25
μισοῦντες ἀλλήλους. Ἀνάγκη γὰρ πάντως, ὅταν πάσας τῇ ψυχῇ ἐπαφῶμεν τὰς ἡδονὰς, πολὺ τὸ μῖσος γίνεσθαι. ∆ιὰ τί; Ὅτι οὗ μετὰ ἀρετῆς ἡ ἀγάπη, οὐδεὶς οὐδένα πλεονεκτεῖ. Ὅρα καὶ ὁ Παῦλος τί φησι. Μὴ πλανᾶσθε· οὔτε πόρνοι, οὔτε εἰδωλολάτραι, οὔτε μοιχοὶ, οὔτε μαλακοὶ, οὔτε ἀρσενοκοῖται, οὔτε πλεονέκται, οὐ λοίδοροι, οὐ μέθυσοι βασιλείαν Θεοῦ κληρονομήσουσι. Καὶ ταῦτά τινες ἦτε. Ὁρᾷς πῶς πᾶν κακίας εἶδος ἐπεπόλαζε, καὶ πολλή τις ἦν ἡ ἀχλὺς, καὶ τὸ δίκαιον διεφθείρετο; Εἰ γὰρ 62.694 οἱ προφητείας ἀπολαύοντες, καὶ τοσαῦτα ὁρῶντες γινόμενα κακὰ καὶ ἐν τοῖς πολεμίοις καὶ ἐν ἑαυτοῖς, ὅμως οὐκ ἠνείχοντο, ἀλλὰ μυρία καινὰ εἰργάζοντο· τί ἂν οἱ ἄλλοι; Ἀλλά τις πάλιν παρ' αὐτοῖς παρθένους γυμνὰς ἐκέλευε παλαίειν ἐπ' ὄψεσιν ἀνθρώπων. Πολλὰ ὑμῖν γένοιτο ἀγαθὰ, ὅτι οὐδὲ τὸ ῥῆμα ἀκοῦσαι φέρετε· αὐτὸ δὲ τὸ πρᾶγμα οἱ φιλόσοφοι οὐκ ᾐσχύνοντο. Ἕτερος δέ τις φιλόσοφος, ὁ κορυφαῖος αὐτῶν, καὶ εἰς πολέμους αὐτὰς ἐξάγει, καὶ κοινὰς εἶναι κελεύει, ὡς μαστροπός τις ὢν καὶ προαγωγός. Ἐν κακίᾳ καὶ φθόνῳ διάγοντες, φησίν. Εἰ γὰρ οἱ φιλοσοφοῦντες παρ' αὐτοῖς τοιαῦτα ἐνομοθέτουν, τί ἂν εἴποιμεν περὶ τῶν μὴ φιλοσοφησάντων; εἰ οἱ τὸ γένειον ἔχοντες βαθὺ, καὶ τὸν τρίβωνα ἀναβεβλημένοι τοιαῦτα λέγουσι, τί ἂν εἴποιμεν περὶ ἑτέρων; Οὐ διὰ τοῦτο γέγονεν ἡ γυνὴ, ἄνθρωπε, ὥστε κοινῇ πᾶσι προκεῖσθαι. Ὦ πάντα ἀνατρέποντες ὑμεῖς· οἱ τοῖς μὲν ἄῤῥεσιν ὡς θηλείαις μιγνύμενοι, τὰς δὲ θηλείας ὡς ἄνδρας εἰς πόλεμον ἐξάγοντες· τοῦτο γὰρ ἔργον τοῦ διαβόλου, τὸ πάντα συγχέειν καὶ ἀνατρέπειν, καὶ τὰ ἐξ ἀρχῆς τεθέντα ὅρια διασαλεύειν καὶ μεταίρειν ἃ Θεὸς ἔθετο τῇ φύσει. Τῇ μὲν γὰρ γυναικὶ τὸ οἰκουρεῖν μόνον ἔδωκεν ὁ Θεὸς, τῷ δὲ ἀνδρὶ τὰ δημόσια πράττειν· σὺ δὲ τὴν κεφαλὴν εἰς τοὺς πόδας κατάγεις, καὶ τοὺς πόδας εἰς τὴν κεφαλὴν ἀνάγεις. Γυναῖκας ὁπλίζεις, καὶ οὐκ αἰσχύνῃ; Τί δὲ ταῦτα λέγω; εἰσάγουσί τινα παρ' αὐτοῖς γυναῖκα καὶ παῖδας ἀνελοῦσαν, καὶ οὐκ αἰσχύνονται οὐδὲ ἐντρέπονται τοιαῦτα μυσαρὰ διηγήματα εἰς τὰς τῶν ἀνθρώπων ἀκοὰς ἐμβάλλοντες. Ὅτε δὲ ἡ χρηστότης, φησὶ, καὶ ἡ φιλανθρωπία ἐπεφάνη τοῦ Σωτῆρος ἡμῶν Θεοῦ, οὐκ ἐξ ἔργων τῶν ἐν δικαιοσύνῃ, ὧν ἐποιήσαμεν ἡμεῖς, ἀλλὰ κατὰ τὸν αὐτοῦ ἔλεον, ἔσωσεν ἡμᾶς διὰ λουτροῦ παλιγγενεσίας καὶ ἀνακαινώσεως Πνεύματος ἁγίου, οὗ ἐξέχεεν ἐφ' ἡμᾶς πλουσίως διὰ Ἰησοῦ Χριστοῦ τοῦ Σωτῆρος ἡμῶν, ἵνα δικαιωθέντες τῇ ἐκείνου χάριτι, κληρονόμοι γενηθῶμεν κατ' ἐλπίδα ζωῆς αἰωνίου. Τί ἔστι, Κατ' ἐλπίδα; Τουτέστι, Καθὼς ἠλπίσαμεν, οὕτως ἀπολαύσομεν· ἢ ὅτι Ἤδη καὶ κληρονόμοι ἐστέ. Πιστὸς ὁ λόγος. Ἐπειδὴ γὰρ περὶ μελλόντων διελέχθη καὶ οὔπω παρόντων, ἐπήγαγε τὸ ἀξιόπιστον. Ἀληθῆ ταῦτά ἐστι, φησὶ, καὶ δῆλον ἐκ τῶν φθασάντων. Ὁ γὰρ τοσαύτης ἡμᾶς ἀνομίας ἀπαλλάξας καὶ τοσούτων κακῶν, εὔδηλον ὅτι καὶ τῶν μελλόντων ἡμῖν μεταδώσει πάντως ἐπιμείνασι τῇ χάριτι· ἀπὸ γὰρ τῆς αὐτῆς κηδεμονίας ἅπαντα γίνεται. εʹ. Εὐχαριστῶμεν οὖν τῷ Θεῷ, καὶ μηδὲν τοῖς ἄλλοις ὀνειδίζωμεν, μηδὲν ἐγκαλῶμεν, ἀλλὰ παρακαλῶμεν μᾶλλον, εὐχώμεθα ὑπὲρ αὐτῶν, συμβουλεύωμεν, παραινῶμεν, κἂν ὑβρίζωσι, κἂν λακτίζωσι· τοιοῦτοι γάρ εἰσιν οἱ νοσοῦντες. Ἀλλ' οἱ πρὸς τὴν ὑγείαν ἐκείνων σπεύδοντες πάντα φέρουσι, πάντα πράττουσι, κἂν μηδὲν ἀνύωσιν, ἵνα μὴ ἑαυτοῖς ἐγκαλῶσιν ὥσπερ ἠμεληκόσιν. Ἢ οὐκ ἴστε ὅτι πολλάκις ἰατροῦ ἀπογνόντος τοῦ κάμνοντος, ἕτερός τίς φησι τῶν προσηκόντων πρὸς αὐτόν· Θεραπείαν πάλιν πρόσαγε, καὶ μηδὲν ἐλλίπῃς, ἵνα μηδὲν ἐμαυτῷ ἐγκαλῶ, ἵνα μηδὲν μέμφωμαι, ἵνα μὴ κατηγορεῖν ἔχω ἐμαυτοῦ; Οὐχ ὁρᾶτε πόσην οἱ προσήκοντες περὶ τοὺς ἐπιτηδείους ποιοῦνται τὴν πρόνοιαν; πόσα ὑπὲρ τούτου πράττουσι, καὶ ἰατροὺς παρακαλοῦντες, καὶ προσεδρεύοντες διαπαντός; Κἂν τούτους μιμώμεθα· καίτοι γε οὐχ ὑπὲρ τῶν ἴσων ἡ 62.695 φροντίς. Νῦν δὲ τὸ μὲν σῶμα κάμνοντος τοῦ παιδὸς οὐκ ἂν παραιτήσαιτό τις καὶ