24
τοὺς περιόντας ἐξαρκεῖν ταῖς τῶν κατοιχομένων ταφαῖς. Γενέσθαι δὲ οὐκ ἀδόκητον τοῦ κακοῦ τὴν προσβολὴν τοῖς ἀνθρώποις· ἀλλά τινος φάσματος ἐπιγινομένου τῇ μελλούσῃ καταφθείρεσθαι οἰκίᾳ, οὕτως ἐπακολουθεῖν τὴν φθοράν. Ἐπεὶ οὖν πᾶσι καταφανὴς ἐγένετο ἡ αἰτία τῆς νόσου, ὅτι τὸ ἐπικληθὲν παρ' αὐτῶν δαιμόνιον κακῶς ἐπλήρου τὴν εὐχὴν τῶν ματαίων, τὴν πονηρὰν ταύτην ἐκ τοῦ πάθους εὐρυχωρίαν ἐμποιοῦν τῇ πόλει· ἔνθα ἱκέται γίνονται τοῦ μεγάλου, στῆσαι δεόμενοι τοῦ κακοῦ τὴν φορὰν διὰ τοῦ παρ' αὐτοῦ γινωσκομένου τε καὶ κηρυττομένου Θεοῦ, ὃν μόνον ὡμολόγουν ἀληθῶς εἶναι Θεὸν, καὶ κατὰ πάντων τὸ κράτος ἔχειν. Τοῦ γὰρ φάσματος ἐκείνου πρὸ τῆς ἐσομένης τῷ οἴκῳ διαφθορᾶς προφαινομένου, καὶ παραχρῆμα τὴν ἀπόγνωσιν τῆς ζωῆς ἐμποιοῦντος, εἷς ἐγίνετο τοῖς κινδυνεύουσι σωτήριος τρόπος, τὸ ἐντὸς ἐκείνου γενέσθαι τοῦ οἴκου τὸν μέγαν Γρηγόριον, καὶ δι' εὐχῆς τὸ ἐνσκῆψαν τῷ οἴκῳ πάθος ἀπώσασθαι. Ταχείας δὲ διὰ τῶν τετυχηκότων ἐν πρώτοις τῆς τοιαύτης σωτηρίας ἐπὶ πάντας τῆς φήμης διαδραμούσης, πάντα ἀργὰ ἦν, ἃ πρότερον ὑπὸ ματαιότητος αὐτοῖς ἐσπουδάζετο, χρηστήριά τε καὶ καθάρσια, καὶ ἡ ἐν τοῖς εἰδώλοις διατριβὴ, πάντων πρὸς τὸν μέγαν ἱερέα βλεπόντων, καὶ ἑκάστου πρὸς ἑαυτὸν ἐπὶ σωτηρίᾳ παντὸς τοῦ γένους ἐφελκομένου. Μισθὸς δὲ ἦν αὐτῷ παρὰ τῶν σωζομένων ἡ τῶν ψυχῶν σωτηρία. Τῇ γὰρ τοιαύτῃ πείρᾳ τῆς εὐσεβείας τοῦ ἱερέως φανερουμένης, οὐκέτι ἦν ἀναβολὴ πρὸς τὴν συγκατάθεσιν τοῦ μυστηρίου, τοῖς διὰ τῶν ἔργων διδασκομένοις τὴν τῆς πίστεως δύναμιν. Οὕτως ἐγένετο τοῖς ἀνθρώποις ἐκείνοις ἰσχυροτέρα τῆς ὑγείας ἡ νόσος. Ὅσον γὰρ ἐν τῇ ὑγιείᾳ πρὸς τὴν τοῦ μυστηρίου παραδοχὴν τοῖς λογισμοῖς ἀσθενοῦντες ἦσαν, τοσοῦτον τῇ σωματικῇ νόσῳ πρὸς τὴν πίστιν ἐῤῥώσθησαν. Καὶ οὕτω τῆς περὶ τὰ εἴδωλα πλάνης ἐλεγχθείσης, πάντες πρὸς τὸ ὄνομα τοῦ Χριστοῦ μετετίθεντο, οἱ μὲν διὰ τῆς ἐπιγενομένης νόσου χειραγωγηθέντες πρὸς τὴν ἀλήθειαν· οἱ δὲ καὶ προφυλακὴν τοῦ λοιμοῦ, τὴν πίστιν τὴν εἰς τὸν Χριστὸν προβαλλόμενοι. Ἔστι δὲ καὶ ἄλλα τῇ μνήμῃ μέχρι τοῦ δεῦρο διασωζόμενα τοῦ μεγάλου Γρηγορίου θαύματα, ἅπερ φειδόμενοι τῆς ἀπιστούσης ἀκοῆς, ὡς ἂν μὴ βλαβεῖεν οἱ τὸ ἀληθὲς ἐν τῷ μεγέθει τῶν λεγομένων ψεῦδος οἰόμενοι, τοῖς γεγραμμένοις οὐ προσεθήκαμεν. Χριστῷ δὲ τῷ τοιαῦτα διὰ τῶν δούλων αὐτοῦ τερατουργοῦντι πρέπει δόξα, τιμὴ καὶ προσκύνησις, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.