1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

23

αἱ δωρεαὶ ὑπογράφονται, καὶ νύμφην ἑαυτῷ τὴν ἡμετέραν ψυχὴν λαμβάνει ὁ ποιήσας αὐτὴν, κατὰ Παῦλον ἐπιστέλλοντα· "Ἡρμοσάμην ὑμᾶς ἑνὶ ἀνδρὶ παρθένον ἁγνὴν παραστῆσαι τῷ Χριστῷ." Καὶ τί δὲ συντόμως τὸ μεῖζον οὐ λέγω ἐν αὐτῇ; Ὃν οὐ τολμῶσιν οἱ ἐν οὐρανοῖς Πατέρα καλεῖν, ἡμεῖς μανθάνομεν ἐπὶ γῆς καλεῖν, μηδένα φοβούμενοι. Καὶ τοῦτό ἐστιν, ὃ ἐν κ ϛʹ ᾄδεται ψαλμῷ· "Ὁ πατήρ μου καὶ ἡ μήτηρ μου ἐγκατέλιπόν με·" οὐ γὰρ, φησὶν, ἔμειναν ἀθάνατοι Ἀδὰμ καὶ Εὔα· "ὁ δὲ Κύριος προσελάβετό με." Καὶ ἔδωκέ μοι, φησὶ, μητέρα τὴν κολυμβήθραν, πατέρα τὸν Ὕψιστον, ἀδελφὸν τὸν δι' ἡμᾶς βαπτισθέντα Σωτῆρα. Νῦν οὖν οἶδα ἀληθῶς γεννηθεὶς ὁμοῦ καὶ σωθεὶς, ὅτε μηκέτι ἀκούω· "Κλαύσατε τεθνηκότα, ὅτι ἐξέλιπε φῶς·" ἀλλὰ τὴν εὐκταίαν φωνήν· "∆εῦτε, πάντες οἱ κεκοπιακότες καὶ πεφορτισμένοι, κἀγὼ ἀναπαύσω ὑμᾶς," ἀλείψας, λούσας, ἐνδύσας ἕκαστον ἀδιασπάστως ὅλον ἐμαυτὸν, καὶ θρέψας τῷ σώματί μου καὶ τῷ αἵματι. ΚΕΦ. Ι∆ʹ. Περὶ τοῦ ἀπὸ καταβολῆς κόσμου τὰ ὕδατα ἡγιά σθαι ὑπὸ τοῦ ἁγίου Πνεύματος, καὶ προοικο νομεῖσθαι ἡμῖν τὴν ἀπὸ τοῦ βαπτίσματος σω τηρίαν. Καὶ περὶ τοῦ Ἰσραηλίτας σωτηρίας τετυχηκέναι ἀπὸ τῆς οὔσης ποτὲ εἰκόνος τοῦ βαπτίσματος· πολλῷ δὲ πλέον τοὺς νῦν βα πτιζομένους, καὶ προῖκα δικαιουμένους, καὶ μακαριζομένους. Καὶ δὴ καιρὸς ἥκει τῷ λόγῳ, τὰς τῷ θεϊκῷ Πνεύματι καὶ τῷ ἀθανάτῳ βαπτίσματι οἰκείας ἀποδείξεις ἀναλεγόμενον ἐκ μέρους καὶ ἀπὸ τῆς πρεσβυτέρας διαθήκης, ὡς ἂν δύνωμαι, γράφειν. Ἄρξομαι δὲ μικρὸν ἄνωθεν. Ἡ ἀδιαίρετος καὶ ἄῤῥητος Τριὰς, προορῶσα ἐξ αἰῶνος τοῦ ἀνθρωπίνου βίου τὰ ὀλισθηρὰ, ἅμα τῷ παραγαγεῖν ἐκ μὴ ὄντων τὴν ὑγρὰν οὐσίαν, ηὐτρέπισεν ἀνθρώποις τὴν ἐν τοῖς ὕδασιν ἴασιν. Τοιγάρτοι τῇ ἑαυτοῦ ἐπιφορᾷ τὸ ἅγιον Πνεῦμα ἐκ τότε ἁγιάσαν αὐτὰ, καὶ ζωογόνον ἀποτελέσαν φαίνεται. Παντὶ γὰρ πρόδηλον ὑπάρχει, ὡς καὶ τὸ ὑπερκείμενον τῷ ὑποκειμένῳ τῆς οἰκείας με 39.693 ταδίδωσιν, ἵν' οὕτως εἴπω, ποιότητος, καὶ πᾶσα ὑποκειμένη ὕλη, τῆς τοῦ ἐπικειμένου φιλεῖ πως ἁρπάζειν ἰδιότητος. Ὅθεν ἀδιακρίτως παντὶ ὕδατι, καὶ ἐν θαλάττῃ δὲ, ἀνάγκης καταλαβούσης βάπτισμα γίνεται, ὡς μιᾶς τε οὔσης φύσεως ὑδάτων καὶ πάσης ἁγιασθείσης. Ὅπως δὲ τὸ θαλάττιον ὕδωρ ἁλμυρὸν εὑρίσκεται, τοῦ ἑνὸς γένους τῶν ὑδάτων ὑπάρχον, ἑτέρα ἐπιδείξει σὺν Θεῷ φάναι πραγματεία. Αὔταρκες δὲ, εἰς τὸ κινούμενον νυνὶ κεφάλαιον, μνημονεῦσαι τοῦ τε κοσμογράφου Μωϋσέως, ἐξηγουμένου κατὰ λέξιν οὕτως· "Καὶ Πνεῦμα Κυρίου ἐπεφέρετο ἐπὶ τῶν ὑδάτων·" τοῦ τε πνευματοφόρου ∆αυῒδ, ψάλλοντος· "Κύριος ἐπὶ ὑδάτων πολλῶν." Τοῦτο δὲ συνενδείκνυται οὐ μικρῶς, καὶ τὸ ὕπερθεν τῶν Ἰορδανείων ῥείθρων γεγενῆσθαι τὸ ἅγιον Πνεῦμα, τοῦ ∆εσπότου βαπτιζομένου, καὶ μεμενηκέναι ἐπ' αὐτόν. Ὤφθη δὲ τὸ τηνικαῦτα ἐν εἴδει περιστερᾶς. Ἐπειδὴ τὸ ζῶον τοῦτο ἀκέραιόν τέ ἐστι καὶ χολῆς ἐστέρηται. "Γίνεσθε" γὰρ, φησὶν, "ἀκέραιοι ὡς αἱ περιστεραί." Εἴπερ δὲ καὶ ἐκ τῆς συναγομένης ψήφου ἀπὸ τοῦ ὀνόματος τοῦ μνημονευθέντος πτηνοῦ ἐπικουρίαν τινὰ δεῖ τῷ λόγῳ τούτῳ πορίζεσθαι, καὶ αὐτὴ ὑποσημαίνει πως τὸ ἀπερίγραπτον τοῦ ἁγίου Πνεύμα 39.696 τος. Ἔστι γὰρ περιστερὰ μιᾶς καὶ ὀκτακοσίων ψήφου, αἵτινες δηλοῦνται διὰ τοῦ ἄλφα καὶ ω· τὰ δὲ στοιχεῖα ταῦτα ἀρχὴ καὶ τέλος ὅλων καθέστηκε τῶν στοιχείων. Καὶ ὁ κατακλυσμὸς τοίνυν, ὁ τὴν ἀρχαίαν ἀδικίαν ἐκκαθάρας τοῦ κόσμου, προεφήτευεν οἱονεί πως ἐπικεκρυμμένως τὸν ἀπὸ τῆς θείας κολυμβήθρας τῶν ἁμαρτιῶν καθαρισμόν· καὶ ἡ κιβωτὸς αὐτὴ, σώσασα τοὺς ἐν αὐτῇ εἰσφρήσαντας, εἰκὼν τῆς σεπτῆς ἐτύγχανεν Ἐκκλησίας καὶ τῆς ἐντεῦθεν ὑπαρχούσης ἡμῖν ἀγαθῆς ἐλπίδος· καὶ ἡ περιστερὰ, κλάδον ἐλαίας κομίσασα ἐν τῇ κιβωτῷ, καὶ τῆς γῆς τὴν ἀνάδειξιν μηνύσασα, ἐσήμαινε τοῦ ἁγίου Πνεύματος τὴν ἐπιφοίτησιν καὶ τὴν ἄνωθεν διαλλαγήν· σύμβολον γὰρ ἡ ἐλαία τῆς εἰρήνης. Ἀλλὰ καὶ ἡ ἐρυθρὰ θάλαττα εἰσδεξαμένη Ἰσραηλίτας, οὔτ' ἐνδυάσαντας, οὔτ' ἐπ' ἀδήλῳ πιστεύσαντας, καὶ τῶν