1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

23

κίνησις· καὶ γίνεται τὸ ὕδωρ εἰδοποιούμενον καὶ αὐτὸ ἀμβλύτητι πυκνότητι κινήσει· ἔστιν οὖν ὡς ὀξύτης πρὸς ἀμβλύτητα οὕτω πῦρ πρὸς ἀέρα· ὡς δὲ μανότης πρὸς πυκνότητα, οὕτως ἀὴρ πρὸς ὕδωρ· ὡς δὲ κίνησις πρὸς στάσιν, οὕτως ὕδωρ πρὸς γῆν. ὡς ἄρα πῦρ πρὸς ἀέρα, οὕτως ἀὴρ πρὸς ὕδωρ· καὶ ὡς ἀὴρ πρὸς ὕδωρ, οὕτως ὕδωρ πρὸς γῆν. πέφυκε γὰρ τὰ μὲν ἐπίπεδα ὑπὸ μιᾶς μεσότητος συνέχεσθαι, τουτέστιν ἀναλογίας· τὰ δὲ στερεὰ ὑπὸ δύο μεσοτήτων. κατ' ἄλλον δὲ τρόπον λέγουσι ποιότητας ἔχειν τὰ στοιχεῖα· τὴν μὲν γὰρ γῆν καὶ τὸ ὕδωρ βαρύτητα ἔχειν καθ' ἣν κάτω φύσει φέρονται, τὸν δὲ ἀέρα καὶ τὸ πῦρ κουφότητα καθ' ἣν ἄνω φύσει φέρονται. λέγουσι δὲ οἱ Στωϊκοὶ τῶν στοιχείων τὰ μὲν εἶναι δραστικὰ τὰ δὲ παθητικά· δραστικὰ μὲν ἀέρα καὶ πῦρ· παθητικὰ δὲ γῆν καὶ ὕδωρ. Ἀριστοτέλης δὲ καὶ πέμπτον εἰσάγει σῶμα τὸ αἰθέριον καὶ κυκλοφορικόν, μὴ βουλόμενος τὸν οὐρανὸν ἐκ τῶν τεσσάρων στοιχείων γεγενῆσθαι (κυκλοφορικὸν δὲ λέγει τὸ πέμπτον σῶμα ὅτι ἐν κύκλῳ περὶ αὑτὸ φέρεται), τοῦ Πλάτωνος διαρρήδην φάσκοντος ἐκ πυρὸς καὶ γῆς αὐτὸν συνεστάναι. λέγει δὲ οὕτως· σωματοειδὲς δὲ καὶ ὁρατὸν ἁπτόν τε δεῖ τὸ γενόμενον εἶναι, χωρὶς δὲ πυρὸς οὐδὲν ἄν ποτε ὁρατὸν γένοιτο, οὐδὲ ἁπτὸν ἄνευ τινὸς στε ρεοῦ· στερεὸν δὲ οὐκ ἄνευ γῆς· ὅθεν ἐκ πυρὸς καὶ γῆς τὸ τοῦ παντὸς συνιστάναι σῶμα ὁ θεὸς ἀρχόμενος ἐποίει. δύο δὲ μόνα καλῶς συνίστασθαι τρίτου χωρὶς οὐ δυνατόν, δεσμὸν γὰρ ἐν μέσῳ δεῖ ἀμφοῖν συναγωγὸν γίνεσθαι· δεσμῶν δὲ κάλλιστος ὃς ἂν ἑαυτόν τε καὶ τὰ ξυνδούμενα ὅτι μάλιστα ἓν ποιῇ· τοῦτο δὲ πέφυκεν ἀναλογία κάλ λιστα ἀποτελεῖν. δεσμὸν λέγων τὰ μέσα δύο στοιχεῖα ἐξ ἀναλογίας εἰλημμένα τῆς προρρηθείσης. οἱ δὲ τὰ τῶν Ἑβραίων πρεσβεύοντες διαφέρονται περὶ τοῦ οὐρανοῦ καὶ τῆς γῆς. οἱ μὲν γὰρ ἄλλοι σχεδὸν πάντες ἐξ οὐδεμιᾶς προϋποκειμένης ὕλης φάσκουσι γεγενῆσθαι τὸν οὐρανὸν καὶ τὴν γῆν, ἐπειδὴ Μωϋσῆς φασιν ἐν ἀρχῇ ἐποίησεν ὁ θεὸς τὸν οὐρανὸν καὶ τὴν γῆν· Ἀπολινάριος δὲ ἐκ τῆς ἀβύσσου πεποιηκέναι τὸν θεὸν τὸν οὐρανὸν καὶ τὴν γῆν βούλεται· τῆς γὰρ ἀβύσσου Μωϋσῆς οὐκ ἐμνημόνευσεν ἐν τῇ γενέσει τοῦ κόσμου ὡς γενομένης· ἐν δὲ τῷ Ἰὼβ εἴρηται· ὁ ποιήσας τὴν ἄβυσσον· ἐκ ταύτης οὖν ὡς ἐξ ὕλης βούλεται τὰ ἄλλα πάντα γεγενῆσθαι· οὐ μὴν ἀγένητον ἀλλὰ γενητὴν αὐτὴν εἶναι, πρὸ πάντων τῶν σωματικῶν προκαταβεβλημένην ὑπὸ τοῦ δημιουργοῦ πρὸς τὴν τῶν ἄλλων ὑπόστασιν· δηλοῖ δὲ καὶ τοὔνομα τῆς ἀβύσσου τὸ τῆς ὕλης ἄπειρον. ἀλλὰ τοῦτο μὲν ὅπως ἂν ἔχοι οὐδὲν διαφέρει. καὶ οὕτως γὰρ πάντων ὁ Θεὸς δημιουργὸς δείκνυται καὶ ἐξ οὐκ ὄντων πεποιηκὼς τὰ πάντα. πρὸς δὲ τοὺς ἓν μόνον λέγοντας εἶναι στοιχεῖον, ἢ τὸ πῦρ ἢ τὸν ἀέρα ἢ τὸ ὕδωρ, ἀρκέσει τὰ παρὰ Ἱπποκράτους εἰρημένα· εἰ ἓν ἦν ὁ ἄνθρωπος οὐδέ ποτε ἂν ἤλγεεν· οὐδὲ γὰρ ἂν ἦν ὑφ' οὗ ἀλγήσειεν ἂν ἓν ὄν· εἰ δὲ καὶ ἤλγεεν ἓν ἂν ἦν τὸ ἰώμενον. δεῖ γὰρ τὸ μέλλον ἀλγεῖν ἐν μεταβολῇ γενέσθαι μετ' αἰσθήσεως· εἰ δὲ ἓν μόνον ἦν τὸ στοιχεῖον οὐκ ἦν εἰς ὃ μεταβληθείη· μὴ τρεπόμενον δὲ ἀλλὰ μένον ἐφ' ἑαυτοῦ οὐκ ἂν ἤλγησεν, εἰ καὶ αἰσθητὸν ἦν· ἀνάγκη δὲ καὶ τὸ πάσχον ὑπό τινος πάσχειν· εἰ δὲ μόνον ἓν ἦν τὸ στοιχεῖον οὐκ ἦν ἂν ἑτέρα ποιότης παρὰ τὴν τοῦ ἑνὸς στοιχείου ὑφ' ἧς ἔπαθεν ἂν τὸ ζῷον· εἰ δὲ μήτε μεταβληθῆναι μήτε παθεῖν ἐδύνατο, πῶς ἂν ἤλγησεν; δείξας οὖν τοῦτο ἀδύνατον κατὰ συγχώρησιν ἐπάγει· εἰ δὲ καὶ ἤλγεεν ἓν ἂν ἦν τὸ ἰώμενον· νῦν δὲ οὐκ ἔστιν ἓν τὸ ἰώμενον ἀλλὰ πολλά. οὐκ ἄρα ἓν ἦν ὁ ἄνθρωπος. ἀλλὰ καὶ ἐξ ὧν αὐτοὶ πειρῶνται τὸ ἴδιον ἕκαστος κατασκευάζειν δόγμα, ἐκ τούτων μάλιστα δείκνυται τέσσαρα ὄντα τὰ στοιχεῖα. καὶ γὰρ Θαλῆς τὸ ὕδωρ μόνον λέγων εἶναι στοιχεῖον πειρᾶται δεικνύναι τὰ ἄλλα τρία ὑπὸ τούτου γινόμενα. τὴν μὲν γὰρ ὑποστάθμην αὐτοῦ γῆν γίνεσθαι· τὸ δὲ λεπτομερέστερον ἀέρα· τοῦ δὲ ἀέρος τὸ λεπτομερέστερον πῦρ. Ἀναξιμένης δὲ ἀέρα μόνον λέγων καὶ αὐτὸς ὁμοίως πειρᾶται δεικνύναι τὰ ἄλλα στοιχεῖα ἐκ τοῦ ἀέρος ἀποτελούμενα· Ἡράκλειτος δὲ καὶ Ἵππαρχος ὁ Μεταποντῖνος τὸ πῦρ λέγοντες ταῖς αὐταῖς ταύταις ἀποδείξεσι κέχρηνται. ἐξ ὧν τοίνυν καὶ οὗτοί φασι τὸ πῦρ εἶναι