ἐργάταις ἢ δούλοις τισὶ ῥηθῇ παρὰ τοῦ δεσπότου πρὸς τρία πλέθρα τῆς ἡμέρας ἕκαστον θερίσαι, καὶ ὁ μὲν εἷς ἐργάτης, τοιαύτην ἐντολὴν παρὰ τοῦ δεσπότου λαβών, ἐκδῶ ὁλοτελῶς 296 ἑαυτὸν πάσῃ ἰσχύϊ καὶ δυνάμει ἀγωνιῶν καὶ πονῶν καὶ μεριμνῶν καὶ σπουδάζων, πῶς τρία πλέθρα μόνος θερίσει· ὁ δὲ ἕτερος ἀδύνατον εἶναι νομίσας τὸ ἐπιταχθὲν πληρῶσαι ἀπὸ τῆς ἀρχῆς ἐχαυνώθη καὶ οὕτως ὅλην τὴν ἡμέραν ποτὲ μὲν θερίζων ποτὲ δὲ χαυνούμενος καὶ ἀναπαυόμενος οὐ δύναται τοσοῦτον ἐργάσασθαι ὅσον ὁ πρότερος ὁ σπουδάσας· κἂν μὴ δυνηθῇ διὰ τὴν ὑπερβολὴν τοῦ προστάγματος τελέσαι τὸ προσταχθὲν αὐτῷ, ἀλλὰ τοῦ ἄλλου ἐργάτου τοῦ μὴ ἔχοντος ἐκεῖνον τὸν σκοπὸν μήτε οὕτως ἀγωνιῶντος καὶ μεριμνῶντος καὶ σπουδάζοντος πολὺ πλέον ἐξ ἅπαντος ἔργον ποιεῖ διὰ τὴν πολλὴν καὶ ἄπαυστον σπουδὴν καὶ διὰ τὴν μέριμναν καὶ τὸν ἀγῶνα καὶ τὸ μὴ χαυνωθῆναι ὅλως· οὕτως οἱ προειρημένοι εἰς τὸν τέλειον τῆς οὐρανίου κλήσεως σκοπὸν ἀποβλέποντες καὶ κατὰ τὰς θεοπνεύστους γραφὰς πιστεύοντες καὶ ἀγωνιζόμενοι εἰς τὸ ἀγαθόν, ὅση δύναμις αὐτοῖς, κρείττους καὶ μείζους εἰσὶν ἐξ ἅπαντος ἐν τῇ γνώσει καὶ πίστει καὶ ἔργοις ἐκείνων τῶν εἰς τὴν κλῆσιν τῆς τελειότητος καὶ ἐλευθερίας καὶ ἀπαθείας φθάσαι μὴ πιστευόντων μηδὲ ἐπιτηδευόντων, ἀλλὰ τῷ ἰδίῳ θελήματι μόνῳ πληροφορουμένων καὶ οἰήσει τὴν προκοπὴν ἐχόντων· οὐκ ἀποβλέποντες γὰρ εἰς τὸν ἄκρον τῶν εὐαγγελικῶν λόγων τῆς μακαρίας κλήσεως σκοπὸν ἑαυτοὺς μηδὲν εἶναι ἡγεῖσθαι ἀκμὴν οὐ δύνανται, συντετριμμένην καρδίαν οὐκ ἔχοντες μηδὲ πεινῶντες ἀεὶ καὶ διψῶντες τὴν δικαιοσύνην, καὶ ὅλῃ ἰσχύϊ καὶ προθυμίᾳ καὶ πόνῳ καὶ ἀγῶνι τρέχειν οὐ δυνάμενοι, τὴν ἀρχὴν μὴ πιστεύοντες τοῖς τῶν ἁγίων ἐντολῶν καὶ 297 εὐαγγελικῶν λόγων ἱεροῖς παραγγέλμασιν, ἵνα διὰ τῆς πίστεως καὶ σπουδῆς ἀγαθῆς τὴν πνευματικὴν προκοπὴν λαμβάνοντες τῶν αἰωνίων ἀγαθῶν ἄξιοι γένωνται. Πρὸς πᾶσι δὲ τοῖς προειρημένοις καὶ τοῦτο ἁρμοζόντως ῥηθήσεται· εἰ μὲν τῇ ἑαυτῶν δυνάμει ἐπερειδόμενοι καὶ τῇ ἰδίᾳ ἰσχύϊ ἢ συνέσει ἢ δικαιώμασι πεποιθότες τὴν τῶν παθῶν ἐνέργειαν ἀναιρεῖν καὶ ἐκριζοῦν ἐπηγγελλόμεθα, ὅπερ ἀνθρωπίνῃ φύσει ἐστὶν ἀδύνατον, καλῶς ἂν ἕκαστος καθ' ἡμῶν εἶχε λέγειν ὡς ὑπέρογκα ἐκ ματαιότητος φρονούντων καὶ τὰ ὑπὲρ ἀνθρωπίνην φύσιν ἐπαγγελλομένων· εἰ δὲ τῷ λόγῳ τοῦ θεοῦ ἐξακολουθοῦντες καὶ τῇ συνέσει τῶν ἁγίων γραφῶν συνεθισθέντες καὶ τῇ δυνάμει τοῦ θεοῦ πεποιθότες ὁμολογοῦμεν καὶ πιστεύομεν, ὅτι τὰ παρὰ ἀνθρώποις ἀδύνατα παρὰ τῷ ἐπαγγειλαμένῳ θεῷ πάντα δυνατὰ τυγχάνει, τί ἄπιστον κρίνετε, εἰ ὁ θεὸς νεκροὺς ἐγείρει, καθὼς ἐν ταῖς Πράξεσιν εἴρηται; εἰ γὰρ νεκροὺς ἐγείρει, καὶ πάθη κακίας τῶν ἄκρως ἐν πάσαις ἀρεταῖς ἀγωνιζομένων καὶ εἰλικρινῶς καὶ ὁλοκλήρως πιστευόντων ἐκριζοῦν οὐκ ἀδυνατεῖ· οὐδὲν γὰρ ἀδύνατον παρὰ τῷ θεῷ. πᾶν γὰρ ἐπαγγελθὲν ἐν ταῖς θείαις γραφαῖς ὑπὸ τοῦ πνεύματος ῥῆμα οὐ παραλογισθήσεται κατὰ τὸ εἰρημένον ὑπὸ τοῦ κυρίου· Ὁ οὐρανὸς καὶ ἡ γῆ παρελεύσονται, οἱ δὲ λόγοι μου οὐ μὴ παρέλθωσι, καὶ ἀλλαχοῦ· Τὸ δὲ ῥῆμα κυρίου μένει εἰς τὸν αἰῶνα. ἀνθρωπίνῃ μὲν γὰρ ἰσχύϊ δι' ἀκροτάτης ἀσκήσεως καὶ σπουδῆς καὶ ἀγῶνος ἀνακόπτεσθαι εἰς τὸ μὴ ἐξεργάζεσθαι πάθη μιαρὰ τὰ συνόντα τῇ ψυχῇ καὶ τῷ σώματι οὐ δυνατόν· ἐκκόπτεσθαι δὲ καὶ ἐκριζοῦσθαι παντελῶς τὰ ἐπισπαρέντα τῇ τῶν ἀνθρώπων φύσει ὑπὸ τοῦ ἐχθροῦ τῶν παθῶν ζιζάνια τοῖς ἀληθῶς 298 πιστεύουσι τῇ τοῦ θεοῦ δυνάμει μόνον δυνατόν. Ἰδοὺ γάρ, φησίν, ὁ ἀμνὸς τοῦ θεοῦ ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου· καὶ Ἐὰν ὑμεῖς μείνητε ἐν τῷ λόγῳ τῷ ἐμῷ, ἀληθῶς μαθηταί μου ἐστέ, καὶ γνώσεσθε τὴν ἀλήθειαν, καὶ ἡ ἀλήθεια ἐλευθερώσει ὑμᾶς. ἀλλὰ καὶ τὸ Ὁ θεὸς συντρίψει τὸν σατανᾶν ὑπὸ τοὺς πόδας ὑμῶν ἐν τάχει καὶ τὰ τούτοις ὅμοια τὰ προειρημένα ὑπὸ τοῦ πνεύματος ῥήματα τὴν τῶν παθῶν παντελῆ ἀπολύτρωσιν τοῖς διὰ πίστεως καὶ ἀγῶνος ὁλοτελῶς ἑαυτοὺς τῷ θεῷ