ἀληθέσι πιστεύουσιν, ὅτι δεῖ εἰς τὰ μέτρα τῆς ἀπαθείας καὶ ἐλευθερίας φθάσαι τὸν ἀληθῶς προσεληλυθότα δουλεύειν τῷ θεῷ. ἐπειδὴ ἐκεῖ προτρέπεται ὁ κύριος κἀκεῖ παρακαλεῖ τοὺς ἀκολουθοῦντας αὐτῷ λέγων· Γίνεσθε οὖν ὑμεῖς τέλειοι, ὡς ὁ πατὴρ ὑμῶν ὁ οὐράνιος, παντελῆ καθαρότητα ἐν ἡμῖν γίνεσθαι διδάσκων· καὶ πάλιν· Θέλω ἵνα ὅπου εἰμὶ ἐγώ, καὶ οὗτοι ὦσι μετ' ἐμοῦ, ἵνα θεωρῶσι τὴν δόξαν τὴν ἐμήν· καὶ τὸ τοῦ ἀποστόλου δέ· Ἵνα παραστήσωμεν πάντα ἄνθρωπον τέλειον ἐν Χριστῷ· καὶ τὸ Μέχρι καταντήσωμεν οἱ πάντες εἰς τὴν ἑνότητα τῆς πίστεως καὶ τῆς ἐπιγνώσεως τοῦ υἱοῦ τοῦ θεοῦ εἰς ἄνδρα τέλειον, εἰς μέτρον ἡλικίας τοῦ πληρώματος τοῦ Χριστοῦ. ἀγωνιζόμενοι οὖν παντὶ τρόπῳ καὶ τρέχοντες ἀδιαλείπτως τὸν καλὸν τῶν ἀγαθῶν ἐπιτηδευμάτων δρόμον καὶ πονοῦντες περὶ τὰς ἀρετὰς πάντοτε οὐχ ἡγήσονται ἑαυτοὺς εἶναί τι, ἅτε δὴ μηδέπω φθάσαντες εἰς ὃ κέκληνται μέτρον, ἀλλ' ἀδοκίμους καὶ ταλαιπώρους καὶ μὴ κατειληφότας διὰ τὴν ὑπερβολὴν τῆς κτήσεως τοῦ πνευματικοῦ πλούτου ἡγήσονται, καίπερ ὄντες τίμιοι καὶ δόκιμοι καὶ ἀγωνισταί· οὕτως δὲ περὶ ἑαυτῶν ταπεινοφρονοῦντες† τῆς κακίας καὶ οἰήσεως καὶ ὄκνου καὶ ῥᾳθυμίας παντελῶς ἐκφεύξονται, καὶ ὅσον εἰς μέγα δικαιοσύνης μέτρον ἐξ ἀνάγκης χωροῦσι διὰ τὴν πολλὴν ἔπειξιν καὶ σπουδὴν καὶ τὸν ἀνένδοτον ἀγῶνα, εἰ καὶ εἰς τὴν τελειότητα 294 φθάσαι διὰ τὸν ὑπερβάλλοντα πλοῦτον οὔπω δύνανται. ∆ιὰ τριῶν οὖν τρόπων τὴν οἰκοδομήν, ὡς εἴρηται, καὶ τὴν ὠφέλειαν οἱ τούτῳ ἐχόμενοι τῷ φρονήματι πορίζονται. οἱ δὲ τὸν χριστιανισμὸν ὡς ἔτυχε μικρὸν νομίσαντες εἶναι καὶ μὴ ἀνερευνῶντες τὸ ἀκρότατον τοῦ πνευματικοῦ σκοποῦ καὶ τί τὸ θέλημα τοῦ θεοῦ τὸ ἀγαθὸν καὶ εὐάρεστον καὶ τέλειον καὶ τὴν ἀκριβῆ τῶν ἄκρων ἐντολῶν παραγγελίαν μὴ ἀναζητοῦντες, ἀλλὰ ἀδιαφόρως καὶ ὡς ἔτυχε τοῖς τοῦ κυρίου λόγοις καὶ καταφρονητικῶς προσέχοντες, ἰδίῳ λογισμῷ ὑπολήψεως ματαίας πληροφορούμενοι πρὸς φόβον ἀνθρώπων ἁπλῶς εἰρῆσθαι τὰς εὐαγγελικὰς ἐντολὰς νομίζουσιν καὶ οὐκ αὐτῆς τῆς ἀληθείας ἕνεκα βεβαιοῦνται τὸν τοῦ κυρίου λόγον ὅτι Ὁ οὐρανὸς καὶ ἡ γῆ παρελεύσονται, οἱ δὲ λόγοι μου οὐ μὴ παρέλθωσιν. οὕτως ἀσείστους καὶ ἑδραίους καὶ ἀληθεῖς τοὺς λόγους αὐτοῦ εἶναι διδάξαντος οἱ τοιούτῳ λογισμῷ καὶ φρονήματι πειθόμενοι πάλιν καὶ αὐτοὶ [διὰ τριῶν πραγμάτων καὶ] διὰ τριῶν τρόπων τὸ μέγιστον βλάβος καὶ ζημίαν τῇ ψυχῇ προσκομίζουσι. πρῶτον, ὅτι εἰς τὰς θεοπνεύστους γραφὰς ἀπιστοῦντες ψεύστην καὶ οὐκ ἀληθῆ τὸν θεὸν συνιστῶσι. δεύτερον, ὅτι μὴ ἔχοντες τὸν μείζονα καὶ τέλειον τοῦ χριστιανισμοῦ σκοπὸν εἰς ὃν οὐδέπω †κατειλήφασιν, 295 ἑαυτοὺς εἶναι τι ἡγούμενοι πόνον καὶ ἀγῶνα καὶ σπουδὴν καὶ πεῖναν καὶ δίψαν τῆς δικαιοσύνης ἔχειν οὐ δύνανται, ἀλλὰ χαυνότητα καὶ ἀμεριμνίαν καὶ νωθρείαν διὰ τῆς ὀλιγωρίας καὶ ματαίας πληροφορίας κτῶνται. τρίτον, ὅτι οἰόμενοι καλῶς ἑστάναι δι' ὀλίγας τινὰς ἀρετάς, μὴ ἀφορῶντες εἰς τὸ τέλειον τοῦ χριστιανισμοῦ μέτρον, εἰς ὃ ἀποβλέποντες καὶ ἑαυτοὺς δόντες μηδέπω ἐφθακέναι οἴδασι, ταπείνωσιν καὶ πτωχείαν καὶ σύντριψιν καρδίας κεκτῆσθαι [ἑαυτοὺς εἰδότες] οὐ δύνανται διὰ τὸ τοῖς ἐξωτέροις σχήμασι καὶ ἤθεσιν ἢ ἐπὶ ὀλίγοις τισὶ κατορθώμασιν ἑαυτοὺς πληροφορῆσαι· καὶ οὕτως ἀπομένουσι τῆς μακαρίας ἐλπίδος καὶ κλήσεως τῆς τοῦ κυρίου τελειότητος καὶ τῆς τῶν παθῶν παντελοῦς καθάρσεως, καὶ ἑαυτοὺς δικαιοῦντες δι' ὀλίγας τινὰς ἀρετὰς καὶ ὡς κατειληφότας καὶ ὄντας τι ἑαυτοὺς ἡγούμενοι, προκοπὴν ὁσημέραι καὶ αὔξησιν πνευματικὴν ἀκολούθως οὐ λαμβάνουσι διὰ τὸ μὴ ἔχειν πόνον καὶ ἀγῶνα καὶ θλῖψιν καὶ σύντριψιν καρδίας· οἱ γὰρ πόνον καὶ ἀγῶνα καὶ θλῖψιν διὰ τὴν βασιλείαν καὶ πεῖναν καὶ δίψαν τῆς δικαιοσύνης μὴ ἔχοντες ἀδυνατοῦσιν εἰς τὸ τέλειον φθάσαι, καὶ εἰ αὔξησίν τινα ἢ προκοπὴν δέξασθαι δυνήσονται. Ἢ καὶ ἑτέρᾳ ὑποθέσει χρησώμεθα· ὥσπερ ἐάν τισιν