1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

23

βασιλεὺς βουλεύεται, ὁ ὑπασπιστὴς οὐκ ἐπίσταται, «... ἵνα γνωρισθῇ νῦν ταῖς ἀρχαῖς καὶ ταῖς ἐξουσίαις ἐν τοῖς ἐπουρανίοις διὰ τῆς Ἐκκλησίας ἡ πολυποίκιλος σοφία τοῦ Θεοῦ.» Ὅρα ὅση τιμὴ πρὸς τὴν ἀνθρωπίνην ἐγένετο φύσιν, ὅτι καὶ μεθ' ἡμῶν καὶ δι' ἡμῶν αἱ ἄνω δυνάμεις ἔγνωσαν τὰ ἀπόρρητα τοῦ βασιλέως. Ἀλλὰ πόθεν δῆλον ὅτι περὶ ἐκείνων τῶν ἐπουρανίων λέγει; Καὶ γὰρ ἀρχὰς καὶ ἐξουσίας καὶ τοὺς δαίμονας οἶδε καλεῖν λέγων· «Οὐκ ἔστιν ἡμῖν ἡ πάλη πρὸς αἷμα καὶ σάρκα, ἀλλὰ πρὸς τὰς ἀρχάς, πρὸς τὰς ἐξουσίας, πρὸς τοὺς κοσμοκράτορας τοῦ σκότους τοῦ αἰῶνος τούτου.» Ἆρα οὖν μὴ καὶ ἐνταῦθα τοῦτο λέγει ὅτι οἱ δαίμονες τότε ἔγνωσαν; Οὐδαμῶς, ἀλλὰ περὶ ἐκείνων τῶν ἄνω δυνάμεων, εἰπὼν γάρ· «τὰς ἀρχὰς καὶ τὰς ἐξουσίας», ἐπήγαγεν· «ἐν τοῖς ἐπουρανίοις». Ἐκεῖναι μὲν γὰρ αἱ ἀρχαὶ καὶ ἐξουσίαι ἐπουράνιαι, αὗται δὲ αἱ ἀρχαὶ καὶ ἐξουσίαι ὑπὸ τὸν οὐρανόν· διὰ τοῦτο καὶ κοσμοκράτορας αὐτοὺς καλεῖ, δεικνὺς ὅτι ἄβατος αὐτοῖς ἐστιν ὁ οὐρανὸς καὶ τὴν τυραννίδα πᾶσαν ἐν τῷ παρόντι κόσμῳ ἐπιδείκνυνται μόνον. Εἶδες πῶς μεθ' ἡμῶν καὶ δι' ἡμῶν ἔγνωσαν ταῦτα; Ἀλλ' ἐπὶ τὴν τοῦ χρέους καταβολὴν τὸν λόγον λοιπὸν ἀγάγωμεν, δεικνύντες ὅτι οὐκ ἴσασιν αὐτοῦ τὴν οὐσίαν οὔτε ἀρχαί, οὔτε ἐξουσίαι. Τίς οὖν ταῦτά φησιν; Οὐκέτι Παῦλος, οὐκέτι Ἡσαΐας, οὐκέτι Ἰεζεκιήλ, ἀλλ' ἕτερονσκεῦος ἅγιον, αὐτὸς ὁ τῆς βροντῆς υἱός, ὁ ἀγαπητὸς τοῦ Χριστοῦ Ἰωάννης, ὁ ἐπὶ τὸ στῆθος ἀνακλιθεὶς τὸ δεσποτικὸν καὶ τὰς θείας πηγὰς ἐκεῖθεν ἀρυσάμενος. Τί οὖν οὗτός φησι; «Θεὸν οὐδεὶς ἑώρακε πώποτε.» Ὄντως βροντῆς υἱός· σάλπιγγος γὰρ λαμπροτέραν ἀφῆκε φωνὴν ἱκανὴν καταισχῦναι πάντας τοὺς φιλονεικοῦντας. Ἀλλ' ἴδωμεν καὶ τὸ ἀντικροῦον. Τί λέγεις, εἰπέ μοι, Ἰωάννη; «Θεὸν οὐδεὶς ἑώρακε πώποτε.» Τί οὖν ποιήσομεν τοῖς προφήταις λέγουσιν ὅτι εἶδον τὸν Θεόν; Ὁ μὲν γὰρ Ἡσαΐας φησίν· «Εἶδον τὸν Κύριον καθήμενον ἐπὶ θρόνου ὑψηλοῦ καὶ ἐπηρμένου.» Ὁ δὲ ∆ανιὴλ πάλιν· «Εἶδον ἕως οὗ θρόνοι ἐτέθησαν καὶ ὁ παλαιὸς τῶν ἡμερῶν ἐκάθητο.» Ὁ δὲ Μιχαίας· «Εἶδον τὸν Κύριον τὸν Θεὸν τοῦ Ἰσραὴλ καθήμενον ἐπὶ τοῦ θρόνου αὐτοῦ» καὶ ἕτερος προφήτης πάλιν· «Εἶδον τὸν Κύριον ἑστῶτα ἐπὶ τοῦ θυσιαστηρίου καὶ εἶπέ μοι· πάταξον ἐπὶ τὸ ἱλαστήριον.» Καὶ πολλὰς τοιαύτας ἔστι συνάγειν μαρτυρίας. Πῶς οὖν ὁ Ἰωάννης φησὶν ὅτι «Θεὸν οὐδεὶς ἑώρακε πώποτε»; Ἵνα μάθῃς ὅτι τὴν ἀκριβῆ αὐτοῦ κατάληψιν καὶ τὴν τετρανωμένην γνῶσιν λέγει. Ὅτι γὰρ πάντα ἐκεῖνα συγκατάβασις ἦν καὶ ἀκραιφνῆ τὴν οὐσίαν οὐδεὶς εἶδεν ἐκείνων, δῆλον ἐκ τοῦ διαφόρως ἕκαστον ὁρᾶν. Ὁ γὰρ Θεὸς ἁπλοῦς καὶ ἀσύνθετος καὶ ἀσχημάτιστος· οὗτοι δὲ ἅπαντες σχήματα ἔβλεπον διάφορα. Τοῦτο γοῦν αὐτὸ δι' ἑτέρου προφήτου ἐμφαίνων πάλιν καὶ πείθων αὐτοὺς ὡς οὐκ ἀκριβῆ τὴν οὐσίαν εἶδον, ἔλεγεν· «Ἐγὼ ὁράσεις ἐπλήθυνα καὶ ἐν χερσὶ προφητῶν ὡμοιώθην». Οὐκ αὐτὴν τὴν οὐσίαν ἔδειξα τὴν ἐμήν, ἀλλὰ συγκατέβην, φησί, πρὸς τὴν τῶν ὁρώντων ἀσθένειαν. Ὁ μέντοι Ἰωάννης οὐ περὶ τῶν ἀνθρώπων φησὶ μόνον ὅτι «Θεὸν οὐδεὶς ἑώρακε πώποτε». Τοῦτο γὰρ δῆλον ἦν ἀπό τε τῶν εἰρημένων τούτων, τῆς προφητικῆς ῥήσεως λέγω ταύτης τῆς λεγούσης· «Ἐγὼ ὁράσεις ἐπλήθυνα καὶ ἐν χερσὶ προφητῶν ὡμοιώθην» καὶ ἀπὸ τῆς πρὸς τὸν Μωϋσέα γενομένης ἀποφάσεως. Ἐκείνου γὰρ ἐπιθυμοῦντος αὐτὸν ἰδεῖν ὀφθαλμοφανῶς, φησὶν ὁ Θεός· «Οὐδεὶς ὄψεται τὸ πρόσωπόν μου καὶ ζήσεται.» Ὥστε τοῦτο δῆλον ἦν ἡμῖν καὶ ὡμολογημένον. Οὐ τοίνυν περὶ τῆς ἡμετέρας φύσεώς φησι μόνης τοῦτο, ἀλλὰ καὶ περὶ τῶν ἄνω δυνάμεων τὸ «Θεὸν οὐδεὶς ἑώρακε πώποτε». ∆ιὰ τοῦτο καὶ τὸν μονογενῆ διδάσκαλον εἰσάγει τοῦ δόγματος. Ἵνα γὰρ μή τις λέγῃ· «Πόθεν τοῦτο δῆλον;» ἐπήγαγεν· «Ὁ μονογενὴς Υἱός, ὁ ὢν εἰς τὸν κόλπον τοῦ Πατρός, αὐτὸς ἐξηγήσατο», ἀξιόπιστον εἰσάγων τοῦ δόγματος μάρτυρα καὶ διδάσκαλον. Καίτοι εἰ καὶ τὸ Μωϋσέως ἡμῖν παραδηλῶσαι ἐβούλετο, περιττὸν ἦν εἰπεῖν ὅτι ὁ μονογενὴς ἐξηγήσατο· οὐ γάρ· «Ὁ μονογενὴς αὐτὸς ἐξηγήσατο», ἀλλὰ καὶ πρὶν ἢ τὸν Ἰωάννην ταῦτα εἰπεῖν, ὡς παρὰ τοῦ μονογενοῦς ἀκηκοότα, δῆλον ἡμῖν ὁ προφήτης πεποίηκεν