25
ἀκριβῶς· διὰ τοῦτο καὶ τούτων ἐδεήθη τῶν ῥημάτων ὁ εὐαγγελιστής, ἵνα τὴν ἀκριβῆ τοῦ Υἱοῦ παραστήσῃ γνῶσιν τὴν περὶ τοῦ Πατρός. Περὶ γὰρ γνώσεως ἦν ὁ λόγος· ἐπεὶ εἰ μὴ τοῦτό ἐστι, τίνος ἕνεκεν ὁ κόλπος παρείληπται; Εἰ γὰρ μήτε σῶμά ἐστιν ὁ Θεός- ὥσπερ οὖν οὐδέ ἐστι-μήτε τὴν γνησιότητα καὶ τὴν ἐγγύτητα τὴν πρὸς τὸν γεγεννηκότα δηλοῖ, ἁπλῶς καὶ εἰκῇ τὸ ῥῆμα προσέρριπται, χρείαν ἡμῖν οὐδεμίαν πληροῦν. Ἀλλ' οὐχ ἁπλῶς προσέρριπται, μὴ γένοιτο· οὐδὲν γὰρ εἰκῇ τὸ Πνεῦμα φθέγγεται, ἀλλὰ τὴν ἐγγύτητα τοῦ Υἱοῦ τὴν πρὸς τὸν Πατέρα δηλοῖ. Ἐπειδὴ γὰρ μέγα ἀπεφήνατο ὁ εὐαγγελιστὴς ὅτι οὐδὲ ἡ ἄνω κτίσις αὐτὸν ὁρᾷ, τοῦτ' ἔστι γινώσκει αὐτὸν μετὰ ἀκριβείας, βουλόμενος ἀξιόπιστον ἐπιστῆσαι τοῦ πράγματος διδάσκαλον, ταῦτα τὰ ῥήματα τέθεικεν, ἵνα καὶ ὡς Υἱῷ καὶ ὡς μονογενεῖ καὶ ὡς ἐνδιατρίβοντι τῷ κόλπῳ τῷ πατρικῷ περὶ πάντων πιστεύσῃς καὶ μηδὲν ἀμφιβάλῃς λοιπόν. Εἰ δέ τις μὴ φιλονεικοίη, μηδὲ ἀναισχυντεῖν βούλοιτο, καὶ τοῦ ἀϊδίου τοῦτό φημι εἶναι παραστατικόν. Ὥσπερ γὰρ ἐξ ἐκείνης τῆς ῥήσεως τῆς πρὸς τὸν Μωϋσέα λεχθείσης· «Ἐγώ εἰμι ὁ ὤν», τὸ ἀΐδιον ἐκλαμβάνομεν, οὕτως καὶ ἐκ τῆς ῥήσεως ταύτης τῆς λεγούσης· «Ὁ ὢν ἐν τοῖς κόλποις τοῦ Πατρός», τὸ ἀϊδίως εἶναι ἐν τοῖς κόλποις τοῦ Πατρὸς δυνατὸν ἐκλαβεῖν. Ὅτι μὲν οὖν τῇ κτίσει πάσῃ ἀκατάληπτος ἡ οὐσία τοῦ Θεοῦ, διὰ τούτων πάντων ἡμῖν ἀποδέδεικται· λείπεται δὴ λοιπὸν δεῖξαι ὅτι ὁ Υἱὸς καὶ τὸ Πνεῦμα τὸ ἅγιον μόνον μετὰ ἀκριβείας αὐτὸν ἐπίστανται πάσης. Ἀλλὰ τοῦτο εἰς ἑτέραν διάλεξιν ὑπερθέμενοι, ἵνα μὴ τῷ πλήθει καταχώσωμεν τὴν μνήμην τῶν εἰρημένων, ἐπὶ τὴν συνήθη τρέψωμεν τὸν λόγον πάλιν παραίνεσιν. Τίς δὲ ἡ συνήθης ἡμῖν παραίνεσις ἦν; Εὐχῆς ἐκτενοῦς ἔχεσθαι νηφούσῃ διανοίᾳ καὶ ἀγρυπνούσῃ ψυχῇ. Καὶ γὰρ καὶ πρώην περὶ τούτων διαλεχθείς, εἶδον ἑτοίμως ἅπαντας ὑπακούσαντας. Ἄτοπον οὖν ῥᾳθυμοῦσι μὲν ἐγκαλεῖν, κατορθοῦντας δὲ μὴ ἐπαινεῖν. Ἐπαινέσαι τοίνυν ὑμᾶς βούλομαι τήμερον καὶ χάριν ὑμῖν ἀποδοῦναι τῆς ὑπακοῆς ἐκείνης. Ἔσται δὲ ἡ χάρις, ἂν διδάξωμεν ὑμᾶς τίνος ἕνεκεν ἐκείνη γίνεται πρὸ τῶν ἄλλων ἡ εὐχὴ καὶ τί δήποτε τοὺς δαιμονῶντας καὶ μανίᾳ πονηρᾷ κατεχομένους εἰσάγεσθαι κελεύει τότε ὁ διάκονος καὶ κλίνειν τὰς κεφαλάς; Τίνος οὖν ἕνεκεν τοῦτο ποιεῖ; Ἅλυσις πονηρὰ καὶ χαλεπὴ τῶν δαιμόνων ἐστὶν ἡ ἐνέργεια, ἅλυσις παντὸς σιδήρου δυνατωτέρα. Καθάπερ οὖν δικαστοῦ πρόοδον ἔχοντος καὶ ἐφ' ὑψηλοῦ τοῦ βήματος προκαθέζεσθαι μέλλοντος, οἱ δεσμοφύλακες τοὺς τὸ δεσμωτήριον οἰκοῦντας ἅπαντας ἐξαγαγόντες τοῦ οἰκήματος, πρὸ τῶν κιγκλίδων καὶ τῶν τοῦ δικαστηρίου παραπετασμάτων καθίζουσιν αὐχμῶντας, ῥυπῶντας, κομῶντας, ῥάκια περιβεβλημένους, οὕτω δὴ καὶ οἱ πατέρες ἐνομοθέτησαν τοῦ Χριστοῦ μέλλοντος ὥσπερ ἐφ' ὑψηλοῦ προκαθέζεσθαι βήματος καὶ ἐπ' αὐτῶν φαίνεσθαι τῶν μυστηρίων, τοὺς δαιμονῶντας καθάπερ δεσμώτας τινὰς εἰσάγεσθαι, οὐχ ἵνα εὐθύνας ὑπόσχωσι τῶν πεπλημμελημένων, καθάπερ ἐκεῖνοι οἱ δεδεμένοι, οὐδ' ἵνα κόλασιν ὑπομείνωσι καὶ τιμωρίαν, ἀλλ' ἵνα τοῦ δήμου καὶ τῆς πόλεως ἁπάσης ἔνδον παρούσης κοιναὶ περὶ αὐτῶν ἱκετηρίαι γένωνται, πάντων ὁμοθυμαδὸν τὸν κοινὸν ∆εσπότην ὑπὲρ αὐτῶν ἐξαιτουμένων καὶ ἐλεῆσαι παρακαλούντων μετὰ σφοδρᾶς τῆς βοῆς. Τότε μὲν οὖν ἐνεκαλοῦμεν τοῖς καταλιμπάνουσι τὴν τοιαύτην εὐχὴν καὶ κατὰ τὸν καιρὸν ἐκεῖνον ἔξω διατρίβουσι· νυνὶ δὲ τοῖς ἔνδον μένουσιν ἐγκαλέσαι βούλομαι, οὐχ ὅτι μένουσιν ἔνδον, ἀλλ' ὅτι μένοντες τῶν ἔξω διατριβόντων οὐδὲν ἄμεινον διάκεινται, κατὰ τὸν φρικωδέστατον ἐκεῖνον καιρὸν ἀλλήλοις διαλεγόμενοι. Τί ποιεῖς, ἄνθρωπε; ὁρᾷς τοσούτους δεσμώτας ἀπὸ τῶν ἀδελφῶν τῶν σῶν ἑστηκότας πλησίον, καὶ σὺ περὶ τῶν οὐδὲν προσηκόντων διαλέγῃ πραγμάτων; ἡ γὰρ ὄψις μόνη οὐχ ἱκανή σε καταπλῆξαι καὶ εἰς συμπάθειαν ἀγαγεῖν; ὁ ἀδελφός σου ἐν δεσμοῖς, καὶ σὺ ἐν ῥᾳθυμίᾳ; καὶ ποίαν ἕξεις συγγνώμην, εἰπέ μοι, οὕτως ἀσυμπαθὴς ὤν, οὕτως ἀπάνθρωπος, οὕτως ὠμός; Οὐ δέδοικας μή ποτέ σου διαλεγομένου, ῥᾳθυμοῦντος, ὀλιγωροῦντος, δαίμων τις ἐκεῖθεν ἐκπηδήσας