1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

24

288 Οὗτος κλέπτει γνῶσιν οὐχ ὁ τὴν τοῦ προλαβόντος λαμβάνων, ἀλλ' ὁ ἐκ τῆς ψευδωνύμου ὑφαιρούμενος γνώσεως. Καὶ γὰρ πάντες οἱ πεπιστευκότες Χριστῷ ἀπὸ τῶν ἁγίων προφητῶν καὶ ἀποστόλων λαμβάνοντες θεωρήματα οὐ λέγονται κλέπται ἀλλοτρίων θεωρημάτων, ἀλλὰ μᾶλλον κληρονόμοι πατρῴων χρημάτων. 289 30, 10 μὴ παραδῷς οἰκέτην εἰς χεῖρας δεσπότου, μήποτε καταράσηταί σε καὶ ἀφανισθῇς Φυγόντα νοῦν τὴν κακίαν μὴ πάλιν παραδῷς τῇ κακίᾳ, εἴπερ «πᾶς ὁ ποιῶν τὴν ἁμαρτίαν δοῦλός ἐστι τῆς ἁμαρτίας». Ἁμαρτία δὲ νῦν ὀνομάζεται ὁ ἐνεργῶν τὴν ἁμαρτίαν διάβολος.

290 24, 25 οἱ δὲ ἐλέγχοντες βελτίους φανοῦνται· ἐπ' αὐτοὺς δὲ ἥξει εὐλογία

ἀγαθή Ἡ εὐλογία ἡ ἀγαθὴ ἡ νοητή ἐστιν εὐλογία, ἥτις ἀντιδιαιρεῖται πρὸς τὴν αἰσθητὴν εὐλογίαν. 291 24, 27.1-2 ἑτοίμαζε εἰς τὴν ἔξοδον τὰ ἔργα σου καὶ παρασκευάζου εἰς τὸν ἀγρόν Ὁ μὲν κύριος ἡμῶν ἐν τοῖς εὐαγγελίοις ἀγρὸν τὸν κόσμον ὠνόμασεν· ὁ δὲ Σολομὼν ἀγρὸν νῦν εἴρηκεν τὴν θεωρίαν τοῦ κόσμου. Ἀλλ' ὁ μὲν ἐν τοῖς εὐαγγελίοις ἀγρὸς τοῦ συνεστῶτος ἐκ ψυχῆς καὶ σώματος ἀνθρώπου ἐστίν· αἰσθητὸς γάρ ἐστιν· ὁ δὲ ἐνταῦθα δηλούμενος ἀγρὸς τοῦ νοῦ μόνου ἐστίν, νοητὸς ὢν καὶ συνεστὼς ἐκ τῶν λόγων τούτου τοῦ κόσμου, εἰς ὃν καρδίαι εἰσβαίνουσι καθαραί. 292 24, 27.3-4 καὶ πορεύου κατόπισθέν μου καὶ ἀνοικοδομήσεις τὸν οἶκόν σου «Μετὰ γὰρ σοφίας οἰκοδομεῖται οἶκος»· «εἰς δὲ κακότεχνον ψυχὴν οὐκ εἰσελεύσεται σοφία.» 293 24, 31 ἐὰν ἀφῇς αὐτόν, χερσωθήσεται καὶ χορτομανήσει ὅλος καὶ γίνεται ἐκλελειμένος· οἱ δὲ φραγμοὶ τῶν λίθων αὐτοῦ κατασκάπτονται Φραγμός ἐστιν ἀπάθεια ψυχῆς λογικῆς ἐκ τῶν πρακτικῶν ἀρετῶν συνεστῶσα.

294 30, 17 ὀφθαλμὸν καταγελῶντα πατρὸς καὶ ἀτιμάζοντα γῆρας μητρὸς

ἐκκόψαισαν αὐτὸν κόρακες ἐκ τῶν φαράγγων καὶ καταφάγοισαν αὐτὸν νεοσσοὶ ἀετῶν Οὗτοι οἱ κόρακες τοὺς μὲν δικαίους τρέφουσι μυστικῶς, τοὺς δὲ ἀδίκους κολάζουσι τοὺς τῆς ἀδικίας ὀφθαλμοὺς ἐξορύττοντες, διότι τοῦ πάντων πατρὸς καὶ θεοῦ κατεγέλασαν καὶ τὴν γεννῶσαν αὐτοὺς ἀρχαίαν γνῶσιν ἠτίμασαν. Καὶ τοὺς μὲν ἐξορύσσοντας τοὺς ὀφθαλμοὺς τοῦ ἀσεβοῦς κόρακας εἶπεν· τοὺς δὲ ὅλον αὐτὸν κατεσθίοντας ὠνόμασεν ἀετούς, διὰ τὸ τοὺς μὲν τὴν μερικήν, τοὺς δὲ τὴν καθόλου κάθαρσιν πεπιστεῦσθαι.

295 30, 31.2 καὶ τράγος ἡγούμενος αἰπολίου Εἰ ἔριφοί εἰσιν οἱ ἀκάθαρτοι ἐξ

ἀριστερῶν ὑπὸ τοῦ σωτῆρος ἱστάμενοι, ὁ δὲ τράγος ἡγεῖται τούτων, μήποτε ὁ τράγος νῦν τὸν διάβολον σημαίνει. 296 31, 5 ἵνα μὴ πιόντες ἐπιλάθωνται τῆς σοφίας καὶ ὀρθὰ κρίνειν οὐ μὴ δύνωνται τοὺς ἀσθενεῖς Οὐ μὴ δύνωνται ὀρθῶς διδάσκειν. 297 31, 6 δίδοτε μέθην τοῖς ἐν λύπαις 31, 7 καὶ οἶνον πίνειν τοῖς ἐν ὀδύναις, ἵνα ἐπιλάθωνται τῆς πενίας καὶ τῶν πόνων μὴ μνησθῶσιν ἔτι Ὁ μεθυσθεὶς ἀπὸ τῆς πιότητος τοῦ οἴκου κυρίου ἐπιλανθάνεται τῶν ὀδυνῶν. 298 31, 9 ἄνοιγε σὸν στόμα καὶ κρῖνε δικαίως· διάκρινε δὲ πένητα καὶ ἀσθενῆ Πένητα λέγει τὸν ἐστερημένον τῆς γνώσεως, ἀσθενῆ δὲ τὸν ἀκάθαρτον.

299 25, 2 δόξα θεοῦ κρύπτει λόγον· δόξα δὲ βασιλέως τιμᾷ προστάγματα Τὸν

ἔχοντα τὴν δόξαν τοῦ θεοῦ δόξαν εἶπεν θεοῦ καὶ τὸν ἔχοντα τὴν δόξαν τοῦ ἐπουρανίου βασιλέως δόξαν βασιλέως ὠνόμασεν. Οὗτοι γὰρ κρύπτουσι τὸν τοῦ θεοῦ λόγον ἐν ἑαυτοῖς, ὅπως ἂν μὴ ἁμάρτωσι καὶ τιμῶσι τὰ προστάγματα, δι' ὧν ποιοῦσιν αὐτά. Πολλάκις δὲ τοῦτο παρεσημειωσάμεθα ὅτι ἀπὸ τῶν ἀρετῶν ὀνομάζονται καὶ