23
ἀκολούθως τούτοις φήσαντος, Ἕως πότε ὄψομαι φεύγοντας; ἀποκρίνεται ὁ Θεὸς, ∆ιότι οἱ ἡγούμενοι τοῦ λαοῦ μου ἐμὲ οὐκ ᾔδεισαν, τουτέστι, ∆ιὰ τὰς ἀσεβείας αὐτῶν ταῦτα πάσχουσιν, ἐπεὶ καὶ τὸ πρότερον, καὶ εἷς ἐδίωκε χιλίους, καὶ τὰ κατ' Αἴγυπτον ἐμάθετε, ἐξηγεῖται καὶ τῶν φευγόντων τὸ πλῆθος, καὶ ἐκ προσώπου τοῦ Θεοῦ φησι, ∆ιότι οἱ ἡγούμενοι τοῦ λαοῦ μου ἐμὲ οὐκ ᾔδεισαν, υἱοὶ ἄφρονές εἰσι, καὶ οὐ συνετοί· καὶ ἵνα μὴ νομισθῶσιν ἄξιοι εἶναι συγγνώμης ὡς ἄφρονες, εὐθὺς ἐπήγαγεν, σοφοί εἰσι τοῦ κακοποιῆσαι. Τοῦτο γὰρ δὴ τὸ παγχάλεπον, ὅτι εἰς οὐδὲν ἐχρήσαντο, ἀφρόνως, καθάπερ οἱ μέθυσοι τῷ οἴνῳ, καὶ τῷ σιδήρῳ οἱ ἀνδροφόνοι. Ἐπέβλεψα ἐπὶ τὴν γῆν, καὶ ἰδοὺ οὐδὲν, καὶ εἰς τὸν οὐρανόν. Πῶς οὐδέν; Οὐ πρόβατα, φησὶν, οὐ βόες, οὐκ οἰκοδομήματα, καὶ τείχη. Πάντα γὰρ τὰ τοιαῦτα ἀφανίζειν οἶδεν ὁ πόλεμος. Καὶ εἰς τὸν οὐρανὸν, καὶ οὐκ ἦν τὰ φῶτα αὐτοῦ. Τὴν διάνοιαν λέγει τοῦ θεατοῦ, οὐ τὴν φύσιν τοῦ πράγματος. Οὐ γὰρ ἁπλῶς λέγει, ἀλλ', Εἶδον, καὶ οὐκ ἦν τὰ φῶτα αὐτοῦ. Τὸ μὲν γὰρ τῆς νυκτὸς σκότος καλύπτειν εἴωθε τὸ φῶς, δείκνυσι δὲ τὴν σελήνην μετὰ τῶν ἄστρων· ἡ δὲ τῆς ἀθυμίας νὺξ, ἡ πολὺ ταύτης χαλεπωτέρα, πάντα ἀφανίζει τὰ ἄστρα, οὐ κατὰ τὴν οὐσίαν, ἀλλὰ κατὰ τὴν ὄψιν τοῦ θεωμένου. Ὥστε τὰ μὲν φῶτα αὐτοῦ οὐκ ἐφαίνετο, διόπερ οὐδὲ εἶναι ἐδόκει τοῖς θεαταῖς. Ἀλλ' ὥσπερ γυμνὸς, καὶ ἐρημωθεὶς τοῦ φωτὸς, οὕτως ἐγένετο. Τοιοῦτόν τι πάσχει ψυχὴ σκοτωθεῖσα· καὶ γὰρ πολλοὶ τοῦ πελάγους ἀποβάντες ὀρθουμένην ἔδοξαν ὁρᾷν τὴν γῆν, καὶ περιδινουμένην αὐτοῖς. Ταῦτα δὲ πάντα ποιεῖν ἡ φύσις εἴωθε. Καθάπερ γὰρ εἰς ὕδωρ καθαρὸν καὶ ἑστὸς ἐμπεσὼν ὁ φόβος τῶν αἰσθητηρίων, τὴν γῆν τὴν ἐν τῷ βυθῷ ταράσσει, καὶ συγχεῖ τὰ ἄνω κάτω ποιῶν, καὶ τὴν τάξιν ταράσσων ἅπασαν· οὕτω δὴ καὶ ἐνταῦθα γίνεται, ἕτερα ἀκούει, καὶ ἕτερα βλέπει, καὶ οὐδὲν ἐπὶ τῆς οἰκείας ἕστηκεν ἕδρας. 64.808 Ὡς ἐν σκότῳ γέγονα ὑπὸ τοῦ φόβου διὰ τὴν τῆς πόλεως ἐρημίαν. Εἶδον τὰ ὄρη, καὶ ἰδοὺ ἦν τρέμοντα. Τουτέστιν, οὐδὲ ἐν τοῖς ὄρεσι γενομένοις ἔστι σώζεσθαι. Ἐπέβλεψα, καὶ ἰδοὺ οὐκ ἦν ἄνθρωπος, καὶ πάντα τὰ πετεινὰ τοῦ οὐρανοῦ ἐπτόηντο. Οὐδὲ γὰρ τοὺς πλησίον ἑστῶτας δοκοῦμεν ὁρᾷν· πῶς οὖν περὶ τῶν πετεινῶν φησι, ὅτι ἐπτόηντο; Τοῦτο καὶ ἀπὸ τῆς διαθέσεως τοῦ προφήτου. Ὑπὸ γὰρ τῆς ἐρημίας, καὶ τὰ πετεινὰ τὸν τόπον κατέλιπον. Τὰ γὰρ πολλὰ τῶν ζώων εἰς ἀπῳκισμένους τόπους εἰπεῖν οἰκεῖν πέφυκεν. Ἔρημος ἔσται πᾶσα ἡ γῆ. Τί λέγεις; Ἐκλύεις τὸν φόβον τὸν Ἰουδαϊκόν; Τί γὰρ οὐκ ἔστης ἐπὶ τῇ προτέρᾳ ἀπειλῇ; ἤρκει εἰπεῖν, Ἔρημος ἔσται πᾶσα ἡ γῆ. Ἀλλ' εὐθέως τὸ σκυθρωπὸν ἔστρεψεν, τὸ χρηστὸν ἐπαγαγών. Τίνος ἕνεκεν; ὥστε καὶ ταύτῃ ποιῆσαι βελτίους. Ὅταν γὰρ ἐπὶ χαλεποῖς χαλεπὰ συνάπτοντες λέγωμεν, εἰς ἀπόγνωσιν ἡ ψυχὴ πολλάκις ἐμπέπτωκεν· ἡ δὲ ἐλπίδας ἔχουσα χρηστὰς, κἂν βραχείας, ταχέως ἀναστῆναι δυνήσεται. Ἐπὶ τούτοις δὲ πενθείτω ἡ γῆ. Καλῶς τὴν γῆν πρὸς αἴσθησιν τῶν μελλόντων γίνεσθαι καλεῖ, τῶν ἀνθρώπων ἀναισθήτως διακειμένων. ∆ιότι ἐλάλησα, καὶ οὐ μετανοήσω. Μὴ νομίσῃ τις εἶναι ἀπειλὴν τὸ πρᾶγμα, πάντως ἕψεται καὶ τὸ ἔργον. Ἐπειδὴ γὰρ πολλάκις εἰπὼν, διὰ φιλανθρωπίαν τὸ τέλος οὐκ ἐπήγαγεν, οὐχ οὕτως καὶ νῦν ἔσται, ἀλλὰ ὡς ἐλάλησα, καὶ ποιήσω. Ἐὰν περιβάλῃ κόκκινον. Τί ποτέ ἐστι τὸ λεγόμενον; Μεταφορικὸς ὁ λόγος ἐστίν· ὡς πρὸς γυναῖκα ἄτιμον, τὴν πόλιν, καὶ ἑταιριζομένην ὁ προφήτης συνεχῶς διαλέγεται. Ἐπειδὴ εἶπεν ἀνωτέρω, Ἴδε τὰς ὁδούς σου ἐν τῷ πολυανδρίῳ, τουτέστι τὸν τόπον, ἔνθα ταῖς γυναιξὶν ἁλοὺς ἠσέβησας, φησὶν, ἐὰν τὸν ὅμοιον τρόπον θελήσῃς ἀπατῆσαι τοὺς πολεμίους, οὐ δυνήσῃ. Τὸ δὲ, Ἐὰν χρίσῃς στίβει, τὸ μέλαν λέγει, ᾧ ἐπιχρωννύειν τοὺς ὀφθαλμοὺς εἰώθασιν αἱ γυναῖκες. Ὡς πρὸς πόρνην προσδοκῶσαν τῷ κάλλει τῆς ὄψεως ἑλεῖν τοὺς ἐραστὰς, καθάπερ ἡ Ἰεζάβελ, καθάπερ τῶν Ἰουδαίων αἱ θυγατέρες. Ἀλλὰ νῦν πρὸς τὴν πόλιν, πᾶσαν ἐννόησον δυσπραγίαν, ὅταν καὶ ἐρασταὶ