24
τῶν ἄλλων στοιχείων γεννητικὸν καὶ τῶν ἄλλων ὁ μὲν τὸ ὕδωρ, ὁ δὲ τὸν ἀέρα, ἐκ τούτων δείκνυται ὅτι πάντα τὰ στοιχεῖα εἰς ἄλληλα μεταβάλλεται· πάντων δὲ εἰς ἄλληλα τρεπομένων, ἀνάγκη στοιχεῖα τὰ πάντα εἶναι. ὅπερ γὰρ ἂν λάβῃς τῶν τεσσάρων εὑρεθήσεται καὶ τοῦτο ὑφ' ἑτέρου γινόμενον. τὸ δὲ σῶμα τῆς ψυχῆς ὄργανον ὑπάρχον ταῖς ψυχικαῖς δυνάμεσι συνδιαιρεῖται. ταύταις γὰρ πρόσφορόν τε καὶ ἐπιτήδειον κατεσκεύασται πρὸς τὸ μηδεμίαν αὐτῆς δύναμιν ὑπὸ τοῦ σώματος ἐμποδίζεσθαι. ἑκάστῃ γοῦν ψυχικῇ δυνάμει πρὸς τὴν ἐνέργειαν ἴδια μέρη τοῦ σώματος ἀποκεκλήρωται, ὡς προϊὼν ὁ λόγος ἀπο δείξει. ἡ μὲν γὰρ ψυχὴ τάξιν ἐπέχει τεχνίτου, τὸ δὲ σῶμα ὀργάνου· ὕλη δέ ἐστιν περὶ ἃ ἡ πρᾶξις, τὸ δὲ ἀποτέλεσμα ἡ πρᾶξις αὐτή. οἷον ὡς ὕλη μὲν ὑπόκειται ἡ γυνή, περὶ ταύτην γὰρ ἡ πρᾶξις· ἡ δὲ πρᾶξις μοιχεία ἢ πορνεία ἢ γάμος. διαιροῦνται δὲ αἱ ψυχικαὶ δυνάμεις εἴς τε τὸ φανταστικὸν καὶ διανοητικὸν καὶ μνημονευτικόν. 6 περὶ τοῦ φανταστικοῦ Φανταστικὸν μὲν οὖν ἐστι δύναμις τῆς ἀλόγου ψυχῆς διὰ τῶν αἰσθητηρίων ἐνεργοῦσα· φανταστὸν δὲ τὸ τῇ φαντασίᾳ ὑποπῖπτον, ὡς αἰσθήσει αἰσθητόν· φαντασία δέ ἐστι πάθος τῆς ἀλόγου ψυχῆς ὑπὸ φανταστοῦ τινος γινόμενον· φάντασμα δὲ πάθος διάκενον ἐν τοῖς ἀλόγοις τῆς ψυχῆς ἀπ' οὐδενὸς φανταστοῦ γινόμενον. οἱ δὲ Στωϊκοὶ τέσσαρα ταῦτά φασι, φαντασίαν, φανταστόν, φανταστικόν, φάντασμα· φαντασίαν μὲν λέγοντες τὸ πάθος τῆς ψυχῆς τὸ ἐνδεικνύμενον ἐν ἑαυτῷ καὶ τὸ πεποιηκὸς φανταστόν. ὅταν γὰρ λευκὸν ἴδωμεν ἐγγίνεταί τι πάθος τῇ ψυχῇ ἐκ τῆς λήψεως αὐτοῦ. ὡς γὰρ ἐν τοῖς αἰσθητηρίοις ἐγγί νεται πάθος ὅταν αἰσθάνηται· οὕτω καὶ ἐν τῇ ψυχῇ ὅταν ἐννοήσῃ. εἰκόνα γὰρ ἐν ἑαυτῇ δέχεται τοῦ νοητοῦ. φανταστὸν δὲ τὸ πεποιηκὸς τὴν φαντασίαν αἰσθητόν, οἷον τὸ λευκὸν καὶ πᾶν ὅ τι δύναται κινεῖν τὴν ψυχήν· φανταστικὸν δὲ τὸν διάκενον διελκυσμὸν ἄνευ φανταστοῦ· φάντασμα δὲ ὃ ἐφέλκομεν κατὰ τὸν φανταστικὸν διάκενον ἑλκυσμόν, ὡς ἐπὶ τῶν μεμηνότων καὶ μελαγχολώντων. ἡ δὲ διαφωνία τούτοις περὶ τὴν ἐναλλαγὴν μόνην γέγονε τῶν ὀνομάτων. ὄργανα δὲ αὐτοῦ αἱ πρόσθιοι τοῦ ἐγκεφάλου κοιλίαι καὶ τὸ ἐν αὐταῖς ψυχικὸν πνεῦμα καὶ τὰ ἐξ αὐτῶν νεῦρα τὰ διάβροχα τῷ ψυχικῷ πνεύματι καὶ ἡ κατασκευὴ τῶν αἰσθητηρίων. ἔστι δὲ αἰσθητήρια μὲν πέντε· αἴσθησις δὲ μία ἡ ψυχική, ἡ γνωρίζουσα διὰ τῶν αἰσθητηρίων τὰ ἐν αὐτοῖς γινόμενα πάθη· καὶ τῷ μὲν γεωδεστάτῳ καὶ σωματικωτάτῳ τῶν αἰσθητηρίων, ὅπερ ἐστὶν ἡ ἁφή, τῆς γεώδους φύσεως αἰσθάνεται· τῷ δὲ αὐγοειδεστάτῳ, ὅπερ ἐστὶν ἡ ὄψις, τῶν αὐγοειδῶν· ὡς καὶ τῷ ἀεροειδεῖ τῶν τοῦ ἀέρος παθημάτων· ἀὴρ γάρ ἐστιν ἡ τῆς φωνῆς οὐσία ἢ ἀέρος πληγή· καὶ τῷ σπογγοειδεῖ δὲ καὶ ὑδατοειδεῖ, τῷ κατὰ τὴν γεῦσιν, τῶν χυμῶν ἀντιλαμβάνεται. ἕκαστον γὰρ τῶν αἰσθητῶν διὰ τοῦ οἰκείου γνωρίζεσθαι πέφυκεν. ἔδει τοίνυν κατὰ τοῦτον τὸν λόγον, ἐπειδὴ τέσσαρα στοιχεῖα, τέσσαρας εἶναι καὶ τὰς αἰσθήσεις· ἀλλ' ἐπειδήπερ ὁ ἀτμὸς καὶ τὸ τῶν ὀσμῶν γένος μεταξὺ τὴν φύσιν ἐστὶν ἀέρος καὶ ὕδατος· ἀέρος μὲν γάρ ἐστι παχυμερέστερος, ὕδατος δὲ λεπτομερέστερος· δῆλον δὲ γίνεται τὸ τοιοῦτον διὰ τῆς κορύζης τοῦ πάθους· οἱ γὰρ κορυζῶντες ἕλκουσι μὲν τὸν ἀέρα διὰ τῆς ἀναπνοῆς· ἕλκοντες δὲ τοῦτον τῶν ἀτμῶν οὐκ ἀντιλαμβάνονται· διὰ γὰρ τὴν ἔμφραξιν τὸ παχυμερέστερον οὐκ ἀφικνεῖται πρὸς τὴν αἴσθησιν· τούτου χάριν πέμπτον αἰσθητήριον, ἡ ὄσφρησις, ὑπὸ τῆς φύσεως ἐξεύρηται, ἵνα μηδὲν τῶν δυναμένων εἰς γνῶσιν ἐλθεῖν διαφύγῃ τὴν αἴσθησιν. ἔστιν δὲ ἡ αἴσθησις οὐκ ἀλλοίωσις, ἀλλὰ διάγνωσις ἀλλοιώσεως, ἀλλοιοῦται μὲν γὰρ τὰ αἰσθητήρια, διακρίνει δὲ τὴν ἀλλοίωσιν ἡ αἴσθησις· καλεῖται δὲ πολλάκις αἴσθησις καὶ τὰ αἰσθητήρια. ἔστι δὲ αἴσθησις ἀντίληψις τῶν αἰσθητῶν. δοκεῖ δὲ οὗτος ὁ ὅρος οὐκ αὐτῆς εἶναι τῆς αἰσθήσεως ἀλλὰ τῶν ἔργων αὐτῆς. διὸ καὶ οὕτως ὁρίζονται τὴν αἴσθησιν· πνεῦμα νοερὸν ἀπὸ τοῦ ἡγεμονικοῦ ἐπὶ τὰ ὄργανα τεταμένον. ἔστι δὲ καὶ οὕτως· δύναμιν ψυχῆς ἀντιληπτικὴν τῶν αἰσθητῶν, αἰσθητήριον δὲ ὄργανον τῆς