25
νέας χάριτος ἐνδύονται τὴν δωρεὰν, καὶ ἀπολαύουσι τῆς τοῦ σωτηρίου Πνεύματος μετουσίας καὶ υἱοθεσίας. ∆οκεῖ μοι καλῶς, ὅτι τοῦ ἁγίου Πνεύματος τὸν ἐπὶ τοῖς βαπτιστικοῖς ὕδασιν ἀῤῥητότατον πλοῦτον καὶ ἰλασμὸν προδιδάσκων ὁ αὐτὸς, καὶ ὅτι εἰς πάντας τοὺς ἐπιστρέφοντας καὶ εἰς πάντας τοὺς ἀνθρωπίνους βίους διατείνει ἡ ἐπὶ πάντων πνευματικὴ πρόνοια, ὡς μηδένα τῶν οὐ θελόντων ἀπόβλητον εὑρίσκεσθαι, Νεεμὰν τὸν Σύρον τὸν λεπρὸν, τὸν ἀλλόφυλον, δεηθέντα αὐτοῦ τῆς περιοδίας, εἰς τὸν Ἰορδάνην ἑπτάκις καταβαπτισθῆναι ἔπεμψεν· ὥστε τῇ ἐπὶ τῶν ὑδάτων τοῦ Κυρίου φωνῇ τὸ πάθος ἀπ' αὐτοῦ ἐξαναλῦσαι, καὶ ὅλον αὐτὸν ἐπὶ τὸ καθαρὸν καὶ ὅσιον εἶδος τῆς ψυχῆς ἀναδραμεῖν. Ἑπτάκις δὲ εἶπε βαπτίσασθαι, ἢ ἵνα εἰδέναι ἔχοι ὁ ἀλλοεθνὴς, ὡς ἐν τῇ ἑβδόμῃ ἡμέρᾳ ὁ Θεὸς τῶν ἔργων κατέπαυσε, καὶ εὐλόγησεν ἅπερ ἐν ταῖς ἓξ ἐποίησεν ὅθεν ἑπτάμυξον τῇ συναγωγῇ ἓν ἦν τῶν κειμηλίων, καὶ ὡς πληρωματικός ἐστι καὶ τέλειος ὁ ἀριθμὸς ὁ ἑπτά· ἢ μᾶλλον, ὅτι τὸ θεϊκὸν Πνεῦμα ᾐνίξατο. Ἡσαΐας γὰρ τὸ παντελὲς καὶ πρὸς τὸν υἱὸν ἀπαράλλακτον τῆς φύσεως αὐτοῦ τῇ πίστει ἐγχωρούντως θεωρήσας, ἑπτὰ σημασίας περὶ αὐτοῦ 39.701 κατέλεξεν ἐν ῥητοῖς τοιοῖσδε· "Ἐξελεύσεται ῥάβδος ἐκ τῆς ῥίζης Ἰεσσαὶ, καὶ ἄνθος ἐξ αὐτῆς ἀναβήσεται· καὶ ἐπαναπαύσεται ἐπ' αὐτὸν Πνεῦμα σοφίας καὶ συνέσεως, Πνεῦμα βουλῆς καὶ ἰσχύος. Πνεῦμα γνώσεως καὶ εὐσεβείας, Πνεῦμα φόβου Θεοῦ" Ἀναφέροι δέ τις ἂν ὀρθῶς εἰς ταῦτα καὶ τὰ ἀποκεκρυμμένα τῆς Ζαχαρίου διανοίας, τὰ τῇδε λέγοντα "∆ιότι ἰδοὺ ἐγὼ ἄγω τὸν δοῦλόν μου Ἀνατολήν· διότι ὁ λίθος, ὃν ἔδωκα προσώπου Ἰησοῦ ἐπὶ τὸν λίθον τὸν ἕνα, ἑπτὰ ὀφθαλμοί εἰσιν." Ταῦτα ὁ Θεὸς πρὸς Ἰησοῦν τὸν ἱερέα τὸν μέγαν ἔφη· Ἄγω,φησὶ, τὸν δοῦλόν μου τὸν Ζοροβάβελ εἰς τὴν ἐξουσίαν τῆς βασιλείας, ἀφ' ἧς ἔσται ὡς Ἀνατολὴ λαμ 39.704 πρός· ἐκ τοῦ πράγματος τὸ ὄνομα καλέσας· ἐντευθέν τε συνεχῆ τὸν λόγον καὶ ἀδιάστατον ποιούμενος, λίθον τὸν Ζοροβάβελ ὀνομάζει, ἐφ' ὃν τὸ πρόσωπον Ἰησοῦ ἐστήρικτο, παρέχον αὐτῷ τὴν ἐκ τῶν εὐχῶν ἐπικουρίαν, καὶ ἀντιλαμβάνον παρ' αὐτοῦ τὴν ἀπὸ τῆς βασιλείας εἰρήνην. Εἰπὼν δὲ ἐν τῷ μέσῳ· "Ὀρύσσω βόθρον, λέγει Κύριος παντοκράτωρ, καὶ ψηλαφήσω πᾶσαν τὴν ἀδικίαν τῆς γῆς ἐκείνης ἐν ἡμέρᾳ μιᾷ· καὶ συγκαλέσεται ἕκαστος τὸν πλησίον αὑτοῦ ὑποκάτω ἀμπέλου αὑτοῦ, καὶ ὑποκάτω συκῆς αὑτοῦ·" ἀντὶ τοῦ, Θάνατον ἐπάγω διὰ τῆς στρατηγίας τοῦ Ζοροβάβελ τοῖς πολεμίοις· ὥστε πάντας πάσης ἀπαλλαγέντας ταραχῆς, καὶ ἐν ἀφθόνῳ διάγοντας εὐθηνίᾳ, πρὸς ἑστιάσεις ἀλλήλους προτρέπεσθαι· μνημονεύσας δὲ καὶ λυχνίας χρυσῆς, τοῦτ' ἔστι τῆς καθαροτάτης πίστεως, τῆς ἀρχομένης μὲν ἐξ ἡμῶν, ὑψουμένης δὲ καὶ μέχρι τῶν ὑπὲρ ἡμᾶς πραγμάτων διὰ γὰρ τοῦ χρυσοῦ τὸ καθαρὸν καὶ τίμιον παραλαμβάνεται· οὐ γὰρ πέφυκεν ἰοῦσθαι χρυσός· εἰπὼν δὲ εἶναι ἐπάνω αὐτῆς καὶ λαμπάδιον, τοῦτ' ἔστι τὴν ὑψόθεν πάντα καταφαίνουσαν θείαν χάριν, καὶ ἑπτὰ λύχνους, ἀντὶ τοῦ τῆς πνευματικῆς δωρεᾶς τὴν ἀφθονίαν καὶ τελειότητα· πρὸς τούτοις ὕπερθεν ἑπτὰ ἐπαρυστρίδας, τοῦτ' ἔστι τὸ ἄσβεστον καὶ διαρκὲς τῆς ἐκεῖθεν ἐπιῤῥοῆς, καὶ δύο ἐλαίας· αἳ νοοῦνται, ἤτοι ἱερωσύνη καὶ βασιλεία, ἤτοι δύο λαοὶ, ἢ οἶκοι Θεοῦ, ὁ Ἰσραηλιτῶν ποτε καὶ ὁ Χριστιανῶν· καὶ διαναστήσας τὸν προφήτην, καὶ πρὸς ἀκριβεστέραν τῶν δειχθησομένων κατανόησιν ἐγρηγορέναι καὶ συντετάσθαι πλέον πως παρασκευάσας, πάλιν ἐπιφέρει· "Οὐκ ἐν δυνάμει μεγάλῃ, οὐδὲ ἐν ἰσχύϊ, ἀλλ' ἢ ἐν Πνεύματί μου, λέγει Κύριος παντοκράτωρ. Τίς εἶ σὺ, τὸ ὄρος τὸ μέγα, πρὸ προσώπου Ζοροβάβελ, τοῦ κατορθῶσαι καὶ ἐξοῖσαι τὸν λίθον τῆς κληρονομίας ἰσότητα χάριτος;" Ὄρος ἐνταῦθα τὸν πολέμιον καλεῖ, ᾧ διαλέγεται, ὅτι Τὸν λίθον, φησὶ, τῆς κληρονομίας τὸν Ζοροβάβελ, καθ' οὗ ἀντιπρόσωπος καὶ ἐναντίος ὀρμᾷς, τοσαύτη πνευματικὴ χάρις, κατορθοῦντα τὰς μάχας, περιβαλεῖ, ὡς ὅλον αὐτὸν δοκεῖν αὐτόχρημα χάριν ὑπάρχειν. Καὶ μετὰ βραχὺ βεβαιῶν ἔτι ταῦτα, προφητεύει οὕτως· 39.705 "Καὶ χαρήσονται, καὶ ὄψονται τὸν λίθον τὸν κασσιτέρινον