25
καὶ μειράκιον ἦν, ἀλλ' ἡνίκα τὴν ἡλικίαν ὑπερέβη ταύτην, τότε ἥμαρτεν. Ὅτε δὲ παιδίον μικρὸν ἐτύγχανεν ὄν, καὶ τρόπαιον ἀνέστησε θαυμαστὸν καὶ τὸν βάρβαρον κατήνεγκε καὶ πᾶσαν ἐπεδείξατο φιλοσοφίαν καὶ οὐδὲν ἡ νεότης αὐτῷ πρὸς τὰ κατορθώματα ταῦτα κώλυμα γέγονε. Καὶ τὸν Ἱερεμίαν δὲ τὴν ἀπὸ τῆς ἡλικίας προβαλλόμενον παραίτησιν οὐκ ἀπεδέξατο ὁ Θεός, ἀλλ' ἐξήγαγεν ἐπὶ τὸν τῶν Ἰουδαίων δῆμον, οὐδὲν ἐντεῦθεν αὐτὸν κωλύεσθαι λέγων, εἰ τὰ τῆς διανοίας ἐρρωμένα εἴη. Ταύτην ἄγων τὴν ἡλικίαν, μᾶλλον δὲ καὶ ταύτης ἐλάττονα πολλῷ, τοὺς πρεσβυτέρους ἔκρινεν ὁ ∆ανιήλ. Καὶ Ἰωσίας δὲ οὐδὲ δέκα ἔτη γεγονὼς ὅλα, ἐπὶ τὸν τῆς βασιλείας ἀνέβη θρόνον· καὶ τότε μὲν εὐδοκίμει, μετὰ δὲ ταῦτα κατολιγωρήσας, μικρόν, ἐλυμήνατο τὴν τῆς ψυχῆς ἀρετήν. Τί δὲ ὁ Ἰωσήφ; Οὐχὶ νέος ὢν καὶ σφόδρα νέος τὸν χαλεπὸν ἐκεῖνον ἀνείλετο πόλεμον, οὐχὶ πρὸς ἄνδρας, ἀλλὰ πρὸς αὐτὴν τῆς φύσεως τὴν τυραννίδα μαχόμενος, καὶ ἐκ μέσου καμίνου καὶ φλογὸς πολὺ τῆς Περσικῆς χαλεπωτέρας ἐξεπήδησεν ἀσινής, τῶν τριῶν παίδων οὐκ ἔλαττον ἀβλαβὴς διαμείνας; Ὥσπερ γὰρ ἐκεῖνοι τὰ σώματα μετ' αὐτῶν τῶν τριχῶν ἀκέραια τότε ἐξαγαγόντες ἔδειξαν, ὡς ἀπὸ πηγῆς μᾶλλον ἢ καμίνου ἐξιόντες· οὕτω δὴ καὶ οὗτος τῶν ἐναγῶν τῆς Αἰγυπτίας χειρῶν ἀπαλλαγείς, ἐξῄει, μήτε ἀπὸ τῆς ἁφῆς, μήτε ἀπὸ τῶν ῥημάτων, μήτε ἀπὸ τῆς ὄψεως, μήτε ἀπὸ τῶν ἱματίων, μήτε ἀπὸ τῶν μύρων, ἃ κληματίδος καὶ πίσσης χαλεπωτέραν ἀνῆπτε τῆς ἐπιθυμίας τὴν φλόγα, μήτε ἀπ' αὐτῆς τῆς ἡλικίας παθών τι τοιοῦτον, οἷον εἰκὸς ἄνθρωπον ὄντα παθεῖν. Καὶ αὐτοὶ δὲ οἱ παῖδες οἱ τρεῖς οὗτοι ἐν αὐτῷ τῆς ἡλικίας ὄντες τῷ ἄνθει, καὶ γαστρὸς ἐκράτησαν καὶ θανάτου φόβον ἐπάτησαν καὶ στρατοπέδου τοσούτου καὶ βασιλέως αὐτῆς τῆς καμίνου σφοδρότερον ἀφιέντος θυμὸν περιεγένοντο καὶ οὐδὲν αὐτοὺς κατέπληξεν, ἀλλ' ἔμειναν διηνεκῶς ἀδούλωτον τὸ φρόνημα ἔχοντες. Οὐ τοίνυν τὴν ἡλικίαν διαβάλλων ταῦτά φησιν· ἐπεὶ καὶ ὁ Παῦλος, ὅταν λέγῃ· Μὴ νεόφυτον, ἵνα μὴ τυφωθεὶς εἰς κρίμα ἐμπέσῃ τοῦ διαβόλου, οὐ τὸν νέον τὴν ἡλικίαν φησίν, ἀλλὰ τὸν νεωστὶ φυτευθέντα, τουτέστι, κατηχηθέντα· φυτεῦσαι γὰρ τὸ κατηχῆσαί φησι καὶ διδάξαι, ὥσπερ ὅταν λέγῃ· Ἐγὼ ἐφύτευσα, Ἀπολλὼς ἐπότισε. Καὶ ὁ Χριστὸς φυτείαν τὸ τοιοῦτο καλεῖ λέγων· Πᾶσα φυτεία, ἣν οὐκ ἐφύτευσεν ὁ Πατήρ μου ὁ οὐράνιος, ἐκριζωθήσεται. Ἐπεὶ εἰ νεόφυτον τὸν νέον ἔλεγεν, οὐκ ἂν Τιμόθεον σφόδρα νέον ὄντα, καὶ οὕτω νέον, ὡς λέγειν· Μηδείς σου τῆς νεότητος καταφρονείτω, πρὸς τοσοῦτον ὄγκον ἀρχῆς ἀνήγαγεν ἂν καὶ τοσαύτας φέρειν ἐπέτρεψεν Ἐκκλησίας. Καὶ ἐμπαῖκται κυριεύσουσιν αὐτῶν. Ὁρᾷς, ὡς οὐ τὴν ἡλικίαν διαβάλλει ἁπλῶς, ἀλλὰ τὴν διεφθαρμένην γνώμην; Τῇ γὰρ ἐπαγωγῇ τοῦτο σαφέστερον ἐποίησεν. Ἐμπαίκτας δὲ ἐνταῦθά φησι τοὺς ἀπατεῶνας, τοὺς εἴρωνας, τοὺς κόλακας, τοὺς διὰ τῆς τῶν ῥημάτων χάριτος προπίνοντας αὐτοὺς τῷ διαβόλῳ. Καὶ συμπεσεῖται ὁ λαός, ἄνθρωπος πρὸς ἄνθρωπον καὶ ἄνθρωπος πρὸς τὸν πλησίον αὐτοῦ. Ὥσπερ γὰρ τῶν τὰς οἰκοδομὰς συνεχόντων ξύλων διαφθαρέντων ἢ καὶ ἀναιρεθέντων, τοὺς τοίχους ἀνάγκη συρρήγνυσθαι, οὐδενὸς ὄντος τοῦ κατέχοντος· οὕτω καὶ τούτων τῶν ἔμπροσθεν εἰρημένων ἀναιρεθέντων, ἀρχόντων, συμβούλων, δικαστῶν, προφητῶν, οὐδὲν τὸ κωλῦον ἦν τὸν δῆμον ἑαυτῷ συρραγῆναι καὶ πολλὴν γενέσθαι τὴν σύγχυσιν.
3.4 Προσκόψει τὸ παιδάριον πρὸς τὸν πρεσβύτην καὶ ὁ ἄτιμος πρὸς τὸν ἔντιμον. Ἐναντιώσεται δέ, φησίν, ὁ νέος τῷ γεγηρακότι, ὑπερόψεται, καταφρονήσει. Ταῦτα καὶ πρὸ τῆς τῶν πολεμίων ἐφόδου πολέμου παντὸς ἦν χαλεπώτερα. Ὅταν γὰρ ἀτιμάζηται μὲν γῆρας παρὰ νεότητος, οἱ δὲ εὐτελεῖς καὶ ἀπερριμμένοι τοὺς πρότερον αἰδεσίμους καταπατῶσιν, οὐδενὸς ἔλαττον κλυδωνιζομένης <νεὼς> ἡ τοιαύτη διακείσεται πόλις. Ὅτι ἐπιλήψεται ἄνθρωπος τοῦ ἀδελφοῦ αὐτοῦ, ἢ τοῦ οἰκείου τοῦ πατρὸς αὐτοῦ, λέγων· ἱμάτιον ἔχεις, ἀρχηγὸς ἡμῶν γενοῦ, καὶ τὸ βρῶμα τὸ ἐμὸν ὑπὸ σὲ ἔστω. Καὶ ἀποκριθεὶς ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἐρεῖ· οὐκ ἔσομαι ἀρχηγός· οὐ