πνεύματος πειθομένοις, ὅτι χρὴ τὸν ἐν ἀληθείᾳ προσεληλυθότα θεῷ, ἐν ὅλῃ καρδίᾳ πιστεύοντα ταῖς ἐπαγγελίαις αὐτοῦ καὶ πάσῃ δυνάμει ἐν ταῖς ἐντολαῖς αὐτοῦ ἀγωνιζόμενον καὶ ἡμέραν ἐξ ἡμέρας τὸν νοῦν ἀνακαινούμενον, προκοπῆς πνευματικῆς χάριν αἰσθέσθαι ἐν ἑαυτῷ· ἵν' οὕτως καταντῆσαι δυνηθῶμεν εἰς τὴν ἀληθινὴν τοῦ τελείου ἁγιασμοῦ κατάπαυσιν, τουτέστι φθάσαι εἰς τὴν τελείαν ἀγάπην τῆς υἱοθεσίας τοῦ προσκυνητοῦ πνεύματος, δι' οὗ καὶ τὴν παντελῆ τῶν παθῶν ἀπαλλαγὴν κτήσασθαι δυνάμεθα· καὶ οὕτως ψυχῇ καὶ σώματι ὁλοτελῶς ἀπεντεῦθεν ἁγιασθέντες καὶ ἄσπιλοι καὶ ἄμωμοι διὰ τοῦ πνεύματος καταρτισθέντες καὶ τὸν ἐπουράνιον τῆς τελείας χάριτος θησαυρὸν ἐν τοῖς ὀστρακίνοις ἡμῶν τοῦ σώματος σκεύεσιν ἐν πάσῃ πληροφορίᾳ ἐντεῦθεν κομισάμενοι καὶ θεοῦ οἰκητή301 ριον καθαρὸν γενόμενοι, ἐν τῇ μελλούσῃ τῆς ἀναστάσεως ἡμέρᾳ τῆς βασιλείας τελείως Χριστῷ συνδοξασθέντες καὶ σύμμορφοι τῷ σώματι τῆς δόξης αὐτοῦ καταξιωθέντες γενέσθαι σὺν αὐτῷ ἐν ἀναπαύσει ἀνεκλαλήτῳ ἀναπαυσώμεθα εἰς τοὺς ἀπεράντους αἰῶνας τῶν αἰώνων ἀμήν.