24
ὦσι καὶ καλλωπιζομένην τὴν ἐρωμένην διαπτύωσι· καὶ μὴ διαπτύωσι μόνον, ἀλλὰ καὶ ἀνελεῖν ἐπιθυμῶσιν. Ὅτι φωνὴν ὡς ὠδινούσης ἤκουσα. Καὶ παρήσει τὰς χεῖρας αὐτῆς. Οὐδὲν εἰς αὐτὸν τὸν πόλεμον ἐργάζεσθαι δυνήσεται λοιπόν. Πάλιν ὁ προφήτης ἑώρα τὰ μέλλοντα. Οὐ φέρει τῶν ἀποσφαγέντων τὸ πλῆθος· ἐξίσταται, καὶ ἀποψύχει. Εἰ δὲ ἡ θέα ἀφόρητος, πόσῳ μᾶλλον ἡ πεῖρα; Τὸ μὲν πρῶτον φεύγοντας εἶδε, τὸ δὲ δεύτερον θρη 64.809 νοῦντας, ἔπειτα καὶ ἀναιρουμένους. Προϊὼν λέγει, ὅτι Οὐδὲ συγχωρήσει τις ὑμῖν θρηνῆσαι.
ΚΕΦΑΛ. Εʹ.
Οἴμοι, ὅτι ἐκλείπει ἡ ψυχή μου ἐπὶ τοῖς ἀνηρημένοις. Περιδράμετε ἐν ταῖς ὁδοῖς Ἱερουσαλήμ. Ὁρᾷς ὅτι οὐκ εἰς ἀπόγνωσιν ἐμβάλλει; Καὶ ὅρα τὸν Θεὸν ἀπολογούμενον, καὶ οὐχ ἑτέροις ἐπιτρέποντα τὴν ἐξέτασιν. Ὑμεῖς αὐτοὶ οἱ κακῶς παθόντες, ζητήσατε, φησί. Οὐχ ἑτέρῳ τὸ πρᾶγμα ἐπιτρέπω, οὐκ ἐχθρῷ, καὶ πολεμίῳ, οὐκ ἀμελοῦντι, καὶ ῥᾳθυμοῦντι τῶν ὑμετέρων· ὑμῖν αὐτοῖς τοῖς πονουμένοις καὶ ταλαιπωρουμένοις. Καὶ ἵνα μὴ πάλιν ἐκλύσῃ, Περιδράμετε, φησὶν, ὡς ἐγγὺς ὄντων τῶν δεινῶν, καὶ ἀκριβῆ τὴν ἔρευναν κελεύει ποιήσασθαι. Περὶ τῶν ὑπὸ τὴν ἀπόφασιν κειμένων ὁ λόγος, ἐπεὶ ἦσαν ἐν αὐτοῖς δίκαιοι, ὡς ὁ Ἱερεμίας, καὶ οἱ υἱοὶ Ῥιχὰβ, ἱερεῖς τυγχάνοντες, καὶ ὁ Ἀβιμελέχος Αἰθίοψ. Λέγει τοίνυν περὶ τῶν ἱερέων, καὶ βασιλέων, καὶ ψευδοπροφητῶν, καὶ τοῦ πλήθους. Ζῇ Κύριος, λέγουσι· διὰ τοῦτο οὐκ ἐν ψεύδεσιν ὀμνύουσι. Οὐ γὰρ ἀρκεῖ, φησὶ, τὸ ὀμνύναι, ἀλλὰ τὸ μὴ ἐπιορκεῖν. Ὁρᾷς ὅτι πανταχοῦ, οὐ τὸ ἑαυτοῦ ζητεῖ μόνον ὁ Θεὸς, ἀλλὰ καὶ τὸ τῶν πλησίον. Ἐννόησον ὅσον τὸ ἐπὶ ψεύδεσιν ὀμνύναι, πῶς πόλιν ὁλόκληρον κατήνεγκεν· καὶ γὰρ ὁ μὴ ὀμνὺς τὸν Θεὸν, ἀλλὰ δαίμονας ἴσως, τούτῳ μεῖζον ἡ ὕβρις, κἀνταῦθα, ὅταν εἰς ἑτέρων ἐπήρειαν ὦμεν ἀποκεχρημένοι τῷ ὅρκῳ. Τουτέστιν, ἐπιορκοῦσιν οὐδὲν ἡγούμενοι τὸ κατ' ἐμοῦ ὀμνύειν, καὶ τῇ τοῦ ἐμοῦ ὀνόματος ἀξιοπιστίᾳ ἀποκέχρηνται εἰς τὴν τῶν κακῶν πρᾶξιν. Κύριε, οἱ ὀφθαλμοί σου εἰς πίστιν. Τουτέστιν, Οὐδὲν ἐναντίον ὁρᾷ ὁ σὸς ὀφθαλμός. Καθαρὸν τὸ κρϊμά σού ἐστιν. Μεγάλη κατηγορία, καὶ τῆς ἐσχάτης ἀναισθησίας τεκμήριον· τουτέστι, Πάντα ἀκριβῶς γινώσκεις, καὶ ἀληθῆ τὰ παρὰ σοῦ λεγόμενα. Ἐμαστίγωσας αὐτοὺς, καὶ οὐκ ἐπόνεσαν· ἀπηλγηκότων ἀνθρώπων σημεῖον, οἷα τὰ τοῦ Φαραὼ ἦν· ἵνα δειχθῇ, ὅτι οὐ προφασιζόμενος. Τοῦτο ἦν τὸ λέγειν, περιδράμετε, ἀπὸ τῶν προτέρων δείκνυσιν αὐτοῦ τὴν κηδεμονίαν. Τί ἐστι, συνετέλεσας; ἀπέκτεινας ἅπαντας, τὸ πλέον αὐτῶν καθεῖλες, καὶ οὐδὲ οὕτως ἐπαιδεύθησαν. Οὐδὲν γὰρ, τῶν ἡκόντων εἰς σὲ, παραλέλειπται. Πανταχοῦ τῆς προαιρέσεως, καὶ οὐ τῆς φύσεως, τὸ, Οὐκ ἠθέλησας ἐπιστραφῆναι. Ὅρα κακίαν εἰς φύσιν ἐκτραπεῖσαν. Καὶ ἐγὼ εἶπα, Ἴσως πτωχοί εἰσι, διότι οὐκ ἐδυνήθησαν. Καὶ τί γένοιτο ἂν ἐμπόδιον ἡ πενία; οὐ τοῦτό φησιν, ἀλλὰ τὴν πρόφασιν τῶν πολλῶν ἀναιρεῖ, δεικνὺς, ὅτι οὔτε οὗτοι διὰ τὴν πενίαν ἐνεποδίσθησαν. Πρὸς τὸν μέλλοντα ἀνθυποφέρειν ἡμῖν, οὔτε ἀφ' ἑαυτοῦ Fort. ὡς οὐκ ἀφ' ἑαυτοῦ φυγὼν, προεῖπε τὴν πενίαν. ∆ιὰ πενίαν οἱ πολλοὶ ταῦτα ποιοῦσι, καὶ τρέφεσθαι 64.812 βουλόμενοι, ἠπάτηνται εἰς τὴν ἀσέβειαν. Τὸ γὰρ, διότι οὐκ ἠδυνήθησαν, τουτέστιν, οὐκ ἀντήρκεσαν φιλοσοφῆσαι πρὸς τὴν πενίαν, καὶ ἀπατηθέντες, οὐκ ἔγνωσαν τοῦ Θεοῦ τὴν ὁδόν. Πορεύσομαι πρὸς τοὺς ἁδρούς. Ἀλλὰ καὶ οἱ πλούσιοι ἴσως· οὔτε γὰρ πλοῦτος, οὔτε πενία πρὸς τοῦτο ἐμπόδιον. Ὅρα πῶς πανταχόθεν ἀναιρεῖ τὰς προφάσεις. Τουτέστιν, Ἐξέκλινα πρὸς τοὺς μεγιστᾶνας καὶ τοὺς βασιλεῖς, ἐννοήσας, ὡς ἴσως οὗτοι ἀκόλουθα τῷ νόμῳ διαπράττονται. Εὗρον δὲ πάντας ἀθρόον ἐπὶ τὸ χεῖρον ἐκκλίναντας, καὶ τοῦ