23
τοὺς δὲ ἀδιορθώτους αὐτοὶ ἐτιμωροῦντο· ἢ εἰ μὴ τοῦτο, ὅτι φοβερώτεροι μᾶλλον ἦσαν ἑτέροις ἐκδιδόντες αὐτούς. Οὕτω καὶ ὁ Ἰὼβ παρεδόθη τῷ Σατανᾷ· ἀλλ' ἐκεῖνος οὐχ ὑπὲρ ἁμαρτημάτων, ἀλλ' ὑπὲρ πλείονος εὐδοκιμήσεως. γʹ. Πολλὰ τοιαῦτα γίνεται καὶ νῦν. Ἐπειδὴ γὰρ οἱ ἱερεῖς οὐ πάντας ἴσασι τοὺς ἁμαρτωλοὺς καὶ ἀναξίως τῶν μυστηρίων μετέχοντας, ὁ Θεὸς πολλάκις τοῦτο ποιεῖ, καὶ παραδίδωσιν αὐτοὺς τῷ Σατανᾷ. Ὅταν γὰρ νόσοι, ὅταν ἐπιβουλαὶ, ὅταν πένθη καὶ συμφοραὶ συμβαίνωσιν, ὅταν ἄλλα τινὰ τοιαῦτα, διὰ τοῦτο γίνεται. Καὶ τοῦτο ὁ Παῦλος δηλοῖ, οὕτω λέγων· ∆ιὰ τοῦτο ἐν ὑμῖν πολλοὶ ἀσθενεῖς καὶ ἄῤῥωστοι, καὶ κοιμῶνται ἱκανοί. Καὶ πῶς, φησὶν, ὅταν ἅπαξ δι' ἐνιαυτοῦ προσερχώμεθα; Τοῦτο γὰρ τὸ δεινὸν, ὅτι οὐ καθαρότητι διανοίας, ἀλλὰ διαστήματι χρόνου τὴν ἀξίαν διορίζεις τῆς προσόδου, καὶ τοῦτο εὐλάβειαν εἶναι νομίζεις, τὸ μὴ πολλάκις προσελθεῖν, οὐκ εἰδὼς ὅτι τὸ ἀναξίως προσελθεῖν, κἂν ἅπαξ γένηται, ἐκηλίδωσε· τὸ δὲ ἀξίως, κἂν πολλάκις, ἔσωσεν. Οὐκ ἔστι τόλμα τὸ πολλάκις προσιέναι, ἀλλὰ τὸ ἀναξίως, κἂν ἅπαξ τις τοῦ παντὸς χρόνου προσέλθῃ. Ἡμεῖς δὲ οὕτως ἀνοήτως διακείμεθα καὶ ἀθλίως, ὅτι μυρία διαπαντὸς ἐργαζόμενοι τοῦ ἐνιαυτοῦ κακὰ, τοῦ μὲν ἀποδύσασθαι ἐκεῖνα οὐδεμίαν ποιούμεθα φροντίδα, νομίζομεν δὲ ἀρκεῖν τὸ μὴ συνεχῶς κατατολμᾷν καὶ ἐπιπηδᾷν ὑβριστικῶς τῷ σώματι τοῦ Χριστοῦ, οὐκ ἐννοοῦντες ὅτι καὶ οἱ τὸν Χριστὸν σταυρώσαντες ἅπαξ ἐσταύρωσαν. Ἆρ' οὖν, ἐπειδὴ ἅπαξ, ἔλαττον τὸ ἁμάρτημα; Καὶ ὁ Ἰούδας δὲ ἅπαξ προέδωκε· τί οὖν; τοῦτο αὐτὸν ἐξείλετο; ∆ιὰ τί γὰρ χρόνῳ τὸ πρᾶγμα μετερχόμεθα; χρόνος προσόδου ἔστω ἡμῖν τὸ καθαρὸν συνειδός. Οὐδὲν πλέον ἔχει τὸ ἐν τῷ Πάσχα μυστήριον τοῦ νῦν τελουμένου· ἕν ἐστι 62.530 καὶ τὸ αὐτὸ, ἡ αὐτὴ τοῦ Πνεύματος χάρις· ἀεὶ Πάσχα ἐστίν. Ἴστε οἱ μύσται τὸ εἰρημένον. Καὶ ἐν Παρασκευῇ, καὶ ἐν Σαββάτῳ, καὶ ἐν Κυριακῇ, καὶ ἐν ἡμέρᾳ μαρτύρων ἡ αὐτὴ θυσία ἐπιτελεῖται. Ὁσάκις γὰρ ἂν ἐσθίητε τὸν ἄρτον, φησὶ, τοῦτον, ἢ τὸ ποτήριον τοῦτο πίνητε, τὸν θάνατον τοῦ Κυρίου καταγγέλλετε. Οὐχ ὅρῳ καιροῦ περιέγραψε τὴν θυσίαν. Πῶς οὖν τότε, φησὶ, Πάσχα λέγεται; Ὅτι τότε ἔπαθεν ὁ Χριστὸς ὑπὲρ ἡμῶν. Μηδεὶς τοίνυν ἑτέρως ἐκείνῳ προσίτω, καὶ τούτῳ ἄλλως· μία δύναμίς ἐστι, μία ἀξία, μία χάρις, ἓν σῶμα καὶ τὸ αὐτὸ, οὐκ ἐκεῖνο τούτου ἁγιώτερον, οὐδὲ τοῦτο ἐκείνου ἔλαττον. Καὶ τοῦτο καὶ ὑμεῖς ἴστε, οὐδὲν καινότερον ὁρῶντες, πλὴν τῶν κοσμικῶν τούτων παραπετασμάτων καὶ τοῦ λαμπροῦ πλήθους. Ἔχουσι δέ τι πλέον αἱ ἡμέραι ἐκεῖναι τοῦτο, ὅτι ἀπ' αὐτῶν ἀρχὴν ἔλαβεν ἡ σωτήριος ἡμῶν ἡμέρα, ὅτι ἐν αὐτῇ ἐτύθη ὁ Χριστὸς, λοιπὸν δὲ κατὰ τὰ μυστήρια οὐδεμίαν προτέρησιν ἔχουσι. Καὶ τροφῇ μὲν προσβάλλων αἰσθητῇ, νίπτεις τὰς χεῖρας, πλύνεις τὸ στόμα· τροφῇ δὲ μέλλων προσιέναι πνευματικῇ, οὐ νίπτεις τὴν ψυχὴν, ἀλλὰ γέμων ἀκαθαρσίας προσέρχῃ; Καὶ τί, φησίν; οὐκ ἀρκοῦσιν αἱ τῶν τεσσαράκοντα ἡμερῶν νηστεῖαι τὸν πολὺν φορυτὸν καθᾶραι τῶν ἁμαρτημάτων; Καὶ τί τὸ ὄφελος, εἰπέ μοι; ἄν τις μύρον ἀποθέσθαι θέλων καθάρῃ τὸν τόπον, εἶτα πάλιν μικρὸν μετὰ τὸ ἐμβαλεῖν καὶ κόπρον ἐπιβάλῃ, οὐκ ἀπέπτη ἡ εὐωδία; Τοῦτο γίνεται καὶ ἡμῖν· ἐγενόμεθα ἄξιοι προσερχόμενοι κατὰ δύναμιν τὴν ἡμετέραν· εἶτα πάλιν μολύνομεν ἑαυτούς. Τί οὖν τὸ κέρδος; Τοῦτο καὶ περὶ τῶν δυναμένων ἐν ταῖς τεσσαράκοντα ἡμέραις ἀπονίπτεσθαί φαμεν. Μὴ δὴ ἀμελῶμεν τῆς ἡμετέρας σωτηρίας, παρακαλῶ, ἵνα μὴ γένηται κενὸς ὁ κόπος ἡμῶν. Ἄνθρωπος γὰρ, φησὶν, ἀποστρέφων ἀπὸ ἁμαρτίας αὐτοῦ, καὶ πάλιν πορευόμενος, καὶ τὰ αὐτὰ ποιῶν, Ὥσπερ κύων ἐστὶν εἰς τὸν ἴδιον ἔμετον ἐπιστρέφων. Ἂν οὕτω ποιῶμεν, καὶ οὕτω προσέχωμεν, δυνησόμεθα τῶν βραβείων ἀξιωθῆναι ἐκείνων· ὧν γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ ἅμα τῷ ἁγίῳ Πνεύματι δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ,