Fragmenta in Psalmos

 φιλόθεος καὶ δι' οἴκου καὶ σκεύους ἀνακειμένου θεῷ πρὸς θεὸν ἀνεγείρεται. ἓν οὖν τοῦτο καὶ μόνον ἐζήτησα τὸν θεὸν ναὸν οἰκεῖν, ὅπερ ἡ Ἅννα ποιεῖ, καὶ

 κατὰ τὸ διαλλάττον τοῦ τρόπου κατὰ τὸ ῥηθὲν καὶ πάλιν παρὰ τοῦ σωτῆρος ὅτι Καὶ πολλαὶ μοναὶ παρὰ τῷ πατρί μου. 15 Ps 34,6 Αἱ ὁδοί, φησίν, τῶν ἀσεβῶν σ

 25 Ps 37,4a Σώματι διόλου κακουμένῳ παραβάλλει τὸ πολύπονον καὶ πολυπαθὲς αὐτοῦ, οἷον καὶ παρὰ τῷ Ἡσαΐᾳ τὸ Ἀπὸ ποδῶν ἕως τῆς κεφαλῆς οὐκ ἔστιν ἐν αὐτῷ

 κεχαρισμένον καὶ εἰς αἰῶνα παρατείνων τὰ ἀγαθὰ Ταῦτα μένει, φησίν, τὰ τρία· πίστις ἐλπὶς ἀγάπη. 34 Ps 39,5 Ἐν τούτῳ φησὶ τὸ μακάριον ἄνθρωπον ἐν τῷ θε

 Ἐξαιρέτως ἐπὶ Χριστοῦ τὴν ἀκακίαν ἀκούομεν τὴν πάσης κακίας καθαρότητα, ἣν ἐζήτει μὲν παρὰ ἀνθρώπων ὁ δημιουργὸς ἐπὶ τούτῳ γεγενημένων ὡς εἶναι τοῦ πο

 πάθους τῆς λήθης λέγει τὸ ∆ιὰ τί, ἀλλ' ἑκούσιον λήθην παρίστησι τὴν περὶ ἄνθρωπον ἀφροντιστίαν τὸν τῆς παρὰ θεοῦ ἀνάξιον ἐπιμελείας.

 καθάπαξ αὐχοῦμεν ἐπὶ σοὶ δι' ὅλου τοῦ χρόνου καὶ τῷ ὀνόματί σου χάριτας ἀναφέρομεν ᾧ σῳζόμεθα, ὥσπερ καὶ λέγεται διὰ τοῦ Ἱεζεκιὴλ ∆ι' ὑμᾶς ἐγὼ οὐ ποιῶ

 ἐκείνων οὐχὶ μικρὰν μερίδα (πολλοὶ γὰρ καὶ οἱ ἐξ Ἰουδαίων πεπιστευκότες), προοίμιόν τι τῆς περὶ τούτων μυσταγωγίας ποιεῖται, λόγον ἀγαθὸν ἐπαγγελλόμεν

 εἰς κεφαλήν, καὶ σὺ ἔσῃ εἰς οὐράν. ὅτι δὴ οἱ τὸ παλαιὸν ἐπήλυδες νόμου γενόμενοι πρὸς τὸ οἰκειοῦσθαι θεῷ νῦν αὐτοὶ τῆς πρὸς θεὸν συνόδου κατάρχουσιν,

 78 Ps 48,4.5 Λόγου, φησίν, ἅψομαι σοφοῦ κεκρυμμένου, μιγνὺς ᾠδῇ τὸ αἴνιγμα. πῶς οὐχὶ τὸ στόμα εἶπεν ἀνοίγειν εἰς παραβολὴν ἀλλὰ τὸ οὖς κλίνειν; ἢ ὅτι

 ἀνθρώπου ἡ ἁμαρτία εἰς τὸν κόσμον εἰσῆλθεν, καὶ ἐρρίζωται τὸ κακὸν ἐν τῇ πρώτῃ γυναικὶ καὶ ἐξ ἐκείνης διὰ τῶν τοκετῶν ἐπὶ τὰ τικτόμενα διαβαίνει. οἰκε

 ὑπόσχεσις ἐπήγαγε ταῦτα. 99A Ps 70,19.20 Αὐτόθεν ἄρχεται τοῦ ὕμνου ὅθεν ἐπήγγελται παραχρῆμα ποιῶν, τὸ ὑψηλὸν τῶν τοῦ θεοῦ τεραστίων μεγαλοφώνως ἀναβο

 γὰρ καὶ τέθηλεν οἰκουμένη πᾶσα τῷ Χριστοῦ καρπῷ καὶ πλῆθος ἀναρίθμητον τῶν ἐφ' ἑκάστης πόλεως ἀναφαινομένων Χριστοῦ παίδων ὡς ἀπὸ τῆς γῆς πόα. 105 Ps

 111a Ps 73,4a Ἀναγκαίως ἡ τῶν τόπων μνήμη διὰ τὴν τοῦ λαοῦ παρανομίαν. ὅτι κατὰ τῶν τόπων οὐκ ἦν ἀγανακτήσεως πρόφασις, καὶ οἱονεὶ διὰ τὴν τοῦ τόπου φ

 τουτέστιν ὄρη τροφῆς. τὴν γὰρ τροφὴν θήραν καὶ ἐν τῷ ΡΛΑ κέκληκε λέγων Τὴν θήραν αὐτῆς εὐλογῶν εὐλογήσω, ὃ δὴ Σίτησιν ἐν ἐκείνῳ Σύμμαχος εἴρηκεν. ἐν δ

 (οὐχ ὁ κύκλῳ περιάγων αὐτόν) καὶ διατείνας αὐτὸν ὡς σκηνὴν κατοικεῖν (οὐχ ὡς κύκλον περιελίττεσθαι)· καὶ Ἀπ' ἄκρου θεμελίου οὐρανοῦ φησιν Ἡσαΐας ἔρχεσ

 δεσπότην. εἰ γὰρ καὶ ἐγκλήματα κατὰ τῶν δούλων εἴη δίκαια, ἀλλὰ καὶ φειδὼ περὶ τὸ οἰκεῖόν ἐστιν ἀπανθρώπως ὑπὸ τοῦ ἀλλοτρίου πορθούμενον. λέγει δὲ καὶ

 σκιᾷ μὲν τὰ ὄρη ἐκάλυψεν ἡ προειρημένη ἄμπελος διὰ τὸ πᾶν ὕψος καὶ πᾶσαν δύναμιν τὴν ὑπὲρ γῆς ὑπερβαλέσθαι, ταῖς δὲ τῶν ἀκρεμόνων ἐκτάσεσι τὰς κέδρους

 καταλλαγή φησι κόσμου, ὕστερον δὲ ἡ πρόσληψις ζωὴ ἐκ νεκρῶν, τελείας τῆς εὐμενείας τοῦ θεοῦ φανείσης ἀνθρώποις, ἐπειδὰν τῶν ἐπαγγελιῶν πληροῖ τῶν πρὸς

 ὀφθαλμοί μου ἠσθένησαν ἀπὸ πτωχείας ὁ Σύμμαχος Ὁ ὀφθαλμός μου ἐξέρρευσεν ἀπὸ τῆς κακώσεως ἐξέδωκεν. 146 Ps 87,13 Σῷζε οὖν γένος ὑπὸ σοῦ πεποιημένον ἐπ

 ἅπερ εἴρηται διὰ τοῦ προφήτου Νάθαν. ἐλέῳ δὲ τῷ παρ' ἑαυτοῦ καὶ τῇ προσηκούσῃ περὶ τὸν δίκαιον σπουδῇ φησιν ὑψοῦσθαι αὐτόν, καθὰ καὶ παραδόξως ἤρατο ν

 ἑτέρων βασιλέων εἰς θεὸν ἐλπιζόντων γέγονεν, ἀληθευομένης τῆς ἐπαγγελίας τοῦ θεοῦ τῆς λεγούσης Ἐχθρεύσω τοῖς ἐχθροῖς σου καὶ ἀντικείσομαι τοῖς ἀντικει

 φάσκων καὶ εὐφραίνεσθαι τὰς πολλὰς νήσους τουτέστι τὰ ἔθνη, εἶτα ἑξῆς ὠδίνειν τὴν γῆν καὶ τὰ ὄρη τήκεσθαι· πῇ μὲν τοὺς ἁγίους λέγει, πῇ δὲ τοὺς ἐναντί

 170 Ps 101,3 Ὅμοιον δυνάμει τὸ λεγόμενον τῇ Σαλομῶνος εὐχῇ

 λέγει τῆς ἱδρύσεως θεοῦ δυνάμεως δεῖγμα τὸ γῆν οὖσαν στοιχεῖον τὸ βαρύτατον ὑπὲρ ὑδάτων πεπῆχθαι καὶ μένειν δι' αἰῶνος ἀμετακίνητον, οὐ δή που τῆς ὑπο

 θεοῦ καὶ ἐκ τῶν ἑκάστοτε λεγομένων τεράτων δείκνυται· δεῖ δὲ θεοῦ γνωρίζεσθαι δύναμιν καὶ οὐχ ἱστορίαν πραγμάτων ἀπαράλειπτον πάντως γίνεσθαι. οὐκ εἰς

 δὲ παιδεύσεως τὸ τέλος ἡ πρὸς τὸ ὀρθὸν τοῦ ἀνθρώπου κατόρθωσις ἐν ἡγεμονίᾳ πνεύματος, ὑπακοῇ δὲ σαρκός. διὰ τοῦτο τῶν τε ἡδέων τὰς χορηγίας ὑπερετίθετ

 ἀνακινήσαντος αὐτῶν τὸν πρότερον εὔδιον πλοῦν, ὑφ' ὧν κορυφουμένων εἰς ὕψος ἀναγομένους αὐτοὺς καὶ ἀναρρεόντων καταγομένους, οἷον ἐν θαλάττῃ γίνεσθαι

 202 Ps 110 arg. Λέγεται ἐν τῷ παρόντι διὰ βραχέων ὁ ὕμνος, καὶ διὰ τῶν εἴκοσι δύο στοιχείων τῶν Ἑβραίων αἱ πρῶται φωναὶ τῶν στίχων προΐασι κατὰ τὴν Ἑβ

 ζῶσαν τὴν ὄντως εὐάρεστον θεῷ, ὧν καὶ τὸ πλῆθος ἀνα πληροῖ τὸ θυσιαστήριον ἄχρι πρὸς τὸ ἀκρότατον ὕψος τὸ συναπτόμενον τοῖς οὐρανίοις ἀγγέλοις, διὰ τῆ

 ἡμῶν. προσαγαγὼν οὖν ἑαυτὸν ὡς προσήκει ταπεινόν, ἀμοιβὴν ζητεῖ παρὰ θεοῦ τὴν ἐπὶ βίον ἔννομον ἀγωγὴν καὶ τὴν κατὰ λόγον θεοῦ ζωήν. ταπεινοῦ δὲ καὶ αὐ

 ἀναφέρεσθαι δεῖ τὰς νῦν λεγομένας πλάσεις, οἷον καὶ τὸ Πρὸ τοῦ με πλάσαι σε ἐν κοιλίᾳ ἐπίσταμαί σε· καθὸ καὶ Ἰὼβ λέγει τὸ Πηλόν με ἔπλασας, τὴν ἐν τῷ

 παροξυσμῷ τῷ πρὸς τοὺς ἐπιβουλεύοντας, ὡς οὐκ ἐπλάνησε τὸν ∆αυὶδ ἡ τοῦ Σαοὺλ ἐπιβουλὴ πρὸς τὸ ἀμύνασθαι πρὸς τὸ προσῆκον. 237 Ps 118,111 Ἐπέτεινε τὴν

 ἀποθνῄσκον τας διὰ τοῦ θανάτου λυτρούμενος· ᾧ καὶ ἀκολούθως ἐπάγεται τὸ Ζήσεται ἡ ψυχή μου, καὶ τὰ ἑξῆς.

 θεοσεβεστάτων, δι' ὧν ἡ βασιλεία ∆αυὶδ ἀνορθοῦται χάριτι τοῦ Χριστοῦ ὃς τοῖς δώδεκα ἔδωκεν ἀποστόλοις τὸ ἐπὶ δώδεκα θρόνοις καθεζομένους κρίνειν τὸν Ἰ

 μεγίστην ἐπιφέρει τὴν ἁπασῶν ἐκείνων περισωστικήν. τροφῆς γὰρ εὐπορίαν ἔδωκεν ἐξ ἀρχῆς ἣν Θήραν καλεῖ, σίτησιν δὲ ἕτερος ἑρμηνεύει. καὶ τοὺς οἰκήτορας

 τὸν κατὰ τὸ ἐμφανὲς ἔλεγχον ὅτι μὴ θεοὶ ὧν τὰ τοιαῦτα ὁμοιώματα. θεῖον γὰρ τὸ ὁμοίωμα τοῦ θεοῦ· διὸ καὶ ἄνθρωπος εἰκὼν ὁ θεῖος, οὐχ ὁ τῆς θεότητος ἐστ

 διὰ τὴν τοῦ Ἰσραὴλ ἄφεσιν εἰς ἐξουσίαν προαγόμενος, ὡς ἔχει τὰ διὰ τοῦ Ἡσαΐου προφητευθέντα· ἀλλ' ὁ μακαρισμὸς εἰς ἐκείνους περιστήσεται τοὺς ἀποδιδόν

 ταῖς εὐεργεσίαις, τουτέστιν ἐπὶ τοὺς ἐλπίδα μὴ ἔχοντας καὶ ἀθέους ἐν τῷ κόσμῳ οὓς μηδὲ ὄντας ὁ ἀπόστολος κέκληκεν. 282 Ps 137,7.8a ∆εύτερον ἐπιφέρει τ

 291 Ps 140,2 Εἰ πρωῒ τὸν ἐπιόντα βίον συνίεμεν τὸν ἐν ἀναπαύσει καὶ δόξῃ

 300 Ps 143,4.5 Πάντα δὲ ὅμοια τὰ μὲν ἀνθρώπινα, θείας δὲ ἐνεργείας φοβερᾶς τε καὶ ἰσχυρᾶς καὶ ὀλοθρευτικῆς ἀνθρώπων ἐνδείγματα. 301 Ps 144,1 Κατὰ μὲν

 πληροῦσαν αὐτὸν δύναμιν καὶ σοφίαν ἔχων ἀλλὰ πλήρη προελθοῦσαν ἐξ ἑαυτοῦ, καθὰ καὶ Σολομὼν γέννημα τὴν σοφίαν λέγει καὶ ἐκ θεοῦ προσεληλυθυῖαν τὴν αὐτ

λέγει τῆς ἱδρύσεως θεοῦ δυνάμεως δεῖγμα τὸ γῆν οὖσαν στοιχεῖον τὸ βαρύτατον ὑπὲρ ὑδάτων πεπῆχθαι καὶ μένειν δι' αἰῶνος ἀμετακίνητον, οὐ δή που τῆς ὑπούσης ἀβύσσου στηρίζειν αὐτὴν δυναμένης οὐδὲ ἑδρασούσης ἀλλ' ἱματίων τρόπῳ σκεπούσης, ὡς εἶναι τὴν ἕδραν ἄρρητον καὶ θεοῦ δυνάμεως, οὐ στοιχείων φύσεως. 176 Ps 103,10 Πηγὰς ὕδατος ἀναβλυστανούσας τῆς ἀρχῆς καὶ ταῦτα θεοῦ δυνάμει ἡ γῆ δίδωσι, ξηραινομένας τε πολλάκις θεοῦ φόβῳ φησὶν εἰς ἀφανὲς ἀπιέναι ὅπερ ἐν ἑβδομηκοστῷ τρίτῳ σαφέστερον εἴρηται Σὺ διέρρηξας πηγὰς καὶ χειμάρρους, σὺ ἐξήρανας ποταμοὺς ἑτέρους. Θαυμάζει καὶ τῶν ὀρῶν τὴν θέσιν ἀμεταστάτων ἐγηγερμένων ὑπὲρ τὰ πεδία καὶ μὴ κατασυρομένων ὑπὸ τῆς ταχθείσης ἐρείσεως εἰς τὸ καλύψαι τὰ ὑποκείμενα κατὰ τὸ Ἐροῦσι τοῖς ὄρεσι Συγκαλύψατε ἡμᾶς. 177 Ps 103,13 Ὑπερῷα θεοῦ τὸν ἀέρα καλεῖ καθάπερ ἐπὶ μιᾶς οἰκίας τοῦ παντὸς κόσμου. ἔργον δὲ τοῦ υἱοῦ λέγει τὸν ὑετὸν ἀφ' οὗ καρποῦται πλησμονὴν ἡ γῆ. ἔργον δὲ τὴν ἐκ θαλάσσης ἀναγωγὴν τῶν ὑδάτων ἂν λέγοι. 178 Ps 103,17b Καὶ περὶ τοῦ ἐρῳδιοῦ δὲ λέγεται διὰ Ἱερεμίου Καί γε ὁ ἀρῳδιὸς ἐν τῷ οὐρανῷ ἔγνω τοὺς καιροὺς αὐτοῦ. 179 Ps 103,26b Καταπαίζειν δὲ αὐτοῦ λέγεται ὁ θεὸς τουτέστιν ἐν μηδενὶ τίθεσθαι τὴν πανουργίαν αὐτοῦ. πάντα γὰρ τὸν ἐναντιούμενον αὐτῷ γελᾷ θεὸς διὰ τὸ μάταιον καὶ παιδιὰν τίθεται διὰ τὸ εὐάλωτον, ὡς περὶ Αἰγυπτίων φησὶν Ὅσα ἐμπέπαιχα τοῖς Αἰγυπτίοις. 180 Ps 103,27.28 [Ἄλλοι δὲ περὶ τῆς χορηγουμένης τοῖς ζῴοις τροφῆς ἐξειλήφασι τὰ προκείμενα. ταύτης γὰρ παρούσης εὐθαλεῖ καὶ χαίρει, ἀπούσης δὲ ἐνδείᾳ πιέζεται καὶ συγχεῖται τῇ τῶν ἀναγκαίων ἐλλείψει.] 181 Ps 103,29.30 Τοῦτο ἔργον Χριστοῦ ὃς καί φησιν ἀνάστασιν εἶναι καὶ ζωὴν καὶ ἀναστήσειν πάντας ἐπήγγελται καί, ὅτε παρῆν, ἐζωοποίησεν οὓς ἐβούλετο, ὥστε τὰ λεγόμενα πατρὸς μέν ἐστιν ἀρχικῶς, υἱοῦ δὲ ἐξεργαστικῶς καὶ πνεύματος δὲ μετοχικῶς αὐτοῦ μετεχομένου καὶ οἷον ἐμβιβαζομένου δι' υἱοῦ εἰς τὴν ἁπάντων ζωὴν κατὰ τὸ Ζωοποιήσει τὰ θνητὰ σώματα ὑμῶν διὰ τοῦ ἐνοικοῦντος πνεύματος ἐν ὑμῖν. ζωοποιὸν μὲν οὗν τὸ πνεῦμα δι' ἧς ἐργάζεται ζωῆς, θεοποιὸν δὲ δι' ἧς ἐνδίδωσι μετοχῆς καὶ ὁμώνυμον αὐτῷ τὸ πνεῦμα ἀνθρώπινον κατὰ τὴν ὑπ' αὐτοῦ μόρφωσιν. 182 Ps 103,31 Αἰώνιος ἡ δόξα τοῦ φυλάσσοντος εἰς αἰῶνα τὰ ἔργα· καὶ ἐπείπερ αἰώνιος ἡ δόξα, αἰώνια τὰ δοξάζοντα. 183 Ps 103,32 Τὸ μέγεθος τῆς δόξης δηλοῦται τῷ τῆς κτίσεως φόβῳ, τὴν δ' ὑπόταξιν ὁ φόβος μηνύει. οὕτω τὸ θάλασσαν ὑποταχθῆναι φοβηθῆναί φησιν ὁ ψαλμός. τὸ γὰρ φοβούμενον ὑποτάσσεται· καὶ γῆς ὑπόταξις ὁ τρόμος τῆς ἐποπτείας τοῦ θεοῦ καὶ ὀρῶν καπνισμὸς οἷον καιομένων ὃ καὶ σωματικῶς ἐπὶ τοῦ Σινᾶ γινόμενον ὄρους ἑωρᾶτο. 184 Ps 103,33.34 Τοῦτο τῆς ζωῆς τὸ κέρδος, ἐπὶ τοῦτο καὶ ζῆν ἄξιον, διὰ τοῦτο δεινὸς ὁ θάνατος ὁ κατασιγάζων τὸν ὑμνητήν· ἀπώλειά τε ὁ θανάτος διότι Οὐκ ἔστιν ἐν τῷ θανάτῳ ὁ μνημονεύων σου, καὶ μόνη ὕπαρξις ἡ ζωὴ ὅτι Οἱ ζῶντές σε, φησίν, αἰνέσουσιν. ἐν γὰρ τῇ πρὸς τὸν ὄντα συναφείᾳ τὸ εἶναι ἔχομεν, καὶ ἡ διάστασις φθορά. Ἡδυνθείη αὐτῷ ἡ διαλογή μου, ἐγὼ δὲ εὐφρανθήσομαι ἐπὶ τῷ κυρίῳ· καὶ εὐχῆς δὲ ἄξιον, ἵνα τοῖς ὕμνοις ἡμῶν θεὸς εὐφράνηται, ἡμῖν δὲ πάντως εὐφροσύνη δι' ὑμνῶν. κἂν ᾖ δι' ὅλου τοῦτο ὥστε καὶ τὰς πράξεις ἁπάσας ἡμῶν ὕμνον εἶναι θεοῦ, εὐφρανθήσεται ἡμῖν θεὸς οἷσπερ ἐξ ἀρχῆς ηὐφραίνετο.

185 Ps 104,7 Οὐκ ἀγνοητέον, φησίν, ὅτι αὐτός ἐστι κύριος ὁ θεὸς ἡμῶν οὗ

πρόνοια τὸν σύμπαντα κόσμον θείοις κρίμασι διοικεῖ ὡς μηδὲν ἀκρίτως μηδὲ ἄνευ τῆς αὐτοῦ προνοίας γίγνεσθαι. 186 Ps 104,15α Χριστοὶ ἦσαν τὴν χρῖσιν λαβόντες τὴν διὰ πνεύματος ἀόρατον ἢ καὶ ὡς ἐκλεκτοὶ γενόμενοι. 187 Ps 104,27-36 Ἀδιαφόρως τῇ τάξει κέχρηται τῶν πληγῶν καὶ οὐδὲ πάσας καταλέγει, ὅτι, οἶμαι, τὸ δυνατὸν τοῦ

26