1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

24

ὡς ἀκηκοὼς παρὰ τοῦ Θεοῦ. Ἀλλ' ἐπειδὴ πλέον τῶν τότε εἰρημένων ἔμελλεν ἡμῖν ἐκκαλύπτειν ὅτι οὐδὲ αἱ ἄνω δυνάμεις αὐτὸν ὁρῶσι, διὰ τοῦτο εἰσάγει τὸν μονογενῆ διδάσκαλον. Ὅρασιν δὲ ἐνταῦθα τὴν γνῶσιν εἶναι νόμιζε. Οὐ γὰρ δὴ κόραι καὶ ὄμματα καὶ βλεφαρίδες περὶ τὰς ἀσωμάτους δυνάμεις, ἀλλ' ὅπερ ἐφ' ἡμῶν ἐστιν ὅρασις, τοῦτο ἐπ' ἐκείνων γνῶσις. Ὥστε ὅταν ἀκούσῃς ὅτι «Θεὸν οὐδεὶς ἑώρακε πώποτε», ἐκεῖνο νόμιζε ἀκούειν ὅτι τὸν Θεὸν οὐδεὶς ἔγνω οὐσιωδῶς μετὰ ἀκριβείας ἁπάσης. Καὶ περὶ τῶν Σεραφὶμ δὲ ὅταν ἀκούσῃς ὅτι ἀπέστρεψαν τοὺς ὀφθαλμοὺς καὶ τὴν ὄψιν ἐτείχισαν, καὶ τὰ Χερουβὶμ δὲ ὅτι τὸ αὐτὸ τοῦτο πάλιν ἐποίησαν, μὴ ὀφθαλμούς, μηδὲ κόρας εἶναι νόμιζε-σωμάτων γὰρ οὗτος ὁ σχηματισμός-ἀλλὰ διὰ τούτων τὴν γνῶσιν αὐτῶν αἰνίττεσθαι πίστευε τὸν προφήτην. Ὅταν οὖν λέγῃ ὁ προφήτης ὅτι συγκαταβαίνοντα τὸν Θεὸν ἰδεῖν οὐκ ἤνεγκαν, οὐδὲν ἄλλο λέγει ἀλλ' ἢ ὅτι τὴν γνῶσιν αὐτοῦ τετρανωμένην καὶ ἀκριβῆ τῆς καταλήψεως ἐνεγκεῖν οὐ δύνανται, οὐδὲ τολμῶσιν ἀτενὲς ἰδεῖν πρὸς τὴν ἀκραιφνῆ καὶ ἀκέραιον οὐσίαν, ἀλλ' οὐδὲ πρὸς αὐτὴν τὴν συγκατάβασιν. Τὸ δὲ ἀτενὲς ἰδεῖν τὸ γνῶναί ἐστι. ∆ιὰ τοῦτο καὶ ὁ εὐαγγελιστής, εἰδὼς ὡς οὐκ ἔστιν ἀνθρωπίνης φύσεως τὸ τὰ τοιαῦτα εἰδέναι καὶ ὅτι οὐδὲ ταῖς δυνάμεσι κατάληπτός ἐστιν ὁ Θεός, αὐτὸν τὸν ἐκ δεξιῶν αὐτοῦ καθήμενον καὶ ταῦτα ἀκριβῶς ἐπιστάμενον παράγει τοῦ δόγματος ἡμῖν τούτου διδάσκαλον· καὶ οὐδὲ ἁπλῶς εἶπεν «ὁ Υἱός», καίτοι καὶ εἰ τοῦτο εἰρήκει, ἱκανὸν ἦν ἐπιστομίσαι τὰ τῶν ἀναισχύντων στόματα. Ὥσπερ γὰρ πολλοὶ χριστοί, ὁ δὲ Χριστὸς εἷς, καὶ πολλοὶ κύριοι λεγόμενοι, ὁ δὲ Κύριος εἷς, καὶ πολλοὶ θεοὶ λεγόμενοι, ὁ δὲ Θεὸς εἷς, οὕτω καὶ πολλοὶ υἱοὶ λεγόμενοι, ὁ δὲ Υἱὸς εἷς, καὶ ἡ τοῦ ἄρθρου προσθήκη ἱκανὴ τὸ ἐξαίρετον δεῖξαι τοῦ μονογενοῦς. Ἀλλ' ὅμως οὐκ ἠρκέσθη τούτῳ, ἀλλ' εἰπών· «Θεὸν οὐδεὶς ἑώρακε πώποτε» ἐπήγαγεν· «Ὁ μονογενὴς Υἱός, ὁ ὢν εἰς τὸν κόλπον τοῦ Πατρός, αὐτὸς ἐξηγήσατο.» Πρότερον εἶπε· «Μονογενὴς» καὶ τότε· «Υἱός»· ἐπειδὴ γὰρ πολλοὶ διὰ τὴν πρὸς τὸ ὄνομα κοινωνίαν ὑποτέμνονται αὐτοῦ τὴν δόξαν, ἕνα τῶν πολλῶν εἶναι αὐτὸν νομίζοντες-τὸ γὰρ υἱὸς τοῦτο κοινόν ἐστιν ὄνομα πάντων-ὅπερ ἐστὶν ἐξαίρετον αὐτοῦ καὶ ἴδιον καὶ οὐδενὶ τῶν ἄλλων προσὸν τέθεικε πρότερον, τὸ μονογενής, ἵνα ἀπὸ τούτου πιστεύσῃς ὅτι καὶ τὸ κοινὸν τοῦτο οὐκ ἔστι κοινόν, ἀλλ' ἴδιον αὐτοῦ καὶ κύριόν ἐστι, καὶ οὐδενὶ τῶν ἄλλων οὕτως ὡς ἐκείνῳ προσόν. Καὶ ἵνα σαφέστερον ὃ λέγω γένηται, πλατύτερον αὐτὸ πάλιν ἐρῶ. Τὸ υἱὸς ὄνομα πρόσεστι καὶ ἀνθρώποις, πρόσεστι καὶ τῷ Χριστῷ, ἀλλ' ἡμῖν καταχρηστικῶς, ἐκείνῳ δὲ κυριώς· τὸ δὲ μονογενὴς αὐτοῦ μόνον ἐστὶ καὶ οὐδενὶ τῶν ἄλλων οὐδὲ καταχρηστικῶς πρόσεστιν. Ἵνα οὖν ἀπὸ τῆς προσηγορίας τῆς οὐδενὶ προσούσης ἀλλ' ἢ αὐτῷ μόνῳ καὶ τὴν ἄλλην τὴν τοῖς πολλοῖς προσοῦσαν αὐτοῦ κυρίαν εἶναι νομίσῃς, διὰ τοῦτο πρότερον εἶπεν· «Ὁ μονογενὴς» καὶ τότε· «Υἱός». Εἰ δὲ οὐκ ἀρκεῖ σοι οὐδὲ ταῦτα, φησί, λέγω καὶ ἕτερον τρίτον, παχὺ μὲν καὶ ἀνθρώπινον, ἱκανὸν δὲ καὶ τοὺς χαμαὶ ἕρποντας εἰς τὴν ἔννοιαν τῆς τοῦ μονογενοῦς δόξης ἀναγαγεῖν. Τί δὲ τοῦτό ἐστιν; «Ὁ ὢν εἰς τὸν κόλπον τοῦ Πατρός.» Παχὺ τὸ ῥῆμα, ἀλλ' ἱκανὸν ἐνδείξασθαι τὴν γνησιότητα, ἂν θεοπρεπῶς ἐκλάβωμεν. Ὥσπερ γὰρ ἀκούων θρόνον καὶ τὴν ἐκ δεξιῶν καθέδραν, οὐ θρόνον ὑπολαμβάνεις, οὐδὲ τόπον καὶ περιγραφήν, ἀλλ' ἐκ τῆς τοῦ θρόνου προσηγορίας καὶ τῆς κατὰ τὴν καθέδραν κοινωνίας, τὸ τῆς τιμῆς ἀπαράλλακτον καὶ ἴσον, οὕτω καὶ τὸν κόλπον ἀκούων, μὴ κόλπον εἶναι νόμιζε, μηδὲ τόπον, ἀλλ' ἀπὸ τῆς τοῦ κόλπου προσηγορίας τὴν πρὸς τὸν γεγεννηκότα ἐγγύτητα καὶ τὴν παρρησίαν ἐκλάμβανε· τοῦ γὰρ ἐκ δεξιῶν καθῆσθαι τὸ τῷ κόλπῳ ἐνδιαιτᾶσθαι πολλῷ σαφέστερον ἡμῖν τὴν πρὸς τὸν γεγεννηκότα ἐγγύτητα δηλοῖ καὶ παρίστησιν. Οὔτε γὰρ ἂν ὁ Πατὴρ ἠνέσχετο ἐν τῷ κόλπῳ τὸν Υἱὸν ἔχειν, εἰ μὴ τῆς αὐτῆς οὐσίας ἦν, οὔτ' ἂν ἐκεῖνος ὑπέμεινεν ὑποδεεστέρας φύσεως ὢν ἐνδιαιτᾶσθαι τῷ κόλπῳ τῷ πατρικῷ. Ὡς Υἱὸς τοίνυν καὶ μονογενὴς καὶ ἐν τῷ κόλπῳ διατρίβων τῷ πατρικῷ πάντα τὰ τοῦ Πατρὸς ἐπίσταται