25
διακρίνουσι τὸ νόθον ἀπὸ τοῦ γνησίου· οὕτω καὶ σὺ ποίησον, καὶ μὴ πάντα παραδέχου λόγον, ἀλλὰ τὸν μὲν κίβδηλον καὶ διεφθαρμένον ἔκβαλλε ἀπὸ σοῦ. τὸν δὲ ὑγιῆ καὶ σωτηρίαν ἔχοντα παράπεμπε τῇ διανοίᾳ. Ἔστι γὰρ, ἔστι καὶ σοὶ ζυγὰ καὶ σταθμία 51.99 οὐκ ἀπὸ χαλκοῦ καὶ σιδήρου κατεσκευασμένα, ἀλλ' ἀπὸ ἁγνείας καὶ πίστεως συγκείμενα, καὶ διὰ τούτων δοκίμαζε λόγον ἅπαντα. Καὶ γὰρ διὰ τοῦτό φησι, Γίνεσθε τραπεζῖται δόκιμοι, οὐχ ἵνα ἐπὶ τῆς ἀγορᾶς ἑστῶτες τὰ ἀργύρια ἀριθμῆτε, ἀλλ' ἵνα τοὺς λόγους βασανίζητε μετὰ ἀκριβείας ἁπάσης· διὰ τοῦτο καὶ ὁ ἀπόστολος Παῦλός φησι· Πάντα δοκιμάζετε, τὸ καλὸν δὲ κατέχετε μόνον. Οὐ διὰ τὴν δοκιμασίαν δὲ μόνον ὑμᾶς τραπεζίτας ἐκάλεσεν, ἀλλὰ καὶ διὰ τὴν τῶν καταβαλλομένων νομήν. Καὶ γὰρ τοῖς τραπεζίταις, ἐὰν μόνον ὑποδεχόμενοι τὰ χρήματα κατακλείωσιν οἴκοι, μηκέτι δὲ εἰς ἑτέρους διανέμωσιν, ἅπαν τὸ τῆς ἐμπορίας οἰχήσεται· οὕτω καὶ ἐπὶ τῶν ἀκροατῶν τὸ αὐτὸ τοῦτο γίνεται. Ἂν γὰρ δεξάμενος τὴν διδασκαλίαν παρὰ σαυτῷ κατασχῇς, μηκέτι δὲ εἰς ἑτέρους ἐκβάλῃς, πᾶσά σου ἡ πραγματεία διαῤῥυήσεται. ∆ιὰ τοῦτο ἐπὶ τῶν ἐργαστηρίων ἐκείνων διὰ πάσης ἡμέρας εἴσοδόν τε καὶ ἔξοδον γινομένην ὁρῶμεν. Τοῦτο τοίνυν καὶ ἐπὶ τῆς διδασκαλίας γινέσθω. Καὶ γὰρ καὶ ἐπὶ τῶν τραπεζιτῶν ἐκείνων ὁρῶμεν τοὺς μὲν καταβάλλοντας χρήματα, τοὺς δὲ λαμβάνοντας εὐθέως, καὶ ἀπιόντας, καὶ τοῦτο διὰ πάσης ἡμέρας γινόμενον ἴδοι τις ἄν. ∆ιὰ τοῦτο, καίτοι τῶν χρημάτων οὐκ ὄντων αὐτοῖς οἰκείων, ἐπειδὴ τῇ χρήσει πρὸς τὸ δέον κέχρηνται, διὰ τῶν ἀλλοτρίων πολλὴν ἑαυτοῖς συλλέγουσι τὴν εὐπορίαν. Οὕτω καὶ σὺ ποίησον. Οὐκ ἔστι ταῦτα τὰ λόγια σὰ, ἀλλὰ τοῦ Πνεύματος· ἀλλ' ὅμως ἐὰν ἀρίστην ἐπιδείξῃ τὴν χρῆσιν, πολλὴν ἑαυτῷ συνάξεις τὴν εὐπορίαν τὴν πνευματικήν· διὰ τοῦτο καὶ τραπεζίτας ὑμᾶς ἐκάλεσεν ὁ Θεός. Τίνος δὲ ἕνεκεν ἀργύριον τὸν λόγον ἐκάλεσεν; Ἐπειδὴ καθάπερ τὸ ἀργύριον τὸν χαρακτῆρα ἔχει ἀπηρτισμένον τὸν βασιλικὸν (κἂν γὰρ μὴ τοῦτον ἔχῃ, οὐκ ἔστιν ἀργύριον δόκιμον, ἀλλὰ κίβδηλον καλεῖται), οὕτω καὶ τὴν διδασκαλίαν τῆς πίστεως τὸν χαρακτῆρα τοῦ λόγου ἀπηρτισμένον ἔχειν δεῖ. Πάλιν τῶν ἀργυρίων ἡ χρῆσις πᾶσαν ἡμῶν συγκροτεῖ τὴν ζωὴν, καὶ συμβολαίων ἁπάντων ὑπόθεσις γίνεται, κἂν ἀγοράσαι τι, κἂν πωλῆσαι δέῃ, διὰ τούτων ἅπαντα πράττομεν. Τοῦτο καὶ ἐπὶ τῆς διδασκαλίας γίνεται· τῶν γὰρ συμβολαίων πνευματικῶν ὑπόθεσίς ἐστι καὶ ῥίζα τὸ ἀργύριον τοῦτο τὸ πνευματικόν· ὅθεν κἂν παρὰ τοῦ Θεοῦ τι βουληθῶμεν ἀγοράσαι, τὸν λόγον τῆς εὐχῆς καταβαλόντες πρῶτον, οὕτω λαμβάνομεν ἅπερ αἰτοῦμεν. Κἂν ἀδελφὸν ἴδωμεν ἠμελημένον καὶ ἀπολλύμενον, τὴν σωτηρίαν αὐτοῦ κερδήσομεν, καὶ τὴν ζωὴν ἀγοράσομεν, τὸν λόγον τῆς διδασκαλίας καταβάλλοντες. ∆ιὸ χρὴ μετὰ ἀκριβείας ἁπάσης φυλάττειν καὶ κατέχειν ἅπαντα, ἵνα καὶ εἰς ἑτέρους αὐτὰ διανείμωμεν· καὶ γὰρ καὶ τόκους τῶν ἀργυρίων τούτων ἀπαιτούμεθα. Προσέχωμεν τοίνυν τῇ ὑποδοχῇ, ἵνα καὶ εἰς ἑτέρους διανεῖμαι δυνηθῶμεν τὰ ἀργύρια· καὶ γὰρ ἕκαστος, ἐὰν θέλῃ, δύναμιν ἔχει διδασκαλίας. Οὐ δύνασαι Ἐκκλησίαν ὀρθῶσαι τοσαύτην· ἀλλὰ δύνασαι τὴν γυναῖκα τὴν σὴν νουθετῆσαι. Οὐ δύνασαι πρὸς πλῆθος τοσοῦτον διαλεχθῆναι· ἀλλὰ τὸν υἱόν σου σωφρονίσαι δύνασαι. Οὐ δύνασαι πρὸς δῆμον τηλικοῦτον τὸν λόγον ἀποτεῖναι διδασκαλίας· ἀλλὰ τὸν οἰκέτην σου βελτίονα ἐργάσασθαι δύνασαι Οὐκ ἔστι σου μείζων τῆς δυνάμεως ἐκεῖνος τῶν μαθητῶν ὁ σύλλογος· οὐκ ἔστι σου πλέον τῆς συνέσεως ἐκεῖνο τῆς διδασκαλίας τὸ μέτρον, ἀλλὰ καὶ ἡμῶν εὐκολώτερον ὑμεῖς ἐκείνους πάντας ῥυθμίζειν δύνασθε. 51.100 Ἐγὼ μὲν γὰρ ὑμῖν ἅπαξ τῆς ἑβδομάδος συγγίνομαι, ἢ καὶ δεύτερον πολλάκις· σὺ δὲ διαπαντὸς ἔνδον ἔχεις τῆς οἰκίας τοὺς μαθητὰς, καὶ τὴν γυναῖκα, καὶ τὰ παιδία, καὶ τοὺς οἰκέτας, καὶ ἐν ἑσπέρᾳ, καὶ ἐν τραπέζῃ, καὶ διὰ πάσης ἡμέρας δύνασαι διορθοῦν αὐτούς. Καὶ ἑτέρωθεν δὲ ἡ ἰατρεία αὕτη εὐκολωτέρα γίνεται· ἐγὼ μὲν γὰρ ἐν πλήθει τοσούτῳ διαλεγόμενος οὐκ οἶδα τὸ ἐνοχλοῦν ὑμῖν πάθος τῆς ψυχῆς, διὸ καὶ ἀναγκάζομαι καθ' ἑκάστην διδασκαλίαν