23
προσεύχεσθαι ἡμᾶς νενομοθέτηκεν ἐν τοῖς εὐαγγελίοις ὁ κύριος. 273 24, 20 οὐ γὰρ μὴ γένηται ἔκγονα πονηρῶν· λαμπτὴρ δὲ ἀσεβῶν σβεσθήσεται Οὐ γεννήσουσι πονηροὶ ἀρετὰς καὶ δόγματα ὀρθά -ταῦτα γάρ ἐστι γεννήματα τῆς ψυχῆς-διὰ τὸ μὴ φοβεῖσθαι αὐτοὺς τὸν κύριον· οἱ δὲ ὄντες ἐν φόβῳ κυρίου ὅλην τὴν ἡμέραν ἕξουσιν ἔγγονα καὶ ἡ ἐλπὶς αὐτῶν οὐκ ἀποστήσεται. 274 24, 21 φοβοῦ τὸν θεόν, υἱέ, καὶ βασιλέα καὶ μηδετέρῳ αὐτῶν ἀπειθήσῃς «Ἵνα γινώσκωσί σε τὸν μόνον ἀληθινὸν θεὸν καὶ ὃν ἀπέστειλας Ἰησοῦν Χριστόν.» 275 24, 22 ἐξαίφνης γὰρ τείσονται τοὺς ἀσεβεῖς· τὰς δὲ τιμωρίας ἀμφοτέρων τίς γνώσεται; Πῶς οὖν ὁ σωτὴρ ἐν τοῖς εὐαγγελίοις φησίν· «ὁ πατὴρ κρίνει οὐδένα, ἀλλὰ πᾶσαν τὴν κρίσιν δέδωκεν τῷ υἱῷ»; Ἢ ἄλλο μέν ἐστι τιμωρία, ἄλλο δὲ κρίσις. Καὶ τιμωρία μέν ἐστιν στέρησις ἀπαθείας καὶ γνώσεως θεοῦ μετ' ὀδύνης σωματικῆς· κρίσις δέ ἐστιν γένεσις αἰῶνος κατ' ἀναλογίαν ἑκάστῳ τῶν λογικῶν σώματα διανέμοντος. 276 24, 22ξ μάχαιρα γλῶσσα βασιλέως καὶ οὐ σαρκίνη· ὃς δ' ἂν παραδοθῇ συντριβήσεται «Καὶ τὴν μάχαιραν τοῦ πνεύματος, ὅ ἐστιν ῥῆμα θεοῦ.» Τὸ δὲ οὐ σαρκίνη ἀντὶ τοῦ οὐκ αἰσθητή. 277 24, 22δ ἐὰν γὰρ ὀξυνθῇ ὁ θυμὸς αὐτοῦ, σὺν νεύροις ἀνθρώπους ἀναλίσκει Τοὺς παλαιοὺς ἀνθρώπους τοὺς φθειρομένους κατὰ τὰς ἐπιθυμίας τῆς ἀπάτης ἀναλίσκει ἡ μάχαιρα τοῦ θεοῦ, ἵν' ἀποθέμενοι τὸν παλαιὸν ἄνθρωπον ἐνδύσωνται τὸν νέον τὸν κατὰ θεὸν κτισθέντα. 278 24, 22ε.1-2 καὶ ὀστᾶ ἀνθρώπων κατατρώγει καὶ συγκαίει ὥσπερ φλόξ «Πῦρ γὰρ ἦλθον βαλεῖν ἐπὶ τὴν γῆν.» 279 24, 22ε.3 ὥστε ἄβρωτα εἶναι νεοσσοῖς ἀετῶν Οὗτος ἄβρωτός ἐστι τοῖς δαίμοσιν ὁ ὑπὸ τοῦ κυρίου καθαρθεὶς καὶ ἀπεχόμενος ἀπὸ πάσης κακίας.
280 30, 2 ἀφρονέστατος γάρ εἰμι πάντων ἀνθρώπων, καὶ φρόνησις
ἀνθρώπων οὐκ ἔστιν ἐν ἐμοί Ἀφρονέστατον ἑαυτὸν εἶπεν κατὰ στέρησιν τῆς ἀνθρωπίνης φρονήσεως. 281 30, 4.1 τίς ἀνέβη εἰς τὸν οὐρανὸν καὶ κατέβη; «Οὐδεὶς ἀναβέβηκεν εἰς τὸν οὐρανὸν ἄνω, εἰ μὴ ὁ υἱὸς τοῦ ἀνθρώπου ὁ ἀπὸ τοῦ οὐρανοῦ κατελθών.» 282α 30, 4.2-4 τίς συνήγαγεν ἀνέμους ἐν κόλπῳ; τίς συνέστρεψεν ὕδωρ ἐν ἱματίῳ; τίς ἐκράτησεν πάντων τῶν ἄκρων τῆς γῆς; Τίς πίστει ἢ πάντως συνήγαγε τοὺς «ἀπ' ἀνατολῶν καὶ δυσμῶν καὶ βορρᾶ καὶ θαλάσσης» ἐν τῇ γνώσει τῇ τοῦ θεοῦ καὶ δέδωκεν αὐτοῖς θεωρίαν πνευματικὴν ἐναποθεῖναι ταῖς ἀρεταῖς; Καὶ ἄλλως. Τίς διὰ τῆς ἀληθοῦς γνώσεως ἔκρυψε γνῶσιν ψευδῆ; 283 Τίς ἀληθῆ γνῶσιν ἐναπέθετο ταῖς ἀρεταῖς; 284 Τίς «ἀπ' ἀνατολῶν καὶ δυσμῶν καὶ βορρᾶ καὶ θαλάσσης» συνήγαγε πάντα τὰ ἔθνη πυκνώσας αὐτὰ ταῖς ἀρεταῖς καὶ τὸ ἐπουράνιον ὕδωρ ἐναποθέμενος τὸ ῥέον ἐκ τῆς πηγῆς τῆς ζωῆς; 285 30, 6 μὴ προσθῇς τοῖς λόγοις αὐτοῦ, ἵνα μὴ ἐλέγξῃ σε καὶ ψευδὴς γένῃ Τῷ γὰρ νόμῳ κυρίου «οὐκ ἔστιν προσθεῖναι καὶ ἀπ' αὐτοῦ οὐκ ἔστιν ἀφελεῖν». 286 30, 8.1 μάταιον λόγον καὶ ψευδῆ μακράν μου ποίησον Ψευδώνυμον γνῶσιν μακράν μου ποίησον. 287α 30, 9 ἵνα μὴ πλησθεὶς ψευδὴς γένωμαι καὶ εἴπω· τίς με ὁρᾷ; ἢ πενηθεὶς κλέψω καὶ ὀμόσω τὸ ὄνομα τοῦ θεοῦ Ἵνα μή, φησί, πλησθεὶς γνώσεως ἀκροτάτης ὑπερήφανος γένωμαι καὶ εἴπω· οὐδεὶς τὴν ἐμὴν ἐπιγνώσεται σοφίαν. Ἵνα μὴ πλησθεὶς ἀπροσίτου γνώσεως ψεύστης τοῖς ἀνθρώποις φανῶ, τοιαῦτα λέγων ὁποῖα μὴ δύνανται γινώσκειν οἱ ἐνδεδεμένοι αἵματι καὶ σαρκί. Καλῶς δὲ καὶ τὸ ἑξῆς προστέθειται τὸ «ἵνα μὴ πενηθεὶς κλέψω καὶ ὀμόσω τὸ ὄνομα τοῦ θεοῦ»· κλέπτει γάρ τις ἀλλότρια θεωρήματα, ἵνα νοῦν ἐμπλήσῃ πεινῶντα. Ἀλλὰ τοῦτο μὲν πρὸ τῆς ἐπιδημίας τοῦ σωτῆρος ἐγίνετο· νυνὶ δὲ ὁ Παῦλός φησιν· «ὁ κλέπτων μηκέτι κλεπτέτω», μᾶλλον δὲ ἐργαζέσθω δικαιοσύνην, ἵνα γνῶσιν κτησάμενος μεταδῷ καὶ τῷ χρείαν ἔχοντι. Τί γὰρ καὶ ἔστιν ὃ μὴ ἔστιν ἡμέτερον, ἵνα καὶ κλέψωμεν οἱ πεπιστευκότες Χριστῷ; Πάντα γὰρ ἡμῶν ἐστιν, ἡμεῖς δὲ Χριστοῦ, δι' οὗ τὰ πάντα ἐγένετο, Χριστὸς δὲ θεοῦ.