22
διάφορος δὲ ἡ γνώμη. Ἀλλ' ἡ τοῦ Ἰὼβ φαύλη; Ἀλλ' ἡ Σωσάννα καλή. Ἀλλ' ἡ Αἰγυπτία ἀκόλαστος; Ἀλλ' ἡ Σάρρα κοσμία. Εἶδες ἐκείνην; Βλέπε καὶ ταύτην· ἐπεὶ καὶ ἐν ἀνδράσιν οἱ μὲν φαῦλοι, οἱ δὲ σπουδαῖοι. Καλὸς ὁ Ἰωσήφ, οἱ δὲ πρεσβύτεροι ἀκόλαστοι. Εἶδες πανταχοῦ κακίαν καὶ ἀρετήν, μὴ τῇ φύσει ταῦτα κρινόμενα, ἀλλὰ τῇ γνώμῃ διαιρούμενα. Μή μοι προφάσεις; Ἀλλ' ἐπὶ τὰ χρέα καὶ τὴν καταβολὴν σπεύδωμεν. "Καὶ ἐγένετο τοῦ ἐνιαυτοῦ, οὗ ἀπέθανεν Ὀζίας ὁ βασιλεύς." Μέλλω λέγειν διὰ τί ὁ προφήτης ἐπισημαίνεται τὸν καιρόν· ἐζητοῦμεν γὰρ χθές, τί δήποτε τῶν προφητῶν ἁπάντων τὸν καιρὸν τῆς ζωῆς τῶν βασιλέων εἰωθότων λέγειν, καὶ αὐτοῦ τούτου, ἐνταῦθα τὸ ἔθος ἐλύθη· καὶ οὐ λέγει· ἐν ταῖς ἡμέραις Ὀζίου, ἀλλ' ἐν τῇ τελευτῇ Ὀζίου. Τοῦτο λῦσαι βούλομαι σήμερον. Εἰ γὰρ καὶ πολὺ τὸ καῦμα, ἀλλὰ μείζων ἡ δρόσος τοῦ λόγου· εἰ γὰρ βιάζεται τὸ σῶμα μαλακιζόμενον, ἀλλ' ἀκμάζουσα ἡ ψυχὴ εὐφραίνεται. Μή μοι λέγε καῦμα καὶ ἱδρῶτα· ἐὰν ἱδρώσῃς τῷ σώματι, σμήχεις σου τὴν διάνοιαν. Οἱ παῖδες οἱ τρεῖς ἐν καμίνῳ ἦσαν καὶ οὐδὲν ἔπασχον, ἀλλ' ἡ κάμινος δρόσος ἐγένετο. Ὅταν ἐννοήσῃς ἱδρῶτα, ἐννόει καὶ τὸν μισθὸν καὶ τὴν ἀμοιβήν. Καὶ γὰρ κολυμβητὴς ἄνθρωπος δι' οὐδὲν ἄλλο κατατολμᾷ εἰς τὸ βάθος ἑαυτὸν καταβαλεῖν τῶν ὑδάτων ἢ διὰ μαργαρίτας, τοῦ πολέμου τὴν ὑπόθεσιν. Ἀλλ' οὐ τὴν ὕλην διαβάλλω, ἀλλὰ τὴν ἀκόλαστον γνώμην. Καὶ σύ, ἵνα λάβῃς θησαυρὸν ἀνελλιπῆ καὶ φυτεύσῃς ἄμπελον ἐν τῇ ψυχῇ σου, οὐκ ἀνέχῃ καύματος, οὐδὲ ἱδρῶτος; Οὐχ ὁρᾷς τοὺς ἐν θεάτρῳ καθημένους, πῶς ἱδροῦσιν καὶ γυμνῇ τῇ κεφαλῇ τὴν ἀκτῖνα δέχονται, ἵνα γένωνται θανάτου αἰχμάλωτοι, ἵνα πόρνης δοῦλοι; Εἰς ἀπώλειαν ἐκεῖνοι κάμνουσιν, καὶ σὺ εἰς σωτηρίαν ἐκλύῃ; Ἀθλητὴς εἶ καὶ στρατιώτης. Μὴ τοίνυν κάμνε πρὸς τοὺς κινδύνους, ἀλλ' εὐψύχως διάφερε τοὺς ἀγῶνας. Τίς οὖν ἐστιν ὁ Ὀζίας ἐκεῖνος καὶ διὰ τί τὴν τελευτὴν αὐτοῦ ταύτην εἶπεν; Οὗτος ὁ Ὀζίας βασιλεὺς ἦν καὶ ἀνὴρ δίκαιος καὶ πολλοῖς κομῶν τοῖς κατορθώμασιν· ἀλλ' ὕστερόν ποτε εἰς ἀπόνοιαν ἦλθεν, εἰς ἀπόνοιαν, τὴν μητέρα τῶν κακῶν, εἰς ἀλαζονείαν, τὸν θόρυβον τῶν νοσούντων, εἰς ὑπερηφανίαν, τὴν ἀπώλειαν τοῦ διαβόλου. Οὐδὲν γὰρ ἀπονοίας χεῖρον· διὰ τοῦτο καὶ τὸν λόγον ἅπαντα εἰς τοῦτο κατηναλώσαμεν χθές, τὴν ἀπόνοιαν καθαιροῦντες καὶ τὴν ταπεινοφροσύνην διδάσκοντες. 4.4 Εἴπω σοι πόσον ἀγαθὸν ταπεινοφροσύνη καὶ πόσον κακὸν ἀπόνοια; Ἁμαρτωλὸς δίκαιον ἐνίκησεν, ὁ τελώνης τὸν φαρισαῖον, καὶ ῥήματα ἔργων περιεγένοντο. Πῶς ῥήματα; Ὁ τελώνης λέγει· "Ὁ Θεός, ἱλάσθητί μοι τῷ ἁμαρτωλῷ." Ὁ φαρισαῖος λέγει· "Οὐκ εἰμὶ ὡς οἱ πολλοὶ τῶν ἀνθρώπων ἅρπαξ ἢ πλεονέκτης." Ἀλλὰ τί; "Νηστεύω δὶς τῆς ἑβδομάδος, ἀποδεκατῶ μου τὰ ὑπάρχοντα." Ὁ φαρισαῖος ἔργα ἔδειξε δικαιοσύνης· ὁ τελώνης ῥήματα εἶπε ταπεινοφροσύνης, καὶ λόγοι ἔργων περιεγένοντο καὶ ὁ τοσοῦτος θησαυρὸς ἐξεφυσήθη καὶ ἡ τοσαύτη πενία εἰς πλοῦτον μετεβλήθη. Ἦλθον δύο πλοῖα ἔχοντα γόμον· εἰσῆλθον ἀμφότερα εἰς τὸν λιμένα· ἀλλ' ὁ μὲν τελώνης καλῶς τῷ λιμένι προσωρμίσθη, ὁ δὲ φαρισαῖος ναυάγιον ὑπέμεινεν, ἵνα μάθῃς πόσον κακὸν ἡ ἀπόνοια. ∆ίκαιος εἶ; Μὴ ταπεινώσῃς τὸν ἀδελφόν σου. Κομᾷς κατορθώμασιν; Μὴ ὀνειδίσῃς τῷ πλησίον καὶ ὑποτέμῃς σου τὸ ἐγκώμιον. Ὅσον μέγας εἶ, τοσοῦτον ταπείνου σαυτόν. Καὶ πρόσεχε μετ' ἀκριβείας τί λέγω, ἀγαπητέ. Μᾶλλον ὁ δίκαιος ὀφείλει φοβεῖσθαι τὴν ἀπόνοιαν ἢ ὁ ἁμαρτωλόςτοῦτο καὶ χθὲς εἶπον, καὶ τήμερον λέγω διὰ τοὺς χθὲς ἀπολειφθέντας διότι ὁ ἁμαρτωλὸς ἔχει τὸ συνειδὸς κατηγοροῦν αὐτοῦ καὶ ἀνάγκη ταπεινοφρονεῖν αὐτόν, ὁ δὲ δίκαιος ἐπαίρεται κατορθώμασιν. Ὥσπερ οὖν ἐπὶ τῶν πλοίων, οἱ μὲν ἔχοντες κενὸν πλοῖον οὐ δεδοίκασι πειρατῶν σύστημαοὐ γὰρ ἔρχονται διατρῆσαι τὸ πλοῖον τὸ μηδὲν ἔχον, οἱ δὲ φόρτου γέμον ἔχοντες πλοῖον