1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

23

τοῦτο ἐμίσησα πᾶσαν ὁδὸν ἀδικίας. Συνεὶς γὰρ τίσιν ἀρέσκῃ, ἀπεστράφην ἅπαντα τῆς κακίας τὰ εἴδη. Πᾶς δὲ ὁ χαρακτὴρ τῆς ἐννοίας τοῦ προκειμένου ψαλμοῦ τὴν τῶν ἐντολῶν φυλακήν τε καὶ τήρησιν ἡμῖν ἐμφαίνει, καὶ οὐ νομική τίς ἐστιν ἡ φράσις καὶ σκιώδης, ἀλλ' εὐαγγελικὴ, καὶ τῆς χάριτος ἡμῶν τῶν Χριστια νῶν προφυλακτήριον, καὶ τοῦ βίου ἡμῶν ὑπογραμμὸς καὶ ἀσφάλεια. Συνεχῶς γὰρ προτίθεται νόμον, ἐντολὰς, δικαιώματα, κρίματά τε καὶ μαρτύρια, περὶ ὧν ἐν τῇ κατ' ἀρχὰς ἐξηγήσει τοῦ ψαλμοῦ εἴρηται, τίς ἡ τούτων δήλωσις· νυνὶ δὲ ἐπὶ τὸ προκείμενον ἴωμεν. Ἀπὸ τῶν ἐντολῶν σου συνῆκα· ὡς ἵνα εἴπωμεν, ἀπὸ τῶν ἐν τολῶν σου προσέσχομεν καὶ ἐνοήσαμεν· καὶ διὰ τοῦτο ἐμισήσαμεν πᾶσαν ὁδὸν ἀδικίας. Αὐταὶ γὰρ αἱ ἐντολαὶ διατάσσονται, Οὐ φονεύσεις, οὐ μοιχεύσεις, οὐ πορ νεύσεις, οὐ κλέψεις, οὐκ ἀδικήσεις, οὐ ψεύσῃ, οὐ λοι δορήσεις, οὐκ ἐπιθυμήσεις τὰ ἀλλότρια, οὔτε τὸν ἀγρὸν τοῦ πλησίον σου, οὔτε τὸν παῖδα, οὔτε τὴν παιδίσκην, οὔτε πᾶν κτῆνος αὐτοῦ· Οὐκ ἐκτοκιεῖς τῷ ἀδελφῷ σου τόκον ἀργυρίου καὶ τόκον χρυσίου καὶ τόκον βρωμάτων. Αἱ ἐντολαὶ τοῦ Θεοῦ, ἃς καθ' ἑκάστην ἐνωτιζόμεθα διὰ τῆς ἀναγνώσεως τῆς τε τοῦ ἁγίου Εὐαγγελίου καὶ τῶν ἀποστολικῶν μαθημάτων· αὐταὶ γὰρ ἡμᾶς ὁδηγοῦσι πρὸς τὸ μισῆσαι πᾶσαν ὁδὸν ἀδικίας. Πάντα γὰρ τὰ ἁμαρτήματα καὶ τὰ τῆς κακίας εἴδη ἀδικία προσαγορεύεται· δι' ἃ ἔρχεται ἡ ὀργὴ τοῦ Θεοῦ ἐπὶ τοὺς υἱοὺς τῶν ἀνθρώπων, μᾶλλον δὲ ἐπὶ τοὺς υἱοὺς τῆς ἀπειθείας. Ἐξ ὧν φυλαχθείητε, ἀδελφοὶ, καὶ στηριχθείητε εἰς τὸ θέλημα τοῦ Θεοῦ· καὶ αὐτὸς ὑμῖν δωρήσεται πλούσια τὰ ἐλέη καὶ τοὺς οἰκτιρ μοὺς αὐτοῦ, ὅτι Σωτὴρ ἡμῶν ὑπάρχει. Λύχνος τοῖς ποσί μου ὁ νόμος σου, καὶ φῶς ταῖς τρίβοις μου. Ἐν σκότει βαδίζω, ἀλλ' οἱονεί τινι λύχνῳ, τῷ σῷ φω τιζόμενος νόμῳ. Εἰδέναι μέντοι χρὴ, ὡς ὁ μὲν νόμος λύχνος ὠνόμασται· ὁ δὲ Σωτὴρ καὶ Κύριος ἡμῶν, δι καιοσύνης ἥλιος. Ὁ μὲν γὰρ, οἷα δὴ λύχνος, μόλις ἓν κατηύγασεν ἔθνος· ὁ δὲ πᾶσαν τὴν οἰκουμένην ἐφώτισεν. Οὕτω καὶ τὸν θεσπέσιον Ἰωάννην λύχνον προσηγό ρευσεν ὁ ∆εσπότης Χριστὸς, ἔτι νυκτὸς οὔσης ἐπιφα νέντα Ἰουδαίοις. Ἐπειδὴ δὲ τὸ φῶς τὸ ἀληθινὸν, ὃ φωτίζει πάντα ἄνθρωπον ἐρχόμενον εἰς τὸν κόσμον ἀνέ τειλε, καὶ τοὺς ἱεροὺς ἀποστόλους φῶς προσηγόρευσεν, ὡς ἐκείνου τοῦ φωτὸς μετειληφότας, τοῦ πάντας ἀν θρώπους φωτίσαντος. Καὶ ἐπειδήπερ, κατὰ τὴν τοῦ Κυρίου φωνὴν, Πᾶς ὁ κόσμος ἐν τῷ πονηρῷ κεῖται, καὶ ἐν συγχύσει καὶ ἐν ἁμαρτίαις ἐστὶν, ἅτινά ἐστι σκότος (ἔφη γὰρ ὁ αὐτὸς ∆αυῒδ, ὡς γέγραπται ἐν τοῖς Βασιλείοις· Νὺξ ἦν περὶ ἐμὲ τὸν δείλαιον, καὶ ἠγνόουν), λύχνου δεόμεθα. ∆ίδοται ἡμῖν ὁ νόμος εἰς βοήθειαν, καὶ γίνεται φῶς ἐν ταῖς πορείαις ἡμῶν· γέγραπται γάρ· ∆ιότι φῶς τὰ προστάγματά σου ἐπὶ τῆς γῆς. Ἔχει δὲ καὶ ἕτερον ὁ λόγος. Λύχνος ἐστὶν ἡ παλαιὰ ∆ιαθήκη ἡ δοθεῖσά ποτε τοῖς Ἰσραηλίταις· ἓν γὰρ ἔθνος μόνον ἐφώτιζεν. Ὅτε δὲ ἦλθεν ὁ ἥλιος τῆς δικαιοσύνης Χριστὸς ὁ Θεὸς ἡμῶν, τὸ φῶς τὸ ἀληθινὸν, ὃ φωτίζει πάντα ἄνθρωπον ἐρχόμενον εἰς τὸν κόσμον, αὐτὸς ἐφώτισε τὰ πέρατα, καὶ εἶπε τοῖς μαθηταῖς αὐ τοῦ· Ὑμεῖς ἐστε τὸ φῶς τοῦ κόσμου· ἐξ οὗ φωτὸς ἡμεῖς πάντες ἐλάβομεν. Ὤμοσα, καὶ ἔστησα τοῦ φυ λάξασθαι τὰ κρίματα τῆς δικαιοσύνης σου. εʹ. Ἐπειδὴ ὅρκῳ βεβαιοῦται τῶν πραγμάτων τὰ πλεῖ στα, τὸ στεῤῥὸν καὶ ἀμετάθετον, ὃ ἐκέκτητο ὁ προφήτης πρὸς τὰς ἐντολὰς τοῦ Θεοῦ, ὅρκον ἐκάλεσε. Σύνηθες γὰρ τοῦτο τῇ θείᾳ Γραφῇ· ὡς τὸ, Ὤμοσε Κύριος ὁ Θεὸς τῷ Ἀβραάμ· καὶ, Ὤμοσε Κύριος τῷ ∆αυῒδἀλήθειαν, καὶ οὐ μὴ ἀθετήσῃ αὐτὴν, διὰ τὸ βέβαιον τῆς θείας ἐπαγγελίας· ἐπεὶ ὁ ὅρκος παρὰ πάσης τῆς θείας Γραφῆς ἀπᾴδεται, καὶ παρὰ μὲν τῆς Παλαιᾶς· Οὐ λήψῃ τὸ ὄνομα Κυρίου τοῦ Θεοῦ σου ἐπὶ μα ταίῳ· καὶ, Οὐκ ὀμεῖσθε τὸ