1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

24

παρρησίαν, φρόνημα ἀδούλωτον, γλῶσσαν οὐρανοῦ ἁπτομένην, ἐλευθερίαν ἀχείρωτον, ἀνθρώπου τὸ σῶμα καὶ ἀγγέλου τὸ φρόνημα, χαμαὶ βαδίζοντα καὶ ἐν οὐρανῷ πολιτευόμενον. Εἶδε τὸν βασιλέα καὶ οὐκ εἶδε τὴν πορφύραν· εἶδε τὸν βασιλέα καὶ οὐκ εἶδε τὸ διάδημα. Μή μοι λέγε τὴν βασιλείαν, ὅπου παρανομία. "Οὐκ ἔξεστί σοι, βασιλεῦ, θυμιᾶσαι εἰς τὰ ἅγια τῶν ἁγίων·" ὑπερβαίνεις τὰ σκάμματα, τὰ μὴ δεδομένα ζητεῖς· διὰ τοῦτο καὶ ἃ ἔλαβες ἀπολεῖς. "Οὐκ ἔξεστί σοι θυμιᾶν, ἀλλὰ τοῖς ἱερεῦσιν." Οὐκ ἔστι σὸν τοῦτο, ἀλλ' ἐμόν. Μὴ ἥρπασά σου τὴν πορφυρίδα; Μὴ ἁρπάσῃς μου τὴν ἱερωσύνην. "Οὐκ ἔξεστί σοι θυμιᾶν, ἀλλ' ἢ τοῖς ἱερεῦσι τοῖς υἱοῖς Ἀαρών." [Μετὰ πολὺν χρόνον, μετὰ τὴν τελευτὴν Ἀαρὼν τοῦτο ἐγένετο.] Καὶ διὰ τί οὐκ εἶπεν· Τοῖς ἱερεῦσι, μόνον, ἀλλ' ἐμνημόνευσεν καὶ τοῦ πατρός; Συνέβη ἐν ἐκείνῳ τῷ χρόνῳ τοιοῦτόν τι γενέσθαι. ∆αθὰν γὰρ καὶ Ἀβειρὼν καὶ Κορὲ ἐπανέστησαν τῷ Ἀαρών· ἠνοίχθη ἡ γῆ καὶ κατέπιεν αὐτούς· ἦλθε πῦρ ἄνωθεν καὶ κατέκαυσεν αὐτούς. Βουλόμενος οὖν αὐτὸς ἀναμνῆσαι τῆς ἱστορίας ἐκείνης, ὅτι καί ποτε ἐπηρέσαν τὴν ἱερωσύνην, ἀλλ' οὐχ ἡττήθη, ἀλλ' ἐπῆλθε πλῆθος καὶ ὁ Θεὸς αὐτοὺς ἠμύνατο. "Οὐκ ἔξεστί σοι θυμιᾷν, ἀλλ' ἢ τοῖς ἱερεῦσι τοῖς υἱοῖς Ἀαρών." Οὐκ εἶπεν· Ἐννόησον τί ὑπέμειναν οἱ τότε ταῦτα ποιήσαντες· οὐκ εἶπεν· Ἐννόησον ὅτι ἐκάησαν οἱ ἐπαναστάντες, ἀλλ' εἶπε τὸν ἐκδικηθέντα Ἀαρὼν καὶ εἰς ἀνάμνησιν αὐτὸν τῆς ἱστορίας ἤνεγκεν, μονονουχὶ τοῦτο λέγων· Μὴ τόλμα τὰ τοῦ ∆αθάν, ἵνα μὴ πάθῃς τοιαῦτα οἷα ἐπὶ τοῦ Ἀαρών. Ὁ δὲ βασιλεὺς Ὀζίας οὐκ ἠνέσχετο,ἀλλὰ τῇ ἀπονοίᾳ φυσιούμενος ἐπεισῆλθεν εἰς τὸ ἱερόν, ἀνεπέτασεν τὰ ἅγια τῶν ἁγίων, θέλων θυμιᾶσαι. Τί οὖν ὁ Θεός; Ἐπεὶ οὖν οὐ καλῶς ὁ ἱερεὺς κατεφρονήθη καὶ λόγος ἱερωσύνης ἐπατεῖτο καὶ οὐδὲν ἠδύνατο οὐκέτι ὁ ἱερεύςἱερέως γὰρ ἐλέγχειν ἐστὶ μόνον καὶ παρρησίαν ἐπιδείκνυσθαι, οὐχ ὅπλα κινεῖν, οὐδὲ ἀσπίδας ἁρπάζειν, οὐδὲ δόρυ σείειν, οὐδὲ τόξον τείνειν, οὐδὲ βέλος πέμπειν, ἀλλὰ μόνον ἐλέγχειν καὶ παρρησίαν ἐπιδείκνυσθαι, ἐπειδὴ οὖν ἤλεγχεν ὁ ἱερεύς, οὐκ εἶξε δὲ ὁ βασιλεύς, ἀλλὰ ὅπλα ἐκίνει καὶ ἀσπίδας καὶ δόρατα καὶ περιουσίᾳ ἐκέχρητο τῇ ἑαυτοῦ, ὁ ἱερεύς, ὥσπερ δικαιολογούμενος πρὸς τὸν Θεόν, φησίν· Ἐγὼ τὸ ἐμαυτοῦ ἐποίησα, οὐδὲν πλέον δύναμαι, βοήθησον αὐτὸς ἱερωσύνῃ πατουμένῃ· νόμοι ἀδικοῦνται, θεσμοὶ ἀνατρέπονται. Τί οὖν ὁ φιλάνθρωπος; Κολάζει τὸν τολμητήν, καὶ εὐθέως ἐξήνθησε λέπρα εἰς τὸ μέτωπον αὐτοῦ. Ὅπου ἡ ἀναισχυντία, ἐκεῖ καὶ ἡ τιμωρία. Εἶδες φιλανθρωπίαν τῆς τοῦ Θεοῦ τιμωρίας; Οὐ κεραυνὸν ἀφῆκεν, οὐ γῆν ἔσεισεν, οὐ συνετάραξεν τὸν οὐρανόν, ἀλλὰ ἐξήνθησεν ἡ λέπρα, οὐκ ἐν ἄλλῳ τόπῳ ἀλλ' ἐπὶ τοῦ μετώπου, ἵνα τῆς κολάσεως τὸ τρόπαιον φορῇ, ἵνα ὡς ἐν στήλῃ γράμματα ᾖ κείμενα. Οὐδὲ γὰρ δι' αὐτὸν ἐγένετο, ἀλλὰ διὰ τοὺς μετὰ ταῦτα. ∆υνάμενος γὰρ ἀξίως τὴν τιμωρίαν ἐπαγαγεῖν, οὐκ ἐπήνεγκεν, ἀλλὰ καθάπερ νόμος ἐν ὑψηλῷ τόπῳ τινὶ λέγων· Μὴ ποιεῖτε τοιαῦτα, ἵνα μὴ πάθητε τοιαῦτα. Ἐξῄει νόμος ἔμψυχος καὶ τὸ μέτωπον φωνὴν ἠφίει σάλπιγγος λαμπροτέραν. Γράμματα ἦν ἀναγεγραμμένα ἐν τῷ μετώπῳ, γράμματα ἐξαλειφθῆναι μὴ δυνάμεναοὐ γὰρ ἦν μέλαν, ἵνα τις ἐξαλείψῃ, ἀλλ' ἀπὸ φύσεως ἡ λέπρα καὶ ἀκάθαρτον ἐποίει τοῦτον, ἵνα τοὺς ἄλλους καθαροὺς ποιήσῃ. Καὶ καθάπερ οἱ κατάδικοι, ἐπειδὰν σπαρτίον λάβωσιν, ἐξάγουσιν αὐτοὺς τὸ σπαρτίον ἐπὶ τοῦ στόματος ἔχοντας, οὕτω καὶ οὗτος ἀντὶ σπαρτίου ἐπὶ τοῦ μετώπου εἶχεν τὴν λέπραν ἀπαγόμενος, ἐπειδὴ τὴν ἱερωσύνην ὕβρισεν. Ταῦτα λέγω, οὐχὶ βασιλέας διαβάλλων, ἀλλὰ τοὺς τῇ ἀπονοίᾳ καὶ τῷ θυμῷ μεθύοντας, ἵνα μάθητε ὅτι ἡ ἱερωσύνη βασιλείας μείζων. 4.6 Ἀεὶ γὰρ ὁ Θεός, ὅταν ἁμάρτῃ ἡ ψυχή, τὸ σῶμα κολάζει. Οὕτω καὶ ἐπὶ τοῦ Κάϊν ἐποίησεν. Ἡ ψυχὴ ἥμαρτε φόνον ἐργασαμένη, καὶ τὸ σῶμα αὐτοῦ παρελύθη. Πῶς;