1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

24

δεῖ πολεμίοις πότε δὲ ἡσυχάζειν, καὶ πῶς ἅπαντα τὰ λυπηρὰ διακρούεσθαι δέοι, πολλὴν ἔφερεν αὐτοῖς σωτηρίας εὐκολίαν. Ἀλλ' ἐπειδὴ μανθάνοντες οὐκ ἐποίουν, διὰ τοῦτο καὶ τὸ μανθάνειν αὐτῶν ἀφεῖλεν· ὃ πολλῆς τοῦ Θεοῦ φιλανθρωπίας δεῖγμα ἦν, τὸ καὶ προειδότα τὰ μέλλοντα καὶ ὡς οὐ χρήσονται εἰς δέον τοῖς παρ' αὐτοῦ δώροις, τὰ γοῦν παρ' αὐτοῦ ἅπαντα παρασχεῖν. Μετὰ δὲ τοῦ προφήτου καὶ στοχαστήν φησιν ἀναιρεῖν. Ἐνταῦθά μοι δοκεῖ λέγειν στοχαστὴν τὸν ἀπὸ συνέσεως πολλῆς τῶν μελλόντων στοχαζόμενον καὶ ἀπ' αὐτῆς τῶν πραγμάτων τῆς πείρας. Ἕτερον μὲν γὰρ στοχασμὸς καὶ προφητεία ἄλλο· ὁ μὲν γὰρ Πνεύματι θείῳ φθέγγεται, οὐδὲν οἴκοθεν εἰσφέρων· ὁ δὲ τὰς ἀφορμὰς ἀπὸ τῶν ἤδη γεγενημένων λαμβάνων καὶ τὴν οἰκείαν σύνεσιν διεγείρων, πολλὰ τῶν μελλόντων προορᾷ, ὡς εἰκὸς ἄνθρωπον ὄντα συνετὸν προϊδεῖν. Ἀλλὰ πολὺ τὸ μέσον τούτου κἀκείνου καὶ τοσοῦτον, ὅσον συνέσεως ἀνθρωπίνης καὶ θείας χάριτος τὸ διάφορον. Ἵνα δὲ καὶ ἐπὶ ὑποδείγματος τὸν λόγον ποιήσω φανερόν, ἐννοήσωμεν τὸν Σολομῶντα καὶ τὸν Ἐλισσαῖον· ἀμφότεροι γὰρ κεκρυμμένα πράγματα εἰς μέσον ἤγαγον καὶ κεκρυμμένα ἀνεκάλυψαν· ἀμφότεροι δὲ οὐ τῇ αὐτῇ δυνάμει· ἀλλ' ὁ μὲν ἀπὸ συνέσεως ἀνθρωπίνης παρὰ τῆς φύσεως λαβὼν ἀφορμὰς ἐπὶ τῶν πόρνων γυναικῶν ἐκείνων· ὁ δὲ λογισμῷ μὲν οὐδενὶ χρησάμενος (ποῖος γὰρ λογισμὸς ἀνακαλῦψαι δυνατὸς ἦν τοῦ Γιεζῆ τὴν κλοπήν;), θείᾳ δὲ χάριτι τὰ πόρρωθεν γεγενημένα προιδών. Καὶ πρεσβύτερον καὶ πεντηκόνταρχον. Μετὰ δὴ τούτων καὶ πρεσβύτερον καὶ πεντηκόνταρχόν φησιν ἀναιρήσειν· πρεσβύτερον οὐχ ἁπλῶς γεγηρακότα λέγων, ἀλλὰ τὸν μετὰ τῆς πολιᾶς τὴν προσήκουσαν τῇ πολιᾷ διατηροῦντα σύνεσιν. Καὶ πεντηκόνταρχον δὲ ὅταν λέγῃ, οὐχ ἕνα τινὰ πεντηκόνταρχόν φησιν, ἀλλὰ τῷ ὀνόματι τούτῳ τοὺς ἄρχοντας πάντας αἰνίττεται. Οὐδὲν γάρ, οὐδὲν ἀναρχίας χαλεπώτερον, ὥσπερ οὖν οὐδὲ πλοίου τι σφαλερώτερον γένοιτ' ἂν κυβερνήτην οὐκ ἔχοντος. Καὶ οὐδὲ ἐνταῦθα ἵσταται, ἀλλὰ καὶ ἑτέραν μεγάλην ἀσφάλειαν ἀναιρήσειν ἀπειλεῖ, τοὺς τὰ ἄριστα βουλεύειν εἰδότας, οἳ τῶν ὅπλων οὐκ ἐλάττονα εἰσφέρουσιν εὐεργεσίαν ταῖς πόλεσιν. Ἀφελῶ γάρ, φησί, καὶ θαυμαστὸν σύμβουλον καὶ σοφὸν ἀρχιτέκτονα. Οὐχὶ τὸν οἰκοδόμον λέγων, ἀλλὰ τὸν τῶν πραγμάτων ἔμπειρον καὶ πολλὰ ἐπιστάμενον καὶ μετὰ συνέσεως ἅπαντα τὰ τῆς πόλεως διατιθέναι πράγματα εἰδότα.

3.3 Καὶ μετὰ τούτων· Καὶ συνετὸν ἀκροατήν. Ἂν γὰρ τοῦτο ἀπῇ, κἂν τἄλλα ἅπαντα παρῇ, πλέον οὐδὲν ἔσται ταῖς πόλεσι, κἂν προφῆται ὦσι, κἂν σύμβουλοι, κἂν δυνάσται, ὁ δὲ ἀκουσόμενος μηδεὶς ᾖ, πάντα εἰκῆ καὶ μάτην. Ἐμοὶ δὲ δοκεῖ ἐνταῦθα τὸ Ἀφελῶ λέγειν, τὸ ἐάσω καὶ ἀφήσω, ὥσπερ ὁ Παῦλός φησι· Παρέδωκεν αὐτοὺς ὁ Θεὸς εἰς ἀδόκιμον νοῦν· οὐ τοῦτο δεικνύς, ὅτι ἐνέβαλεν εἰς ἄνοιαν, ἀλλ' ὅτι ἀφῆκε καὶ εἴασεν ἀνοήτους ὄντας. Καὶ ἐπιστήσω νεανίσκους ἄρχοντας αὐτῶν. Τοῦτο ἀναρχίας χεῖρον καὶ πολλῷ χαλεπώτερον. Ὁ μὲν γὰρ οὐκ ἔχων ἄρχοντα, ἀπεστέρηται τοῦ χειραγωγοῦντος· ὁ δὲ πονηρὸν ἔχων τὸν ἐμβάλλοντα εἰς κρημνοὺς ἔχει. Νεανίσκους δὲ ἐνταῦθα οὐχὶ ἁπλῶς τὴν ἡλικίαν διαβάλλων ἔφησεν, ἀλλ' ἀπὸ τοῦ πλεονάζοντος τὴν ἄνοιαν αὐτῶν ἐπιδείκνυται. Ἔστι γὰρ καὶ νέους εἶναι συνετοὺς καὶ γεγηρακότας ἀνοίᾳ συζῇν· ἀλλ' ἐπειδὴ τοῦτο μὲν σπανιάκις συμβαίνειν εἴωθε, τὸ δὲ πλεονάζον τοὐναντίον ἐστίν, ἐξ ἐκείνου ἀνοήτους ὠνόμασεν. Ἐπεὶ καὶ Τιμόθεος νέος ἦν, καὶ μυρίων γεγηρακότων σοφώτερον τὰς Ἐκκλησίας διώρθωσε· καὶ Σολομῶν ἡνίκα μὲν δωδεκαέτης ἦν, τῷ Θεῷ διελέγετο καὶ πολλῆς ἀπήλαυε παρρησίας, καὶ ἀνεκηρύττετο καὶ ἐστεφανοῦτο καὶ θέατρον ἀπὸ τῶν βαρβάρων τῆς ἑαυτοῦ σοφίας ἐκάθιζε καὶ οὐκ ἄνδρες μόνον, ἀλλὰ ἤδη καὶ γυναῖκες πόρρωθεν ἐπιοῦσαι ταύτην μόνην τῆς ἀποδημίας τὴν ὑπόθεσιν εἶχον, τὸ μαθεῖν τι καὶ ἀκοῦσαι παρὰ τῆς ἐκείνου φωνῆς· ἐπειδὴ δὲ εἰς γῆρας ἦλθε, πολλῷ τῆς ἀρετῆς καθυφῆκε. Καὶ ὁ τούτου δὲ πατὴρ ὁ μακάριος ∆αυῒδ τὴν χαλεπὴν ἁμαρτίαν ἐκείνην οὐχ ἡνίκα παῖς