25
ὥρᾳ ἐκείνῃ γένηται, καὶ καταλίπωμεν τὴν αἴνεσιν τοῦ Θεοῦ, οὐκ ἀνατεθείκαμεν ἐν ταῖς χερ σὶν αὐτοῦ τὰς ψυχὰς ἡμῶν. Ἐὰν τοὺς ἑωθινοὺς ὕμνους ἐκλείπωμεν καθεύδοντες καὶ ἐπὶ κλίνης ἀναπαυόμενοι· καὶ κατὰ τὰς ἑσπερινὰς αἰνέσεις τῇ κραιπάλῃ καὶ τῇ μέθῃ προσκείμεθα καὶ οἱονεὶ προσπηγνύμεθα, οὐ παρα τεθείκαμεν τὰς ψυχὰς ἡμῶν ἐν ταῖς χερσὶ τοῦ Θεοῦ. Ἐὰν ἐν τῷ καιρῷ τῆς θείας ἀναγνώσεως, καὶ μάλιστα ἐν ταῖς τῆς ἁγίας κυριακῆς ἡμέραις, ἀφιῶμεν τὴν ἐκκλησίαν, καὶ ἐμπεριάγωμεν συμβολοκοποῦντες καὶ ἐμπορευόμενοι, καὶ ἐν ταῖς ὁδοῖς καὶ πλατείαις διατρίβωμεν, οὐκ ἀνατεθείκαμεν τὰς ψυχὰς ἡμῶν ἐν ταῖς 55.697 χερσὶ τοῦ Θεοῦ. Ἐὰν παριστάμενοι ἐν τῇ θείᾳ λειτουρ γίᾳ ἀφιῶμεν καὶ τὴν προσευχὴν καὶ τὴν αἴνεσιν, καὶ πρὸς ἀλλήλους ὁμιλῶμεν περὶ κοσμικῶν πραγμάτων καὶ φροντίδων, οὐ παρατεθείκαμεν τὰς ψυχὰς ἡμῶν ἐν ταῖς χερσὶ τοῦ Θεοῦ. Ἔθεντο ἁμαρτωλοὶ παγίδα μοι· καὶ ἐκ τῶν ἐντολῶν σου οὐκ ἐπλανήθην. Πολλὰς καὶ παντοδαπὰς καὶ ἄνθρωποι καὶ δαίμονες ἐπιβουλὰς τυ ρεύουσί μοι· ἐγὼ δὲ τὴν ἀπλανῆ τῶν σῶν ἐντολῶν πο ρείαν προειλόμην ὁδεύειν. Καὶ γὰρ καὶ δαίμονες καὶ λογισμοὶ πολλαχῶς παγιδεύουσι τοὺς κατὰ Θεὸν ζῶντας, εἶτα καὶ πονηροὶ ἄνθρωποι· ἀλλ' αὐτοὶ ἐγκαυχῶνται μὴ ἀποπλανηθῆναι ἀπὸ τῶν ἐντολῶν τοῦ Θεοῦ. Αὐτὸν γὰρ τὸν ∆αυῒδ παγιδεύων ὁ Σαοὺλ καὶ ζητῶν αὐτὸν ἀνελεῖν, ἐκ τῶν ἐντολῶν τοῦ Θεοῦ οὐκ ἀπέστησε. Καίτοι γε εὑρὼν ὁ ∆αυῒδ τὸν Σαοὺλ καὶ ἅπαξ καὶ δὶς, οὐκ ἀπέδωκεν αὐτῷ κακὸν ἀντὶ κακοῦ. Καὶ πάλαι τῷ Ἰωσὴφ ἔθετο παγίδα ἡ Αἴγυπτος, ἀλλ' αὐτὸς οὐκ ἐπλανήθη, φυλάξας τὴν ἑαυτοῦ σωφροσύνην. Τοῦτο καὶ ἡ Σωσάννα πέπονθε παρὰ τῶν πρεσβυτέρων. Ἐκληρονόμησα τὰ μαρτύριά σου εἰς τὸν αἰῶνα, ὅτι ἀγαλλίαμα τῆς καρ δίας μού εἰσιν. ςʹ. Ἀγαλλιῶνται οἱ ἅγιοι καὶ οἱ εὐσεβῶς ζῶντες, καὶ χαίρουσιν ἐπὶ τῇ τηρήσει τῶν ἐντολῶν τοῦ Θεοῦ, καὶ Πατέρα τὸν Θεὸν ἔχοντες αὐτοὶ καὶ κληρονόμοι τῶν μαρτυρίων αὐτοῦ γεγόνασι, καὶ ὡς πατρῴαν κληρονο μίαν ταῦτα κατέχουσιν ἀγαλλιώμενοι· γλυκεῖα γὰρ ἡ τῶν γονέων κληρονομία. ∆ιὰ τοῦτο δὴ καὶ ὁ προφήτης ἐπευχόμενος λέγει, ὅτι κλῆρον αἰώνιόν τε καὶ ἄσυλον τὰ μαρτύριά σου εἶναι πιστεύων, ἐπὶ τῇ μνήμῃ τούτων ἀγάλλομαι καὶ εὐφραίνομαι. Ἔκλινα τὴν καρδίαν μου τοῦ ποιῆσαι τὰ δικαιώματά σου εἰς τὸν αἰῶνα δι' ἀντάμειψιν. Τρυτάνῃ ἔοικε τὸ τῆς ψυχῆς βουλευ τήριον· κατέχει δὲ τὴν τρυτάνην ὁ νοῦς, ἡγεμονεύειν λαχών. Ἐὰν τοίνυν τοῖς εὐσεβέσι προσθῆται λογισμοῖς, ἀνάγκη κλίνειν ἐπὶ τὸ ἄμεινον τὰ ζυγά. Τοῦτο δεδρα κέναι ὁ προφήτης φησί. Καὶ οὐχὶ ποτὲ μὲν Ἔκλινα, ποτὲ δὲ οὔκ· ἀλλ' Εἰς τὸν αἰῶνα, τουτέστι, πάσας τὰς ἡμέρας τῆς ζωῆς μου. Ἐν αὐτοῖς γὰρ ἀγαλλιῶμαι, εὑρίσκων τὴν ἀντίδοσιν, Ἃ ὀφθαλμὸς οὐκ εἶδε, καὶ οὖς οὐκ ἤκουσε, καὶ ἐπὶ καρδίαν ἀνθρώπου οὐκ ἀνέβη. Ταῦτα γάρ ἐστιν ἀντάμειψις. Ἀγαθὰ γὰρ τοῖς ἀγαθοῖς ἔκτισται. Παρανόμους ἐμίσησα, τὸν δὲ νόμον σου ἠγάπησα. Τοὺς γὰρ παρανομεῖν ὑποτιθεμένους ἀποσεισάμενος λογισμοὺς, τὸν σὸν προτετίμηκα νόμον. Τοιαῦτα γὰρ τὰ καυχήματα τῶν ἁγίων. Καὶ ἐν ἑτέρῳ γὰρ ψαλμῷ λέγει· Οὐχὶ τοὺς μισοῦντάς σε, Κύριε, ἐμίσησα, καὶ ἐπὶ τοῖς ἐχθροῖς σου ἐξετηκόμην; Τέλειον μῖσος ἐμίσουν αὐτούς· εἰς ἐχθροὺς ἐγένοντό μοι. Ὥσπερ ὁ ἀγαπῶν τὸ φῶς, τὸ σκότος ἀπεχθάνεται· οὕτως ὁ τὸν νόμον τοῦ Θεοῦ ἀγαπῶν, τοὺς παρανόμους λογισμοὺς καὶ πράξεις μισεῖ, καὶ ἡ τούτων ἀποστροφὴ ἀγάπησίς ἐστι πρὸς τὰς τοῦ νόμου ἐπαγγελίας. Ὁ οὖν ταῦτα οὕτως ἔχων, ἀναβοᾶ· Βοηθός μου καὶ ἀντι λήπτωρ μου εἶ σύ· εἰς τοὺς λόγους σου ἐπήλπισα. Οὐ δίχα δὲ τοῦτο τῆς σῆς βοηθείας κατώρθωσα, ἀλλὰ τῆς σῆς ἀπολαύσας ῥοπῆς, καὶ τῇ σῇ ἐλπίδι τρεφόμενος. Καὶ οὐκ ἤλπισα εἰς πλοῦτον, οὐδὲ εἰς τιμὴν καὶ δόξαν κοσμικὴν καὶ εἰς ἀνθρώπων βοήθειαν, ἀλλ' εἰς τοὺς λόγους σου.