24
αὐτὴν παρθένων πολύς, ἃς αὐτὴ διὰ τῶν πνευματικῶν ὠδίνων γεννήσασα καὶ εἰς τελείωσιν διὰ πάσης ἐπιμελείας προάγουσα, τὴν τῶν 19.8 ἀγγέλων ἐμιμεῖτο ζωὴν ἐν ἀνθρωπίνῳ τῷ σώματι. οὐκ ἦν διάκρισις ἐν αὐτῇ νυκτὸς καὶ ἡμέρας, ἀλλὰ καὶ νὺξ ἐνεργὸς ἐν τοῖς τοῦ φωτὸς ἔργοις ἐδείκνυτο καὶ ἡμέρα τὴν νυκτερινὴν ἡσυχίαν τῷ ἀταράχῳ τῆς ζωῆς ὑπεκρίνετο· φωνῆεν ἦν αὐτῇ διὰ παντὸς τοῦ χρόνου τὸ οἴκημα νυκτὸς καὶ ἡμέρας ταῖς 19.9 ψαλμῳδίαις περιηχούμενον. εἶδες ἂν πρᾶγμα καὶ ὀφθαλμοῖς ἀπιστούμενον, σάρκα μὴ ζητοῦσαν τὰ ἴδια, γαστέρα, καθάπερ ἐπὶ τῆς ἀναστάσεως ὑποπτεύομεν, πρὸς τὰς οἰκείας ὁρμὰς κατηργημένην, δακρύων λιβάδας πρὸς τὸ τῆς πόσεως μέτρον ἐξησκημένας, στόμα μελετῶν δι' ὅλου τὸν νόμον, ἀκοὴν τοῖς θείοις σχολάζουσαν, χεῖρα πρὸς τὰς ἐντολὰς ἀεικίνητον· καὶ πῶς ἄν τις ὑπ' ὄψιν ἀγάγοι πρᾶγμα ὑπερβαῖνον τὴν διὰ τῶν λόγων γραφήν; 19.10 Ἐπειδὴ τοίνυν ἐπέστην παρ' ὑμῶν τοῖς Καππαδόκαις, εὐθύς τις ἡμᾶς ἀκοὴ περὶ αὐτῆς διετάραξε· δέκα δὲ ἦν ἡμερῶν ἡ διὰ τοῦ μέσου ὁδός, καὶ ταύτην πᾶσαν διὰ τῆς ἐνδεχομένης ἐπείξεως διανύσας γίνομαι κατὰ τὸν Πόντον καὶ εἶδον καὶ ὤφθην· ἀλλ' ὥσπερ εἴ τις διὰ μεσημβρίας ὁδεύων καὶ καταφρυγεὶς τῷ ἡλίῳ τὸ σῶμα, ἐπί τινα κρήνην ἀναδραμών, πρὶν ἐπιψαῦσαι τοῦ ὕδατος, πρὶν καταψῦξαι τὴν γλῶσσαν, ἀθρόως αὐτῷ τῆς πηγῆς ὑποξηρανθείσης κόνιν εὕροι τὸ ὕδωρ γενόμενον, οὕτω καὶ αὐτός, ἐνιαυτῷ δεκάτῳ τὴν ἀντὶ μητρός μοι καὶ διδασκάλου καὶ παντὸς ἀγαθοῦ ποθουμένην ἰδών, πρὶν ἀποπληρῶσαι τὸν πόθον, ἡμέρᾳ τρίτῃ κηδεύσας ὑπέστρεφον. ταῦτά μοι τῆς πατρίδος μετὰ τὴν ἐπάνοδόν μου τὴν ἐξ Ἀντιοχείας τὰ 19.11 εἰσιτήρια. εἶτά μοι, πρὶν καταπεφθῆναι τὴν συμφοράν, οἱ πρόσχωροι τῆς ἐμῆς ἐκκλησίας Γαλάται, τὸ σύνηθες αὐτοῖς περὶ τὰς αἱρέσεις ἀρρώστημα πολλαχοῦ τῆς ἐμῆς ἐκκλησίας κατὰ τὸ λεληθὸς ὑποσπείραντες, ἀγῶνα παρέσχον οὐ μικρόν, ὥστε πανταχοῦ διὰ θεὸν μόγις ἐξισχῦσαι περι19.12 γενέσθαι τοῦ πάθους. εἶτα ἐπὶ τούτοις ἄλλα· Ἴβωρα πόλις ἐστὶν <ἐν> τοῖς ὁρίοις τοῦ Πόντου κατῳκισμένη, ἔχουσα πρὸς ἡμᾶς ἐξ ἀρχαίου καὶ πρὸς τὴν ὑγιαίνουσαν πίστιν ἐπιρρεπῶς· καὶ τοῦ ἐπισκοποῦντος αὐτὴν προσφάτως ὑπεξελθόντος τὸν βίον, πανδημεὶ πρὸς ἡμᾶς ἐπρεσβεύσαντο μὴ περιιδεῖν αὐτὴν ἔκδοτον ταῖς χερσὶ τῶν ἐναντίων 19.13 σπαρασσομένην. δάκρυα, προσπτώσεις, οἰμωγαί, ἱκετηρίαι, πάντα τὰ τοιαῦτα, δι' ὧν ἐγίνετο ἡμῖν ἡ τῶν παρόντων κακῶν ἀκολουθία. ἐπειδὴ γὰρ ἐγενόμεθα κατὰ τὸν Πόντον καὶ κατὰ τὸν προσήκοντα τύπον τῆς παρ' αὐτοῖς ἐκκλησίας ἐπεμελήθημεν συνεργίᾳ θεοῦ, εὐθὺς ἡμᾶς ἐπὶ τοῦ τόπου καταλαμβάνουσιν ὁμοιότροποι πρεσβεῖαι παρὰ τοῦ πλήθους τῶν Σεβαστηνῶν φθάσαι τὴν τῶν αἱρετικῶν ἐπιδρομὴν 19.14 ἀξιούντων. τὰ δὲ ἐπὶ τούτοις σιωπῆς ἄξια καὶ στεναγμῶν ἀλαλήτων καὶ κατηφείας διηνεκοῦς καὶ πένθους τὴν ἐκ τοῦ χρόνου λύσιν οὐκ ἀναμένοντος· τὰ μὲν γὰρ λοιπὰ τῶν κακῶν τῷ προσεθισμῷ ῥᾷον οἱ ἄνθρωποι φέρουσι, τὰ δὲ ἐνταῦθα προϊόντι τῷ χρόνῳ ταῖς ἐφευρέσεσι τῶν ἀηδεστέρων συναύξεται. 19.15 Ἀλλὰ γὰρ κατὰ τὴν ἀκολουθίαν γίνομαι μετὰ τῶν λοιπῶν ἐπισκόπων τῶν εἰς αὐτὸ τοῦτο συγκεκλημένων ὡς ψήφους ὑπὲρ χειροτονίας δεξόμενος, ἡ ψῆφος δὲ ἤμην ἐγὼ καὶ ἠγνόουν ὁ δείλαιος τοῖς ἐμαυτοῦ πτεροῖς ἁλισκόμενος. 19.16 στάσεις ἐπὶ τούτοις, ἀνάγκαι, δάκρυα, προσπτώσεις, φυλακαί, τάγμα στρατιωτικὸν καὶ αὐτὸς ὁ ἐπιτεταγμένος αὐτοῖς κόμης καθ' ἡμῶν στρατηγῶν καὶ τὴν τοῦ ἡγεμόνος δυναστείαν ἐφ' ἡμᾶς κινῶν καὶ πᾶσαν ἀφορμὴν πρὸς τὴν τυραννίδα τὴν καθ' ἡμῶν συναγείρων, ἕως ἐναφῆκεν ἡμᾶς τοῖς 19.17 Βαβυλωνίοις κακοῖς *** παρ' οἷς τοσαύτη τις γέγονεν ἡ περὶ τὴν πίστιν τῶν ἀνθρώπων ἐκ παλαιῶν χρόνων διαφορά, ὥστε αὐτοῖς ἐνσκιρωθῆναι τὴν νόσον καὶ δυσδιάλυτον εἶναι, καὶ μάχεσθαι πρὸς τοὺς θεραπεύειν ἐπιχει19.18 ροῦντας τὸ πάθος. ἀμαθεῖς δὲ ἄλλως ὄντες καὶ τὴν γλῶσσαν πλέον ἢ βάρβαροι δασεῖς τε τὴν φωνὴν καὶ θηριώδεις τὴν δίαιταν, κατὰ τὰ δολερὰ τῶν θηρίων τὴν πρὸς τὸ κακὸν εὐμηχανίαν οὕτως ἐξήσκηνται, ὡς μηδὲν αὐτοῖς εἶναι τὸν Ἀρχιμήδην, μᾶλλον δὲ