ ἔλθω πρὸς ὑμᾶς; καὶ πάλιν· Οὐχ ἵνα ἡμεῖς δόκιμοι ὦμεν, ἀλλ' ἵνα ὑμεῖς τὸ καλὸν ποιῆτε· καὶ πάλιν, Οὐκ εἰς καθαίρεσιν, ἀλλ' εἰς οἰκοδομήν. Τί οὖν τὸν Σατανᾶν καλεῖ πρὸς τὴν τιμωρίαν; Ἵνα μετὰ τῆς σφοδρότητος καὶ τῆς κολάσεως καὶ ἡ ὕβρις ᾖ μείζων· μᾶλλον δὲ τοὺς μὲν ἀπίστους αὐτοὶ ἐπαίδευον, τοὺς δὲ ἐκτραπέντας τῷ Σατανᾷ παρεδίδουν. Τί δήποτε δὲ Πέτρος τὸν Ἀνανίαν; καὶ γὰρ ὁ Ἀνανίας ἄπιστος ἦν ἔτι πειράζων. Ἵνα μάθωσι τοίνυν οἱ ἄπιστοι, ὅτι οὐ δύνανται λαθεῖν, διὰ τοῦτο δι' ἑαυτῶν αὐτοὺς ἐτιμωροῦντο· τοὺς δὲ τοῦτο μαθόντας λοιπὸν, εἶτα ἐκτραπέντας, τῷ Σατανᾷ παρεδίδουν, δεικνύντες ὅτι οὐκ οἰκείᾳ δυνάμει, ἀλλὰ τῇ αὐτῶν φυλακῇ συνείχοντο, καὶ παρεδίδοντο ὅσοι εἰς ἀπόνοιαν ἤρθησαν. Καθάπερ οὖν ἐπὶ τῶν βασιλέων, τοὺς μὲν πολεμίους καὶ οἰκείαις σφάττουσι χερσὶ, τοὺς δὲ ὑφ' ἑαυτοὺς τοῖς δημίοις παραδιδόασιν, οὕτω καὶ ἐνταῦθα. ∆είκνυται δὲ ἀπὸ τούτου, ὅτι διὰ τὴν τῶν ἀποστόλων φυλακὴν τοῦτο ἐγίνετο· ἄλλως δὲ οὐδὲ μικρὸν ἦν τὸ δύνασθαι ἐπιτάττειν τῷ διαβόλῳ· τοῦτο γὰρ δεικνύντος ἦν, ὅτι δουλεύει καὶ εἴκει καὶ ἄκων τοῖς ἀποστόλοις ὁ διάβολος. Ὥστε οὐκ ἔλαττον εἰς χάριν τοῦτο ἦν. Πῶς δὲ παρέδωκεν, ἄκουσον. Συναχθέντων ὑμῶν, φησὶ, καὶ τοῦ ἐμοῦ Πνεύματος σὺν τῇ δυνάμει τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, παράδοτε τὸν τοιοῦτον τῷ Σατανᾷ. Ἐξεβάλλετο οὖν 62.529 εὐθέως τοῦ κοινοῦ συνεδρίου, ἀπεσχίζετο τῆς ἀγέλης, ἐγίνετο ἔρημος καὶ γυμνὸς, παρεδίδοτο τῷ λύκῳ. Ὥσπερ γὰρ ἡ νεφέλη τὸ στρατόπεδον τῶν Ἑβραίων, οὕτω τὴν Ἐκκλησίαν τὸ Πνεῦμα ἐγνώριζεν. Εἴ τις τοίνυν ἐκτὸς ἐγίνετο, κατεκαίετο· ἐγίνετο δὲ ἐκτὸς τῇ κρίσει τῶν ἀποστόλων. Οὕτω καὶ ὁ Κύριος παρέδωκε τὸν Ἰούδαν τῷ Σατανᾷ· εὐθέως γὰρ μετὰ τὸ ψωμίον εἰσῆλθεν εἰς ἐκεῖνον ὁ Σατανᾶς. Ἔστι δὲ καὶ τοῦτο εἰπεῖν, ὅτι οὓς μὲν διορθώσασθαι ἐβούλοντο, οὐκ ἐκόλαζον αὐτοί·