1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

24

δείμασι τὴν ψυχὴν ἐκ τῶν ὄψεων, ὠχρὰ μὲν εἴδη πλάττων, ὄμμα δὲ βλοσυρὸν ἢ κατηφές, ἅτε δὴ νεκρῶν ἀρτίως ἐμπνεῖν καὶ πάλιν ἐκπνεῖν ὑπισχνουμένων· εἴωθε γὰρ ὑποκρίσει συσχηματίζεσθαι τοῖς δεινοῖς ὁ πλαστογράφος. 30.5 ἀλλ' ἔσθ' ὅτε μὲν αὐτὸς ἑαυτὸν εἰς πολλὰς ἀλλάττει μορφάς, ἔσθ' ὅτε δὲ συνεργοῖς ἀποκέχρηται τοῖς ὁμοήθεσιν αὐτῷ δαίμοσιν, οὔτε δὲ ψυχὰς ἐξ ᾅδου μεταπέμπεται προφητῶν οὔτε πνεύματα δικαίων οὔτε τὰς ἀγγελικὰς ἀξίας, ἀλλὰ τοὐναντίον ἐγένετο μὲν εἰς τὸ καταπαίζεσθαι πρὸς τῶν ἀγγέλων, ἐξεδόθη δὲ τοῖς ἀρίστοις ἀνδράσιν ὥστε πατεῖσθαι πρηνὴς εἰς τοὔδαφος ἀπορραγείς. 30.6 ἀλλ' οὗτος μὲν ἐκ τῶν ἀνωτάτω ῥοιζήματι βιαίῳ κατενεχθεὶς ὑπεστόρεσε τὰ νῶτα· μόνῳ δὲ τῷ παντοκράτορι πάρεστι θεῷ καὶ τῷ θειοτάτῳ τούτου παιδὶ ψυχὰς ἀνάγειν ἐξ ᾅδου καὶ χοροὺς ἀγγέλων ἐν τάξει παρεστῶτας ἔχειν, ὅπερ ἴδιον ἔκκριτον ὑπάρχει τῆς τοῦ θείου φύσεως.