1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

23

εἶεν οἱ περι λειφθέντες ἔξω τῆς πίστεως. Ἐπεὶ οὖν ἔγνω τοὺς παραμεμενηκότας τῇ ἀρχαίᾳ πλάνῃ μὴ πλείους εἶναι τῶν ἑπτακαίδεκα, Σκυθρωπὸν μὲν καὶ τοῦτο, φησὶ πρὸς τὸν Θεὸν ἀποβλέψας, τὸ λιπεῖν τι τῷ τῶν σωζο μένων πληρώματι. Πλὴν ἀλλὰ μεγάλης εὐχαριστίας ἄξιον, ὅτι τοσούτους καταλείπει τοὺς εἰδωλολάτρας τῷ μετ' αὐτὸν ἐκδεχομένῳ τὴν Ἐκκλησίαν, ὅσους αὐ τὸς Χριστιανοὺς ὑπεδέξατο. Ἐπευξάμενος δὲ τοῖς τε πεπιστευκόσιν ἤδη τὴν εἰς τὸ τέλειον αὔξησιν, καὶ τὴν ἐπιστροφὴν τοῖς ἀπίστοις, οὕτω τοῦ ἀνθρω 46.956 πίνου βίου πρὸς τὸν Θεὸν μετανίσταται, ἐπισκηψὰς τοῖς ἐπιτηδείοις, μὴ κτήσασθαι τόπον αὐτῷ πρὸς τα φὴν ἰδιάζοντα. Εἰ γὰρ ζῶν, κύριος κληθῆναι τόπου τινὸς οὐκ ἐδέξατο, ἀλλὰ παροικῶν ἐν ἀλλοτρίοις τὸν βίον διήγαγεν, οὐδὲ μετὰ θάνατον τῇ παροικία πάν τως ἐπαισχυνθήσεται· Ἀλλ' ἔστω, φησὶ, τῷ μετὰ ταῦτα βίῳ διήγημα, ὅτι Γρηγόριος οὔτε ζῶν ἐπ ωνομάσθη τόπῳ τινὶ, καὶ μετὰ θάνατον ἀλλοτρίων τάφων ἐγένετο πάροικος, πάσης τῆς ἐν τῇ γῇ κτήσεως ἑαυτὸν ἀποστήσας, ὡς μηδὲ ἐνταφῆναι ἰδίῳ καταδέξασθαι τόπῳ· μόνην γὰρ αὐτῷ κτῆσιν τιμίαν εἶναι ἔκρινεν ἐκείνην, ἣ πλεονεξίας ἐφ' ἑαυτῆς ἴχνος οὐ δέχεται. Τὴν δὲ ἀθρόαν παντὸς τοῦ ἔθνους μετάστασιν ἀπὸ τῆς Ἑλληνικῆς ματαιότητος εἰς τὴν ἐπίγνωσιν τῆς ἀληθείας θαυμαζέτω ἕκα στος τῶν ἐντυγχανόντων τῷ λόγῳ, καὶ μηδεὶς ἀπι στείτω πρὸς τὴν οἰκονομίαν βλέπων, δι' ἧς γέγονεν ἡ τοσαύτη μεταβολὴ τῶν μετατιθεμένων ἀπὸ τοῦ ψεύδους πρὸς τὴν ἀλήθειαν. Τὸ γὰρ ἐν τοῖς πρώτοις αὐτοῦ τῆς ἱερωσύνης γεγενημένον χρόνοις, ὅπερ πρὸς τὰ λοιπὰ τῶν θαυμάτων ἐπειγόμενος ὁ λόγος παρ έδραμε, νῦν ἐπαναλαβὼν διηγήσομαι. Ἑορτή τις ἦν πάνδημος ἐν τῇ πόλει, δαίμονί τινι τῶν ἐγχωρίων κατά τι πάτριον ἀγομένη. Πρὸς ταύτην ἅπαν σχεδὸν συνέῤῥει τὸ ἔθνος, τῆς χώρας πάσης συνεορταζούσης τῇ πόλει. Ἐπεπλήρωτο δὲ τῶν συνδεδραμηκότων τὸ θέατρον, καὶ ὑπερεχεῖτο πανταχόθεν ὑπὲρ τὰς καθ έδρας τῶν ἐπιῤῥυέντων τὸ πλῆθος, καὶ πάντων περὶ τὰ θεάματά τε καὶ ἀκροάματα πρὸς τὴν ὀρχήστραν ἀποβλέπειν προθυμουμένων, θορύβου πλήρης ἦν ἡ σκηνὴ, καὶ ἄπρακτος ἐγίνετο τοῖς θαυματοποιοῖς ἡ ἐπίδειξις, τῆς ταραχῆς τῶν στενοχωρουμένων οὐ μό νον τὴν ἀπόλαυσιν τῆς μουσικῆς ἐπικοπτούσης, ἀλλ' οὔτε τοῖς θαυματοποιοῖς ἐνδιδούσης καιρὸν τὰ ἑαυ τῶν ἐπιδείκνυσθαι. Ἔνθα δὲ κοινὴ παρὰ παντὸς ἐκρήγνυται τοῦ δήμου φωνὴ, τὸν δαίμονα, ᾧ τὴν ἑορ τὴν ἦγον, ἀνακαλούντων, καὶ παρ' ἐκείνου τὴν εὐ ρυχωρίαν αὐτοῖς ἀξιούντων γενέσθαι. Ἐπειδὴ δὲ πάντων ἀλλήλοις συμφθεγγομένων, εἰς ὕψος ᾔρετο ἡ φωνὴ, καὶ πάσης ἐδόκει τῆς πόλεως καθάπερ ἑνός τινος στόματος ὁ λόγος εἶναι, ὁ τὴν εὐχὴν ταύτην προσάγων τῷ δαίμονι (ἦν δὲ ἡ εὐχὴ, ὡς ἐπ' αὐτῆς ἀκοῦσαι τῆς λέξεως· Ζεῦ, ποίησον ἡμῖν τόπον)· ἀκούσας δὲ ὁ μέγας ἐκεῖνος τοῦ ἤχου τῶν ὀνομαστὶ ἐπιβοωμένων τὸν δαίμονα, παρ' οὗ τὴν εὐρυχωρίαν ᾔτουν γενέσθαι τῇ πόλει, φησὶ πρὸς αὐτοὺς, πέμψας τινὰ τῶν παρεστηκότων, δοθήσεσθαι αὐτοῖς ὅσον οὐ δέπω πλείονα τῆς εὐχῆς τὴν εὐρυχωρίαν. Ταύτης δὲ παρ' αὐτοῦ τῆς φωνῆς οἷόν τινος σκυθρωπῆς ἀποφάσεως ἐξενεχθείσης, λοιμὸς τὴν πάνδη μον ἐκείνην ἱερομηνίαν ἐκδέχεται. Καὶ παραχρῆμα κατεμίγνυτο ταῖς χοροστασίαις ὁ θρῆνος, ὥστε αὐ τοῖς εἰς πένθη καὶ συμφορὰς μεταστραφῆναι τὰς θυ μηδίας, ἀντὶ αὐλῶν καὶ κρότων τῆς ἐπαλλήλου θρηνωδίας διαλαβούσης τὴν πόλιν.

Ἐνσκῆψαν γὰρ ἅπαξ τοῖς ἀνθρώποις τὸ πάθος, θᾶττον ἢ κατ' ἐλπίδας διεξ ῄει πυρὸς δίκην τοὺς οἴκους ἐπιβοσκόμενον, ὥστε 46.957 πληροῦσθαι μὲν τῶν τῇ νόσῳ καταφθειρομένων τὰ ἱερὰ τῶν ἐλπίδι θεραπείας προσφευγόντων· γέμειν δὲ πηγὰς, καὶ κρουνοὺς, καὶ φρέατα, τῶν ὑπὸ τῆς τοῦ νοσήματος ἀμηχανίας διακαιομένων ἐν τῇ δίψῃ (ἐφ' ὧν ἠτόνει τὸ ὕδωρ τὸν ἐκ τοῦ πάθους κατασβέσαι φλογμὸν, ὁμοίως ἐχόντων καὶ μετὰ τὸ ὕδωρ, καὶ πρὸ τοῦ ὕδατος, τῶν ἅπαξ κατασχεθέντων τῷ πάθει)· πολλοὺς δὲ αὐτομολεῖν πρὸς τοὺς τάφους, καὶ μηκέτι