1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

25

ἐντεύξεις, εὐχαριστίας. ∆εῖ γὰρ εὐχαριστεῖν τῷ Θεῷ καὶ ὑπὲρ τῶν εἰς ἄλλους γενομένων ἀγαθῶν, οἶον ὅτι τὸν ἥλιον ἀνατέλλει ἐπὶ πονηροὺς καὶ ἀγαθοὺς, ὅτι βρέχει ἐπὶ δικαίους καὶ ἀδίκους. Ὁρᾷς ὅτι οὐ μόνον διὰ τῆς εὐχῆς, ἀλλὰ καὶ διὰ τῆς εὐχαριστίας ἑνοῖ καὶ συγκολλᾷ ἡμᾶς; Ὁ γὰρ ἀναγκαζόμενος εὐχαριστεῖν τῷ Θεῷ ὑπὲρ τῶν τοῦ πέλας ἀγαθῶν, ἀναγκάζεται καὶ φιλεῖν αὐτὸν καὶ οἰκείως πρὸς αὐτὸν διακεῖσθαι. Εἰ δὲ ὑπὲρ τῶν τοῦ πέλας εὐχαριστεῖν δεῖ, πολλῷ μᾶλλον ὑπὲρ τῶν εἰς ἡμᾶς καὶ τῶν λάθρα γινομένων, καὶ ἑκόντων καὶ ἀκόντων, καὶ ὑπὲρ τῶν δοκούντων εἶναι λυπηρῶν· καὶ γὰρ πρὸς τὸ ἀγαθὸν ὁ Θεὸς ἡμῖν ἅπαντα οἰκονομεῖ. βʹ. Πᾶσα τοίνυν ἡμῖν εὐχὴ εὐχαριστίαν ἐχέτω. Εἰ δὲ καὶ ὑπερεύχεσθαι τῶν πέλας οὐχὶ πιστῶν μόνον, ἀλλὰ καὶ ἀπίστων προσταττόμεθα, ἐννόησον ὅσον ἐστὶ κακὸν κατεύχεσθαι τῶν ἀδελφῶν. Τί λέγεις; ἐκεῖνός σε ὑπὲρ ἐχθρῶν ἐκέλευσεν εὔχεσθαι, σὺ δὲ τοῦ ἀδελφοῦ κατεύχῃ; Οὐκ ἐκείνου κατεύχῃ, ἀλλὰ σαυτοῦ· τὸν γὰρ Θεὸν παροξύνεις, ἐκεῖνα τὰ ἀνόσια φθεγγόμενος ῥήματα· οὕτω δεῖξον αὐτῷ, οὕτω ποίησον αὐτῷ, βάλε αὐτὸν, ἀνταπόδος αὐτῷ. Πόῤῥω ταῦτα τῶν τοῦ Χριστοῦ μαθητῶν, τῶν ἐπιεικῶν καὶ προσηνῶν. Τοῦ στόματος τοῦ ἠξιωμένου τοιαύτης μυσταγωγίας μηδὲν πικρὸν ἐκβαλλέτω, μηδὲν ἀηδὲς, ἡ τῷ θείῳ σώματι προσομιλοῦσα γλῶσσα· καθαρὰν αὐτὴν φυλάττωμεν, μὴ ἀρὰς προσφέρωμεν δι' αὐτῆς. Εἰ γὰρ λοίδοροι οὐ κληρονομήσουσι βασιλείαν, πολλῷ μᾶλλον οἱ κατευχόμενοι· ἀνάγκη γὰρ καὶ ὑβρίζειν τὸν κατευχόμενον· ὕβρις δὲ καὶ εὐχὴ ἀλλήλων ἀπεσχοίνισται· ἀρὰ καὶ εὐχὴ πολὺ τὸ μέσον ἔχει· κατηγορία καὶ εὐχὴ πολὺ τὸ μέσον ἔχουσι. Προσεύχῃ τὸν Θεὸν ἵλεων ποιῆσαι, καὶ ἑτέρου κατεύχῃ; Ἐὰν μὴ ἀφῇς, οὐκ ἀφεθήσεταί σοι· καὶ αὐτὸς οὐ μόνον οὐκ ἀφίης, ἀλλὰ καὶ τὸν Θεὸν μὴ ἀφεῖναι παρακα 62.532 λεῖς; Εἶδες ὑπερβολὴν κακίας; Εἰ τῷ μὴ ἀφιέντι οὐκ ἀφίεται, τῷ καὶ τὸν ∆εσπότην παρακαλοῦντι μὴ ἀφεῖναι, πῶς ἀφεθήσεται; Οὐκ ἐκεῖνον βλάπτεις, ἀλλὰ σαυτόν. Τί δήποτε; Εἰ γὰρ καὶ ἀκούεσθαι ἔμελλες ὑπὲρ τῶν σαυτοῦ, διὰ ταῦτα οὐδέποτε εἰσακουσθήσῃ, ὅτι μιαρῷ στόματι τὰς εὐχὰς ποιεῖς· μιαρὸν γὰρ ὄντως τὸ τοιοῦτον στόμα καὶ ἀκάθαρτον, πάσης δυσωδίας ἐμπεπλησμένον, πάσης ἀκαθαρσίας. ∆έον σε ὑπὲρ τῶν σῶν τρέμειν ἁμαρτημάτων, καὶ τὸν ἀγῶνα πάντα ὑπὲρ τούτων ποιεῖσθαι, σὺ δὲ προσέρχῃ τὸν Θεὸν κινήσων κατὰ τοῦ ἀδελφοῦ; οὐ γὰρ δέδοικας καὶ μεριμνᾷς τὰ σαυτοῦ; οὐχ ὁρᾷς τί διαπράττῃ; Μίμησαι κἂν τὰ παιδία τὰ εἰς διδασκαλεῖον φοιτῶντα, ἅπερ ἐπειδὰν τὴν ἑαυτῶν συμμορίαν ἔνδον ἴδῃ τῶν μαθημάτων ἀπαιτουμένην τὰς εὐθύνας, καὶ διὰ τὴν ῥᾳθυμίαν ἅπαντας τυπτομένους, καὶ καθ' ἕνα ἕκαστον ἐξεταζόμενον πικρῶς καὶ κοπτόμενον ὑπὸ τῶν πληγῶν, ἀποτέθνηκεν ὑπὸ τοῦ δέους· κἂν μυρία τις αὐτὰ πλήξῃ τῶν συμφοιτητῶν, οὐκ ἀνέχεται ὀργισθῆναι, τοῦ φόβου τὴν ψυχὴν κατέχοντος, οὐδὲ ἐντυχεῖν τῷ διδασκάλῳ, ἀλλ' εἰς ἓν μόνον ὁρᾷ τὸ εἰσελθεῖν καὶ ἀπαλλαγῆναι πληγῶν χωρὶς, καὶ πρὸς ἐκεῖνον τὸν καιρὸν σκοπεῖ· κἂν ἐξέλθῃ, εἴτε πληγὰς λαβὼν εἴτε μὴ λαβὼν, οὐδὲ εἰς νοῦν ἐκεῖνα λοιπὸν βάλλεται ὑπὸ τῆς ἡδονῆς. Σὺ δὲ ἑστὼς καὶ μεριμνῶν ὑπὲρ τῶν ἁμαρτημάτων τῶν σῶν, οὐ φρίττεις τῶν ἑτέρων μνημονεύων; καὶ πῶς τὸν Θεὸν παρακαλεῖς; ∆ι' ὧν γὰρ αὐτὸν κατ' ἐκείνου ἀξιοῖς, διὰ τούτων καὶ τὰ σαυτοῦ πικρότερα ἐργάζῃ, οὐκ ἀφιεὶς αὐτὸν συγγνώμην δοῦναι τοῖς σοῖς. Πῶς γὰρ, εἰ θέλεις με γίνεσθαι, φησὶν, ἐξεταστὴν ἀκριβῆ τῶν εἰς σὲ πεπλημμελημένων, πῶς τῶν παρὰ σοῦ εἰς ἐμὲ γεγενημένων ἀξιοῖς γενέσθαι τὴν συγχώρησιν; Μάθωμέν ποτε εἶναι Χριστιανοί· εἰ εὔχεσθαι οὐκ ἴσμεν, ὅπερ ἐστὶν εὔκολον καὶ σφόδρα ῥᾴδιον, τί τῶν ἄλλων εἰσόμεθα; Μάθωμεν εὔχεσθαι ὡς Χριστιανοί· Ἑλλήνων εἰσὶν ἐκεῖναι αἱ εὐχαὶ, Ἰουδαίων ἐκεῖναι αἱ δεήσεις· τοῦ Χριστιανοῦ δὲ ἐναντίαι, ἄφεσιν καὶ ἀμνηστίαν αἰτεῖν τῶν εἰς ἡμᾶς πεπλημμελημένων. Λοιδορούμενοι,