1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

22

προϊὸν δὲ κατὰ μέρος ψύχεσθαι, καὶ προκόπτον ἐξυδατοῦσθαι. ἵνα δὲ καὶ ἄλλα τινὰ δοκοῦντα εἶναι ἄτοπα διαφύγῃ καὶ πρὸς τούτοις τὸ τὰ ὑψηλότερα καὶ πολὺ τῆς γῆς ἀφεστῶτα ψυχρότερα φαίνεσθαι, διττὴν ὑπέθετο τὴν φύσιν αὐτοῦ. πάντα δὲ τὰ σώματα τὴν γένεσιν ἐκ τῆς συνόδου τῶν τεσσάρων τούτων στοιχείων ἔχει, τά τε τῶν φυτῶν καὶ τὰ τῶν ζῴων· τῆς φύσεως τὰ καθαρώτατα τῶν στοιχείων εἰς τὴν γένεσιν τούτων τῶν σωμάτων ἑλκούσης. καλεῖ δὲ ταῦτα τὰ σώματα Ἀριστοτέλης φυσικά· οὐ κατὰ σωρείαν συντιθεμένων αὐτῶν ἀλλ' ὅλων δι' ὅλου εἰς ἕνωσιν ἀνακιρναμένων καὶ ἕν τι καὶ ἄλλο παρ' ἑαυτὰ ποιούντων τὸ σῶμα· οὕτω γὰρ ἥνωται ὡς μὴ οἷόν τε εἶναι διακρῖναι αὐτά· μηδὲ ἰδίᾳ μὲν θεάσασθαι τὴν γῆν, ἰδίᾳ δὲ τὸ ὕδωρ καὶ τὸν ἀέρα καὶ τὸ πῦρ, τῷ ἕν τι καὶ ἄλλο παρὰ ταῦτα ἐκ τῆς συνόδου τῶν τεσσάρων γεγενῆσθαι, ὡς ἐπὶ τῆς τετραφαρμάκου. καὶ γὰρ ἐκεῖ ἄλλο ἡ τετραφάρμακος παρὰ τὰ ἐξ ὧν σύγκειται, οὐχ ὁμοίως μέντοι. οὐ γὰρ κατὰ παράθεσιν τὴν τῶν λεπτομερεστάτων, ὡς ἐν τῇ τετραφαρμάκῳ, τὰ στοιχεῖα ποιεῖ τὰ σώματα· ἀλλὰ κατὰ μεταβολὴν καὶ ἑνότητα. πάλιν δὲ εἰς τὰ στοιχεῖα ἀναλύεται τὰ σώματα φθειρόμενα, καὶ τούτῳ τῷ τρόπῳ διαμένει διηνεκῶς τὰ πάντα καὶ διαρκεῖ πρὸς τὴν τῶν ὄντων γένεσιν μήτε πλεονάζοντά ποτε μήτε μειούμενα· ὅθεν καὶ τὴν ἄλλου γένεσιν ἄλλου φθορὰν εἶναί φασιν καὶ τὴν ἄλλου φθορὰν ἄλλου γένεσιν, οὐ μόνον κατὰ τὴν ψυχὴν ὡς προείρηται ἀλλὰ καὶ κατὰ τὸ σῶμα. Πλάτωνι δὲ δοκεῖ τὰ μὲν τρία στοιχεῖα μεταβάλλειν εἰς ἄλληλα. τὴν δὲ γῆν ἀμετάβλητον μένειν. ἀπεικάζων γὰρ ἑκάστῳ στοιχείῳ τὰ στερεώματα τῶν εὐθυγράμμων σχημάτων (τῇ μὲν γῇ τὸ κυβικὸν σχῆμα ἐπειδὴ ἀκινητότατον τῶν λοιπῶν ἐστιν, ὕδατι δὲ τῶν λοιπῶν τὸ δυσκινητότατον τὸ εἰκοσάεδρον, τὸ δὲ εὐκινητότατον τὸ πυραμοειδὲς τῷ πυρί, τὸ δὲ ὀκτάεδρον τῷ ἀέρι, ὅπερ ἐστὶν εὐκινητότερον μὲν ὕδατος δυσκινητότερον δὲ πυρός), ἐκ τούτων τῶν σχημάτων ποιεῖται τὴν ἀπόδειξιν τοῦ τὰ μὲν τρία εἰς ἄλληλα μεταβάλλειν, τὴν δὲ γῆν τοῦτο μὴ πάσχειν. τὰ μὲν γὰρ τρία, τήν τε πυραμίδα καὶ τὸ ὀκτάεδρον καὶ τὸ εἰκοσάεδρον, ἐκ σκαληνῶν τριγώνων συνίστασθαι, τὸν δὲ κύβον ἐξ ἰσοπλεύρων τριγώνων. ὅσα τοίνυν ἐκ τῶν σκαληνῶν συνέστη τριγώνων, ταῦτα δύνασθαι διαλυόμενα καὶ πάλιν συνιόντα εἰς ἄλληλα μεταβάλλεσθαι· μήτε δὲ κύβον διαλυθέντα εἴς τι τῶν ἄλλων τριῶν σχημάτων δύνασθαι μεταβάλλειν (ἐξ ἰσοπλεύρων γὰρ τριγώνων συνέστηκεν ἐξ ὧν οὐδὲν τῶν ἄλλων τριῶν συστῆναι δύναται), μήτ' αὖ τι τῶν τριῶν σχημάτων εἰς κύβον. ἀνάγκη οὖν καὶ τὰ εἰδοποιηθέντα σώματα κατὰ τὰ εἴδη ταῦτα οὕτως ἔχειν πρὸς ἄλληλα ὡς ἐκεῖνα εἶχεν. οὐ μὴν ἀπαθὴς ἔμεινεν ἡ γῆ ἀλλὰ διαιρεῖται ὑπὸ τῶν λεπτομερεστέρων σωμάτων ἀναστοιχειουμένη μὲν οὐ μὴν καὶ μεταβαλλομένη εἰς τὰ διαιροῦντα αὐτήν. πάλιν γὰρ συνιοῦσα εἰς ἑαυτὴν ἀποκαθίσταται, ὅπερ φαίνεται ἐν τῷ ὕδατι. ἐὰν γὰρ εἰς ὕδωρ γῆν ὀλίγην βαλὼν ταράξῃς διαλύεται εἰς ὕδωρ ἡ γῆ· ἐὰν δὲ παύσῃ ταράττων στάσιν λαβόντος τοῦ ὕδατος ὑφιζάνει· τὸν αὐτὸν τρόπον καὶ ἐπὶ πάσης τῆς γῆς δεῖ νοεῖν· οὐκ ἔστι δὲ τοῦτο μεταβολὴ ἀλλὰ διάκρισις τῶν μεμιγμένων. λέγει δὲ ὁ Πλάτων καὶ ὑπὸ τῆς ὀξύτητος τοῦ πυρὸς λύεσθαι τὴν γῆν· ἡ δὲ λυθεῖσα φέρεται ἐν αὐτῷ ἢ ἐν ἀέρος ὄγκῳ, δηλονότι ὅταν ἀὴρ αὐτὴν διαλύσῃ, ἢ ἐν ὕδατι ὅταν ὑφ' ὕδατος λυθῇ. λέγει δὲ κατ' ἄλλον τρόπον διαιρῶν ἕκαστον τῶν στοιχείων τρεῖς ποιότητας ἔχειν· τὸ μὲν πῦρ ὀξύτητα μανότητα κίνησιν, τὸ δὲ ἕτερον ἄκρον τῶν στοιχείων τουτέστι τὴν γῆν τὰς ἐναντίας ταύταις ποιότητας ἀμβλύτητα πυκνότητα στάσιν, ὡς εἶναι κατὰ ταύτας τὰς ποιότητας ἐναντία τὴν γῆν καὶ τὸ πῦρ (ὅπερ οὐκ ἦν κατὰ τὰς ἄλλας τὰς ἐν συζυγίᾳ ποιότητας) εἰλῆφθαι δὲ ἀφ' ἑκατέρων τῶν ἄκρων ποιότητας καὶ οὕτως τὰ μέσα στοιχεῖα γεγενῆσθαι· λαμβάνονται γὰρ τοῦ μὲν πυρὸς δύο ποιότητες, ἡ μανότης καὶ ἡ κίνησις, μία δὲ τῆς γῆς, ἡ μανότης, καὶ συνίστα ται ὁ ἀὴρ εἰδοποιοὺς ἔχων ποιότητας ἀμβλύτητα μανότητα κίνησιν. πάλιν δύο λαμβάνονται ποιότητες τῆς γῆς, ἀμβλύτης καὶ πυκνότης· τοῦ δὲ πυρὸς μία μόνη ἡ