1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

25

κατεδίκαζεν ἀνεξετάστως, τὸν δὲ ὅτι μόνον ἐκακηγόρησε, σφοδροτάτῃ καὶ χαλεπωτάτῃ μετιόντος κολάσει· ὅτι γὰρ καὶ τούτων κεῖται τιμωρία, αὐτοῦ τοῦ μέλλοντος ἐπάγειν τὰ βασανιστήρια ἔστιν ἀκοῦσαι λέγοντος καὶ ἀπειλοῦντος. Πρὸς τοῦτον πάντας ἡμᾶς ἐντεῦθεν ἀπελθεῖν ἀνάγκη τὸν δικαστὴν, καὶ τὴν ἡμέραν ἐκείνην ἰδεῖν, καθ' ἣν γυμνὰ καὶ τετραχηλισμένα πάντα, οὐ τὰ πράγματα λέγω, οὐδὲ τὰ ῥήματα μόνον, ἀλλὰ καὶ αὐτὰ τὰ νοήματα.

βʹ. Καὶ γὰρ τῶν δοκούντων εἶναι μικρῶν νῦν, τότε φοβερὰς ὑφέξομεν τὰς εὐθύνας· οὕτως ὁ κριτὴς μετὰ τῆς αὐτῆς ἀκριβείας τήν τε ἡμετέραν καὶ τὴν τῶν πλησίον ἡμᾶς ἀπαιτεῖ σωτηρίαν. ∆ιὰ τοῦτο ὁ Παῦλος πανταχοῦ παραινεῖ μὴ τὸ ἑαυτοῦ ζητεῖν, ἀλλὰ τὸ τοῦ πλησίον ἕκαστον· διὰ τοῦτο καὶ Κορινθίοις σφόδρα ἐπιτιμᾷ, ὅτι μὴ προενόησαν, μηδὲ ἐπεμελήσαντο τοῦ πεπορνευκότος ἀλλ' ὑπερεῖδον αὐτοῦ τὸ τραῦμα ἐπιτριβόμενον, καὶ Γαλάταις δὲ ἐπιστέλλων ἔλεγεν· Ἀδελφοὶ, ἐὰν καὶ προληφθῇ ἄνθρωπος ἔν τινι παραπτώματι, ὑμεῖς οἱ πνευματικοὶ καταρτίζετε τὸν τοιοῦτον. Καὶ Θεσσαλονικεῦσι δὲ πρὸ τούτων τὰ αὐτὰ ταῦτα παραινεῖ λέγων· Ὥστε παρακαλεῖτε εἰς τὸν ἕνα, καθὼς καὶ ποιεῖτε· καὶ πάλιν· Νουθετεῖτε τοὺς ἀτάκτους, παραμυθεῖσθε τοὺς ὀλιγοψύχους, ἀντέχεσθε τῶν ἀσθενῶν. Ἵνα γὰρ μή τις λέγῃ· Τί μοι καὶ τῆς τῶν ἄλλων προνοίας; ὁ ἀπολλύμενος ἀπολλύσθω, καὶ ὁ σωζόμενος σωζέσθω· οὐδὲν τούτων πρὸς ἐμὲ, τὰ ἐμαυτοῦ σκοπεῖν ἐπιτέταγμαι· ἵνα μή τις ταῦτα λέγῃ, τὴν θηριώδη ταύτην καὶ ἀπάνθρωπον ἔννοιαν ἀναιρῶν, ἐπετείχισεν αὐτῇ τούτους τοὺς νόμους, πολλὰ τῶν οἰκείων κελεύων παρορᾷν, ὥστε τὰ τῶν πλησίον ἱστᾷν, καὶ βίου ταύτην ἀκρίβειαν πανταχοῦ εἶναι διορίζεται. Καὶ Ῥωμαίοις δὲ γράφων, πολλὴν τοῦ μέρους τούτου κελεύει ποιεῖσθαι πρόνοιαν, τοὺς ἰσχυροὺς τοῖς ἀσθενέσιν ὥσπερ πατέρας ἐφιστὰς, καὶ μεριμνᾷν ἀναπείθων τὴν σωτηρίαν αὐτῶν. Ἀλλ' ἐνταῦθα μὲν ἐν παραινέσεως τάξει καὶ συμβουλῆς ταῦτά φησιν· ἑτέρωθι δὲ καὶ μετὰ πολλῆς τῆς σφοδρότητος τὰς τῶν ἀκουόντων κατασείει ψυχάς· τοὺς γὰρ ἀμελοῦντας τῆς τῶν ἀδελφῶν σωτηρίας, εἰς αὐτὸν ἁμαρτάνειν φησὶ τὸν Χριστὸν, καὶ τοῦ Θεοῦ κατασκάπτειν τὴν οἰκοδομήν. Καὶ ταῦτα οὐ παρ' ἑαυτοῦ, ἀλλὰ παρὰ τοῦ διδασκάλου μαθὼν ἔλεγε. Καὶ γὰρ ὁ τοῦ Θεοῦ 47.351 Μονογενὴς διδάξαι βουλόμενος, ὡς ἀναγκαῖον τοῦτό ἐστι τὸ ὄφλημα. καὶ τοὺς μὴ βουλομένους αὐτὸ καταθεῖναι μεγάλα ἐκδέξεται κακὰ, ἔλεγεν· Ὃς ἐὰν σκανδαλίσῃ ἕνα τῶν μικρῶν τούτων, συμφέρει αὐτῷ ἵνα κρεμασθῇ μύλος ὀνικὸς περὶ τὸν τράχηλον αὐτοῦ, καὶ καταποντισθῇ ἐν τῷ πελάγει τῆς θαλάσσης. Καὶ ὁ τὸ τάλαντον δὲ προσενεγκὼν, οὐχ ὅτι τῶν οἰκείων τι παρεῖδεν, ἀλλ' ὅτι τῆς τῶν πλησίον σωτηρίας ἠμέλησεν, ἐκείνῃ τῇ τιμωρίᾳ κολάζεται. Ὥστε κἂν ἅπαντα ἡμῖν καλῶς ᾖ διηκριβωμένα τὰ κατὰ τὸν ἡμέτερον βίον, οὐδὲν ὄφελος ἡμῖν, ταύτης τῆς ἁμαρτίας ἱκανῆς οὔσης ἡμᾶς εἰς τὸ τῆς γεέννης καταποντίσαι πέλαγος. Εἰ γὰρ τοὺς ἐν τοῖς σωματικοῖς μὴ βουληθέντας βοηθεῖν τῷ πλησίον οὐδεὶς ἐξαιρήσεται λόγος, ἀλλὰ κἂν παρθενίαν ἠσκηκότες ὦσιν, ἔξω που ῥιφήσονται τοῦ νυμφῶνος· ὁ τὸ πολλῷ μεῖζον ἐκλελοιπὼς πολλῷ γὰρ μεῖζον ἡ τῆς ψυχῆς προστασία πῶς οὐκ εἰκότως ἅπαντα πείσεται τὰ δεινά; Τὸν γὰρ ἄνθρωπον οὐχ ἑαυτῷ μόνον αὐταρκεῖν κατεσκεύασεν ὁ Θεὸς, ἀλλὰ καὶ ἑτέροις πολλοῖς. ∆ιὰ τοῦτο καὶ φωστῆρας ὁ Παῦλος καλεῖ τοὺς πιστοὺς, ἐνδεικνύμενος ὅτι καὶ ἑτέροις χρησίμους εἶναι δεῖ αὐτούς· ὁ γὰρ φωστὴρ, ἕως ἂν ἑαυτὸν φωτίζῃ μόνον, οὐκ ἂν εἴη φωστήρ. ∆ιὰ τοῦτο, καὶ Ἑλλήνων εἶναι χείρους φησὶ τοὺς τῶν πλησίον ἀμελοῦντας, οὑτωσὶ λέγων· Εἰ δέ τις τῶν ἰδίων, καὶ μάλιστα τῶν οἰκείων οὐ προνοεῖ, τὴν πίστιν ἤρνηται, καὶ ἔστιν ἀπίστου χείρων. Τί γὰρ βούλει τὴν πρόνοιαν ἐνταῦθα δηλοῦσθαι; ἆρα τὴν τῶν ἀναγκαίων χορηγίαν; Ἐγὼ μὲν γὰρ αὐτὸν οἶμαι τὴν τῆς ψυχῆς ἐπιμέλειαν λέγειν. Εἰ δὲ φιλονεικοίης, καὶ οὕτω τὸ ἐμὸν στήσεται μᾶλλον. Εἰ γὰρ περὶ σώματος ταῦτά φησι, καὶ τὸν μὴ παρέχοντα τὴν ἐφήμερον ταύτην τροφὴν τοσαύτῃ κολάσει παρέδωκε, καὶ τῶν Ἑλλήνων ἔφησεν εἶναι χείρω,