ἀφιερώσασιν ἐπαγγέλλεται. Τοὺς γὰρ ἀδύνατον ἡγουμένους τὴν κατόρθωσιν ταύτην διὰ τοῦ πνεύματος ἐν ἀνθρώποις γίνεσθαι, ἥτις ἐστὶν ἡ ὄντως καινὴ κτίσις τῆς καθαρᾶς καρδίας, διαρρήδην ἐν τῇ πρὸς Ἑβραίους ἐπιστολῇ ὁ ἀπόστολος ἀποδείκνυσιν ὁμοίους εἶναι τοῖς διὰ ἀπιστίαν εἰς τὴν γῆν τῆς ἐπαγγελίας εἰσελθεῖν μὴ καταξιωθεῖσι, διὰ τοῦτο τῶν κώλων αὐτῶν ἐν τῇ ἐρήμῳ πεπτωκότων· ὅπερ γὰρ ἐκεῖ ἐπαγγελίας γῆ καὶ ἑπτὰ ἐθνῶν καθαίρεσις εἰς τὸ προφανές, τοῦτο ἐνταῦθα παθῶν ἀπολύτρωσις καὶ ἀγάπη ἐκ καθαρᾶς καρδίας καὶ συνειδήσεως ἀγαθῆς καὶ πίστεως ἀνυποκρίτου κατὰ τὸ κρυπτόν, ὅπερ ὁ ἀπόστολος τέλος πάσης ἐντολῆς εἶναι ἀπέδειξεν· ἥτις ἐστὶν ἡ ὄντως ἀληθινὴ τῆς ἐπαγγελίας γῆ, δι' ἣν καὶ πάντα ἐκεῖνα διὰ Μωυσέως τυπικῶς ὑποδείκνυται. εἰ γὰρ καὶ τῶν ἀκροτάτων τοῦ χριστιανισμοῦ μέτρων οὐκ ἐφηψάμεθα διὰ τὴν ἡμετέραν χαύνωσιν ἢ ἀμέλειαν, ἀλλ' οὖν γε τὴν τοῦ θεοῦ ἄμετρον εἰς ἀνθρώπους ἀγαθότητα διὰ τῶν ἐπηγγελμένων ὑπὸ τοῦ πνεύματος ῥημάτων ὁμολογεῖν ἡμᾶς καὶ κηρύσσειν ὡς εὐγνώμονας δούλους χρὴ καὶ ἀληθῆ καὶ βέβαια καὶ πιστὰ ἡγεῖσθαι τὰ ἐπαγγελθέντα τοῖς ὁλοτελῶς ἑαυτοὺς τῷ θεῷ ἐκδεδωκόσιν· 299 ἵνα κἂν διὰ νωθρείαν προαιρέσεως ἢ ἀσθενείας παντελῶς ἑαυτοὺς τῷ θεῷ μὲν ἀφιερώσαντες τῶν μεγάλων καὶ τελείων τοῦ χριστιανισμοῦ μέτρων ἐπὶ πολὺ τύχωμεν ἐλαττούμενοι, ἀλλ' ὅμως κἂν ἐλέους τινὸς διὰ τὴν πίστιν τοῦ ὀρθοῦ φρονήματος τυχεῖν δυνηθῶμεν καὶ μὴ ὡς ἀντιταξάμενοι τοῖς διδάγμασι τοῦ πνεύματος καὶ ἀπειθεῖς εὑρεθέντες ἐκτὸς τῆς αἰωνίου ζωῆς γενώμεθα. Ἐπιστηρίζων γὰρ ὁ μακάριος Παῦλος καὶ ἀσφαλιζόμενος τοὺς αὐτοῦ μαθητάς, ἵνα μὴ ἐν τοιούτῳ φρονήματι εὑρεθῇ τις αὐτῶν, φησί· Βλέπετε, ἀδελφοί, μήποτε ἔσται ἔν τινι ὑμῶν καρδία πονηρὰ ἀπιστίας ἐν τῷ ἀποστῆναι ἀπὸ θεοῦ ζῶντος· τὸ δὲ ἀποστῆναι οὐχὶ τὸ ἀρνήσασθαι τὸ ὄνομα ἐγνώρισεν, ἀλλὰ τὸ ἀπιστῆσαι ταῖς ἐπαγγελίαις αὐτοῦ ἀπέδειξεν, ὅθεν ἀλληγορῶν εἰς τὴν τῶν Χριστιανῶν ἀλήθειαν τὰ τυπικὰ τῶν Ἰουδαίων καὶ ὑποδεικνὺς τὴν ἐκείνων ἀπείθειαν πρὸς τὴν ἡμετέραν ἀσφάλειαν ἐπιφέρει λέγων· Τινὲς γὰρ ἀκούσαντες παρεπίκραναν, ἀλλ' οὐ πάντες οἱ ἐξελθόντες ἐξ Αἰγύπτου διὰ Μωυσέως. τίσι δὲ προσώχθισε τεσσαράκοντα ἔτη; οὐχὶ τοῖς ἁμαρτάνουσιν, ὧν τὰ κῶλα ἔπεσον ἐν τῇ ἐρήμῳ; τίσι δὲ ὤμοσε μὴ εἰσελεύσεσθαι εἰς τὴν κατάπαυσιν αὐτοῦ, εἰ μὴ τοῖς ἀπειθήσασι; καὶ βλέπομεν ὅτι οὐκ εἰσῆλθον διὰ ἀπιστίαν· καὶ ἐπάγει· Βλέπετε μήποτε καταλειπομένης ἐπαγγελίας εἰσελθεῖν εἰς τὴν κατάπαυσιν αὐτοῦ δοκῇ τις ἐξ ὑμῶν ὑστερηκέναι· καὶ γὰρ ἐσμὲν εὐηγγελισμένοι καθάπερ κἀκεῖνοι· ἀλλ' οὐκ ὠφέλησεν ὁ λόγος τῆς ἀκοῆς ἐκείνους μὴ συνεδρασμένους τῇ πίστει τοῖς ἀκούσασιν· εἰσερχόμεθα γὰρ εἰς τὴν κατάπαυσιν οἱ πιστεύσαντες. Χριστιανῶν γὰρ ἀληθινῶν κατάπαυσις ἡ τῶν παθῶν τῆς ἁμαρτίας ἀπολύτρωσις καὶ ἡ τοῦ ἁγίου πνεύματος πληρεστάτη ἐν καθαρᾷ καρδίᾳ 300 καὶ ἐνεργὴς ἐνοίκησις. διὸ προβὰς ἐπιφέρει· Σπουδάσωμεν οὖν εἰσελθεῖν εἰς ἐκείνην τὴν κατάπαυσιν· τουτέστιν ἀγωνιζόμενοι ἐν πάσαις ταῖς τῶν ἐντολῶν ἀρεταῖς, πιστεύοντες τοῦ ἁγιασμοῦ τοῦ πνεύματος τελείως καταξιοῦσθαι· καὶ Ἵνα μὴ ἐν τῷ αὐτῷ ὑποδείγματι πέσῃ τις τῆς ἀπειθείας. διὸ παραθαρρύνων καὶ εἰς πίστιν ἀναζωπυρῶν τὰς προαιρέσεις αὐτῶν φησι· Προσερχώμεθα οὖν μετὰ παρρησίας τῷ θρόνῳ τῆς χάριτος, ἵνα λάβωμεν ἔλεον καὶ χάριν εὕρωμεν εἰς εὔκαιρον βοήθειαν, καὶ πάλιν· Προσερχώμεθα οὖν μετὰ ἀληθινῆς καρδίας ἐν πληροφορίᾳ πίστεως, ἐρραντισμένοι ἤτοι κεκαθαρμένοι τὰς καρδίας ἀπὸ συνειδήσεως πονηρᾶς, καὶ πάλιν· Πόσῳ μᾶλλον τὸ αἷμα τοῦ Ἰησοῦ καθαρίσει τὴν συνείδησιν ὑμῶν ἀπὸ νεκρῶν ἔργων, εἰς τὸ λατρεύειν θεῷ ζῶντι καὶ ἀληθινῷ· καὶ τὰς λοιπὰς δὲ ἀναλεξάμενοι ἐκ τῶν ἁγίων γραφῶν μαρτυρίας εὕροιτε ἂν παμπόλλας τούτῳ τῷ σκοπῷ εἰρημένας. Ἀποδέδεικται τοίνυν ἐκ πάντων πλουσίως τοῖς εὐγνωμόνως τοῖς λόγοις τοῦ