24
ὡς ἄνωθεν γεννηθῆναι, ὡς χάριτι σωθῆναι, ὡς μηδὲν ἔχειν ἀγαθὸν, ἔσωσε, πολλῷ μᾶλλον ἐν τῷ μέλλοντι τοῦτο ἐργάσεται. δʹ. Οὐδὲν γὰρ τῆς ἀνθρωπίνης θηριωδίας χεῖρον ἦν πρὸ τῆς τοῦ Χριστοῦ παρουσίας· ὥσπερ γὰρ ἐχθροὶ καὶ πολέμιοι πάντες διέκειντο πρὸς ἀλλήλους· τοὺς παῖδας ἔσφαζον τοὺς ἑαυτῶν πατέρες, καὶ μητέρες παισὶν ἐπεμαίνοντο· οὐδὲν ἦν ἑστηκὸς, οὐ φυσικὸς, οὐ γραπτὸς νόμος, ἀλλὰ ἀνατέτραπτο ἅπαντα· μοιχεῖαι διηνεκεῖς, φόνοι, καὶ εἴ τι φόνων χαλεπώτερον, κλοπαὶ (φησὶ δέ τις τῶν ἔξωθεν, ὅτι καὶ ἀρετῆς τὸ πρᾶγμα ἐδόκει εἶναι· καὶ εἰκότως, ὅπου γε καὶ θεὸν τοιοῦτον ἔσεβον), χρησμοὶ συνεχεῖς τὸν δεῖνα ἀναιρεῖσθαι καὶ τὸν δεῖνα κελεύοντες. Εἴπω τι τῶν κατ' ἐκεῖνον τὸν χρόνον; Ἀνδρόγεώς τις τοῦ Μίνωος υἱὸς ἐλθὼν εἰς Ἀθήνας καὶ πάλην νικήσας, δίκην ἐδίδου, καὶ ἀνῃρέθη. Ὁ οὖν Ἀπόλλων κακῷ τὸ κακὸν ἰώμενος, ἐκέλευσε δὶς ἑπτὰ παῖδας ἀπάγεσθαι ὑπὲρ τούτου. Τί ταύτης τῆς τυραννίδος ὠμότερον; Καὶ τοῦτο ἐγένετο, καὶ ἄνθρωπος τοῦ δαίμονος τὴν μανίαν λῦσαι ἐπελθὼν, ἔσφαξε τοὺς παῖδας ἐκείνους, ὅτι παρ' αὐτοῖς ἡ ἀπάτη ἴσχυεν· ἐπειδὴ δὲ διανέστησαν καὶ ἤμυναν ἑαυτοῖς, οὐκέτι. Εἰ μὲν οὖν δικαίως τὸ πρᾶγμα ἐγίνετο, οὐκ ἐχρῆν κωλυθῆναι· εἰ δὲ ἀδίκως, ὥσπερ οὖν καὶ ἀδίκως, οὐδὲ παρὰ τὴν ἀρχὴν ἐπι 62.693 ταγῆναι. Πύκτας προσεκύνουν καὶ παλαιστάς. Πόλεμοι συνεχεῖς καὶ ἐπάλληλοι, κατὰ πόλιν, κατὰ κώμην, κατὰ οἰκίαν. Ἐπαιδεράστουν· καὶ παρ' αὐτοῖς φιλόσοφός τις ἐνομοθέτει, δούλῳ ἐξεῖναι μήτε παιδεραστεῖν, μήτε ξηραλοιφεῖν, ὡς ἐναρέτου τοῦ πράγματος ὄντος καὶ πολλὴν ἔχοντος τιμήν. ∆ιὰ τοῦτο καὶ ἐπ' οἰκήματος εἱστήκεισαν φανερῶς τοῦτο ποιοῦντες. Καὶ εἰ πάντα τις ἐπέλθοι τὰ κατ' αὐτοὺς, εὑρήσει φανερῶς ὅτι καὶ εἰς τὴν φύσιν αὐτὴν ἐνύβριζον, καὶ οὐδεὶς ὁ κωλύων ἦν· ἀλλὰ τὰ δράματα αὐτοῖς πάντα τούτων γέμει, μοιχείας, ἀσελγείας, διαφθορᾶς. Παννυχίδες ἐγίνοντο μιαραὶ, καὶ γυναῖκες ἐκαλοῦντο ἐπὶ τὴν θέαν. Ὢ τῆς μιαρίας! ἐν νυκτὶ, ἐν θεάτρῳ παννυχὶς ἦν, καὶ παρθένος ἐκάθητο μεταξὺ νέων μεμηνότων καὶ μεθύοντος ὄχλου .. Τὸ σκότος ἦν ἡ πανήγυρις, καὶ τὰ μυσαρὰ ἔργα τὰ ὑπ' αὐτῶν τελούμενα. ∆ιὰ τοῦτό φησιν· Ἦμέν ποτε καὶ ἡμεῖς ἀνόητοι, ἀπειθεῖς, πλανώμενοι, δουλεύοντες ἐπιθυμίαις καὶ ἡδοναῖς ποικίλαις. Ὁ δεῖνα τῆς μητρυιᾶς ἠράσθη, φησὶ, καὶ ἡ δεῖνα τοῦ προγόνου, καὶ ἀπήγξατο. Τοὺς γὰρ τῶν παίδων ἔρωτας, οὕσπερ αὐτοῖς παιδικὰ καλεῖν ἔθος ἐστὶν, οὐδὲ εἰπεῖν ἔνι. Ἀλλὰ τί; βούλει μητρογαμίας ἰδεῖν; Ἔστι καὶ τοῦτο παρ' αὐτοῖς, καὶ τὸ δὴ δεινὸν, ὑπὸ ἀγνοίας τὸ πρᾶγμα ἐγίνετο, καὶ οὐκ ἐκώλυεν ὁ θεὸς ὁ παρ' αὐτοῖς, ἀλλὰ περιεώρα τὴν φύσιν ὑβριζομένην, καὶ ταῦτα τῶν ἐπισήμων οὖσαν Εἰ δὲ οὓς εἰκὸς, εἰ καὶ μὴ δι' ἕτερόν τι, διὰ γοῦν τὴν τῶν πολλῶν δόξαν ἀντέχεσθαι τῆς ἀρετῆς, οὗτοι δὲ οὕτω πρηνεῖς κατὰ τῆς κακίας ἐφέροντο· τί εἰκὸς τοὺς πολλοὺς καὶ λανθανόντως βιοῦντας διαπράττεσθαι; τί ποικιλώτερον ταύτης τῆς ἡδονῆς; Ἠράσθη ἡ δεῖνα τοῦ δεῖνος· ἐπανελθόντα τὸν ἄνδρα ἔσφαξε διὰ τοῦ μοιχοῦ. Τάχα ἴστε τὸ διήγημα οἱ πολλοί. Τὸν μοιχὸν ἀνεῖλεν ὁ παῖς τοῦ φονευθέντος, κἀκείνην ἐπέθυσε· μετὰ ταῦτα ἐμάνη καὶ αὐτὸς, καὶ ταῖς ἐριννύσιν ἠλαύνετο· εἶτα αὐτὸς οὕτως ὁ μανεὶς ἀπελθὼν ἔσφαξεν ἕτερον, καὶ τὴν ἐκείνου γυναῖκα λαμβάνει. Τί τούτων χεῖρον τῶν συμφορῶν; Τούτου χάριν ταῦτα λέγω ἀπὸ τῶν ἔξωθεν, ἵνα τοὺς Ἕλληνας πείσω, πόσα κατεῖχε τὴν οἰκουμένην κακά. Ἀλλ', εἰ βούλεσθε, καὶ ἀπὸ τῶν ἡμετέρων δεικνύωμεν. Ἔθυσαν, φησὶ, τοὺς υἱοὺς αὐτῶν καὶ τὰς θυγατέρας αὐτῶν τοῖς δαιμονίοις. Καὶ πάλιν οἱ τὰ Σόδομα οἰκοῦντες δι' οὐδὲν ἕτερον ἀπώλοντο, ἢ ὅτι παισὶν ἐπεμαίνοντο. Ἀλλὰ πάλιν ἐν προοιμίοις τῆς τοῦ Χριστοῦ παρουσίας οὐχὶ ἡ τοῦ βασιλέως θυγάτηρ ἐν μέσοις ὠρχεῖτο τοῖς συμποσίοις ἐν ἀνθρώποις μεθύουσιν; οὐχὶ φόνον ᾔτει, καὶ ὀρχήσεως τιμὴν τὴν κεφαλὴν τοῦ προφήτου; Τίς λαλήσει τὰς δυναστείας τοῦ Κυρίου; Στυγητοὶ, φησὶ,