1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

26

καὶ ἐναντίως ἔχειν πρὸς τὴν περιστερὰν εἰς τὸ τῆς πολυγαμίας εὔκολον. 5.11.1 Μέχρι τούτου πυκναῖς ὁ ἀνὴρ ταῖς κατηγορίαις βαλλέσθω καὶ νιφάδων πυκνότερον αὐτὸν τιτρωσκέτω τὰ τῆς ἀγνωμοσύνης ἐγκλήματα. Ἂν δέ που μοιχείας αἰτίαν προβάληται καὶ τοιαύτην παράσχοι τοῦ χωρισμοῦ τὴν ἀπολογίαν, εὐθὺς τὴν συνηγορίαν μεταθήσομαι τοῦ ἀδικηθέντος καὶ τὸν λόγον κατὰ τῆς μοιχαλίδος παρασκευάσας ἀγαθὸς συνασπιστὴς ἀντὶ πολεμίου τῷ ἀνδρὶ παραστήσομαι, ἐπαινῶν τὸν φυγόντα τὴν ἐπίβουλον, τὸν διακόψαντα τὸν δεσμόν, ᾧ πρὸς τὴν ἀσπίδα ἢ τὴν ἔχιδναν προσεδέδετο. 5.11.2 Τούτῳ γὰρ δίδωσι τὴν συγγνώμην πρῶτος ὁ τοῦ παντὸς ποιητής, ὡς καὶ δικαίως ἀλγοῦντι καὶ προσηκόντως τῆς οἰκίας ἀπελαύνοντι καὶ τῆς ἑστίας τὴν νόσον. Γάμος γὰρ τούτων χάριν τῶν δύο συνίσταται, διαθέσεως καὶ παιδοποιΐας, ὧν οὐδέτερον μετὰ μοιχείας σώζεται. Ἡ μὲν γὰρ διάθεσις οὐκ ἔστιν πρὸς ἄλλον τῆς εὐνοίας ἀπο κλινάσης· παιδοποιΐας δὲ τὸ καλὸν ἀνῄρηται συγκεχυμένων τῶν τέκνων. 5.11.3 Ἀλλὰ τὰ μὲν εἰς τοῦτο φέροντα τὸ ἁμάρτημα εἴρηται ἐν ἄλλῃ ὑποθέσει συμμέτρως. Ἀμφότερα δέ μοι τὰ μέρη σωφροσύνην ἀσκήσατε, τὸν ἀρραγῆ τῶν γάμων σύνδεσμον. Ὅπου γὰρ αὕτη τιμᾶται, ἐπάναγκες εἶναι καὶ εἰρήνην καὶ πόθον, οὐδεμίας πανδήμου καὶ νόθου ἐπιθυμίας τὴν ψυχὴν ἐπιθηγούσης, ἐκβαλούσης δὲ τὴν νόμιμον καὶ δικαίαν στοργήν. 5.12.1 Οὗτος τῆς σωφροσύνης ὁ νόμος οὐ ταῖς γυναιξὶ μόνον παρὰ Θεοῦ ὥρισται, ἀλλὰ καὶ τοῖς ἀνδράσιν. Οἱ δὲ τοῖς τοῦ βίου τούτου νομοθέταις προσέχοντες ἀνεύθυνον καταλείπουσι τῆς πορνείας τοῖς ἀνδράσι τὴν ἐξουσίαν βαρεῖς μέν εἰσιν κριταὶ καὶ διδάσκαλοι τῆς τῶν γυναικῶν σεμνότητος, οἱ δ' ἐν πολλοῖς ἀνέδην ἐπιμαίνονται σώμασιν, ἄλλων ἰατροί, κατὰ τὴν παροιμίαν, μυρίοις βρύοντες ἕλκεσιν. 5.12.2 Κἄν τις αὐτῶν ἐπὶ ταῖς πλημμελείαις ταύταις καθάψηται, κεκομψευμένην καὶ παίζουσαν ἀπολογίαν προΐσχονται. Οἱ μὲν γὰρ ἄνδρες, φασί, κἂν πάνυ πολλαῖς γυναιξὶ πλησιάσωσιν, οὐδὲν τῇ ἑστίᾳ λυμαίνονται· αἱ δὲ γυναῖκες, ἐξ ὧν ἁμαρτάνουσι, κληρονόμους ἀλλοτρίους ταῖς οἰκίαις καὶ τοῖς γένεσιν ἐπεισάγουσιν. Ἀκουσάτωσαν δὲ οἱ τῆς ἐμπλήκτου γνώμης σοφισταὶ καὶ εὑρεταί, ὅτι καὶ αὐτοὶ ἄλλας ἑστίας καὶ οἰκίας ἀνατρέπουσιν. 5.12.3 Αἱ γὰρ γυναῖκες αἷς ὁμιλοῦσι, πάντως τινῶν εἰσιν ἢ θυγατέρες ἢ γαμεταί· καὶ παντὶ τρόπῳ εὑρεθήσεται ἢ γάμος ἐπιβουλευόμενος ἢ γονεὺς ἀδικού μενος, ὃς ἐγεννήσατο καὶ ἐξέθρεψε καὶ παρθένον ἕξειν ἐπὶ παστάδα καὶ θάλαμον ἤλπισε, ἀφῃρέθη δὲ πάσης χρηστῆς προσδοκίας παρὰ τῶν τῆς σωφροσύνης λῃστῶν. 5.12.4 Εἰ πατήρ ἐστιν ὁ ἀκόλαστος, γνωριζέτω πατρὸς πάθος ἀποτυγχάνοντος· εἰ ἀνήρ, ἑαυτὸν ὑποτυπωσάσθω τὸν ἀδικούμενον. Καὶ γὰρ ἐπίπαν οὕτως ἔχει καλῶς, ἕκαστον τοῖς ἀλλοτρίοις δικάζειν, ὡς ἂν ἄλλον ἑαυτῷ βούληται. Εἰ δέ τι καὶ τοῖς νόμοις Ῥωμαίων τινὲς προσέχοντες ἀνεύθυνον τὴν πορνείαν εἶναι νομίζουσι, δείνην πλανῶνται πλάνην οὐκ εἰδότες, ὡς ἄλλως Θεὸς νομοθετεῖ καὶ ἑτέρως ἄνθρωποι δογματίζουσιν. 5.12.5 Ἄκουσον Μωϋσέως τὸ βούλημα τοῦ Θεοῦ καταγγέλ λοντος καὶ πικρὰς τὰς κατὰ πόρνων ἀποφάσεις ἐκφέροντος. Ἄκουσον Παύλου λέγοντος· Πόρνους δὲ καὶ μοιχοὺς κρινεῖ ὁ Θεός. Οἱ δὲ ἄλλοι οὐκ ἀρκέσουσίν σοι πρὸς σωτηρίαν ἐν τῷ καιρῷ τῆς ἀντα ποδόσεως, ἀλλὰ τρέμοντες καὶ ἱδροῦντες ἐκτήξονται. Ἄσοφός σοι καὶ ἀπαίδευτος ὀφθήσεται ὁ Πλάτων, τῶν νόμων σοφιστής, ταπεινὸς δὲ ὁ βαρὺς τόνος ἐκεῖνος καὶ κατὰ πάντων νομοθετῶν ἀνῃρημένος τὸ κράτος, ὅταν βλέπωσιν τοὺς σωμεραστὰς διελκομένους, οἷς αὐτοὶ κακῶς ἐφῆκαν τὴν ἐξουσίαν. 5.12.6 Πάντως δὲ οἱ τοὺς ἄλλους μὴ κωλύσαντες εἰς ἑαυτοὺς πρῶτον τὴν ἁμαρτίαν ἐπέστρεψαν καὶ διπλῆς εὑρεθήσονται κατηγορίας ὑπαίτιοι, ἧς τε ἔπραξαν αὐτοὶ καὶ ἧς τοὺς ἄλλους ἀκολασταίνειν ἀφῆκαν. Οἱ τοίνυν βουλόμενοι κοσμίαις ὡς ἔνι μάλιστα γαμεταῖς συζῆν, αὐτοὶ τὸν ἴδιον τρόπον διδάσκαλον τῶν συνοίκων ποιησάτωσαν, ἵν' ἔχωσιν ἀγαθὸν ἀφ' ἑστίας τὸν ζῆλον.