26
ἐν χειρὶ Ζοροβάβελ. Ἑπτὰ οὗτοι ὀφθαλμοὶ Κυρίου εἰσὶν, οἱ ἐπιβλέποντες ἐπὶ πᾶσαν τὴν γῆν." Οἱ οὖν τὴν πᾶσαν κτίσιν ἐφορῶντες ἑπτὰ ὀφθαλμοὶ, οἱ προλεχθέντες παράδοξοι χρηματισμοὶ τοῦ ἁγίου Πνεύματός εἰσιν. Κασσιτέρινον δὲ λίθον εἶπεν, ἐπειδὴ ἐν τῷ κασσιτέρῳ τὰ πεπονθότα σκεύη, σιδηρᾶ τε καὶ χαλκᾶ, θεραπεύεται καὶ ἀναπληροῦται, καὶ ἑνωτικός ἐστιν ὁ κασσίτερος. Φασὶ δέ τινες, ὅτι σὺν τέχνῃ καὶ διακρίνει ἐν τῇ χώνῃ ἀπὸ τοῦ χρυσοῦ, ἢ ἀργύρου, ἢ χαλκοῦ τὸ δόκιμον καὶ ἀδόκιμον. Ἐγᾦμαι, ὡς καὶ τὸ ὑπὸ Σολομῶνος ὁμοίως ἐν ἀποῤῥήτῳ λεχθὲν, "Ἡ σοφία ᾠκοδόμησεν ἑαυτῇ οἶκον, καὶ ὑπήρεισε στύλους ἑπτὰ," παραδηλοῦν ἐφίεται τὸ τῇ Παρθένῳ εὐαγγελισθὲν ὑπὸ τοῦ Γαβριήλ· "Πνεῦμα ἅγιον ἐλεύσεται ἐπὶ σέ·" ὅπερ καὶ λειτουργεῖν αὐτῷ τοὺς ἀγγέλους δηλοῖ· καὶ ὡς τῶν ὅλων ὑποστάτης ἐστὶ, καὶ τὰς ζωὰς ἀῤῥήτῳ φωταγωγίᾳ περιλάμπει τὸ θεϊκὸν Πνεῦμα, σὺν τῷ Πατρὶ καὶ τῷ Υἱῷ, μετὰ ἀφράστου ἑνώσεως καὶ συμπνοίας. Ἀξιοῦσθαι οὖν αὐτοῦ τοὺς φωτιζομένους παιδεύων ἡμᾶς ὁ Ἀπόστολος, Γαλάταις ἐχάραξε γράμματα καὶ τοιάδε· "Τοῦτο μόνον θέλω μαθεῖν ἀφ' ὑμῶν· Ἐξ ἔργων νόμου τὸ Πνεῦμα ἐλάβετε, ἢ ἐξ ἀκοῆς πίστεως;" Ταῦτα καὶ ∆αυῒδ οὐ σιωπῇ παρατρέχει. Συνάπτων γὰρ προφανῶς τὴν φύσιν καὶ ὁμοφροσύνην τοῦ ἐκ φωτὸς φῶς γεννηθέντος Υἱοῦ, καὶ τοῦ ἀληθείᾳ ἐξ ἀληθείας ἐκπορευθέντος ἁγίου Πνεύματος, ψάλλει, ἐν μὲν μβʹ· "Ἐξαπόστειλον τὸ φῶς σου καὶ τὴν ἀλήθειάν σου·" ἐν δὲ ρμζʹ· "Ἐξαποστελεῖ τὸν Λόγον αὑτοῦ, καὶ τήξει αὐτά· πνεύσει τὸ Πνεῦμα αὑτοῦ, καὶ ῥυήσεται ὕδατα." Ὧ ἕπεται τὸ Παύλου ῥητόν· "Ἡμεῖς πάντες ἓν Πνεῦμα ἐποτίσθημεν." 39.708 Τί οὐ καὶ ἄλλο συνῳδόν τι καὶ λαμπρὸν ἐνδείξομαι, ὑπὸ ἐξηγητῇ Ζαχαρίᾳ τῷ ὑστάτῳ προφήτῃ, ἵν' ἔτι καὶ μᾶλλον θαυμάζωμεν; Αὐτοῖς δὲ ἀναμνήσω τοῖς ῥήμασιν αὐτοῦ, ἔχουσιν ὧδε· "Ἐν ταῖς ἡμέραις ἐκείναις ἐξελεύσεται ὕδωρ ζῶν ἐξ Ἱερουσαλήμ." Τὸ δὲ "ζῶν ὕδωρ," καὶ ἐκ τῆς ἄνω ἐκπορευόμενον Ἱερουσαλὴμ, ἄρα καὶ ζῶντας γεννᾷ. Εὕροιμεν δὲ ἂν πρὸς τοῖς μνημονευθεῖσι καὶ τὴν κολυμβήθραν τὴν ἐν Ἱερουσαλὴμ, ᾗ ὄνομα Ἑβραϊστὶ Βηθεσδὰ, ὁμολογουμένως εἰκόνα τοῦ βαπτίσματος, ἀλλ' οὐκ αὐτὴν τυγχάνουσαν τὴν ἀλήθειαν· ἡ γὰρ εἰκὼν πρὸς καιρὸν, ἡ δὲ ἀλήθεια εἰς αἰωνιότητα κρίνεται. ∆ιὸ καὶ ἅπαξ τοῦ ἐνιαυτοῦ ὑπὸ ἀγγέλου κινηθὲν τὸ ἐν αὐτῇ ὕδωρ, καὶ ἕνα μόνον τὸν πρῶτον κατιόντα, καὶ σωματικὸν πάθος, οὐχὶ δὲ καὶ ψυχικὸν ἐθεράπευεν Τὸ γὰρ αὐθεντικὸν βάπτισμα, μετὰ τὴν τοῦ Υἱοῦ καὶ τοῦ ἁγίου Πνεύματος ἐπιφάνειαν, καὶ καθ' ἑκάστην ἡμέραν, μᾶλλον δὲ ὥραν· ἀληθέστερον δὲ, ἀδιαλείπτως καὶ πάντας τοὺς κατιόντας, καὶ ἀπὸ πάσης ἁμαρτίας αἰωνίως ἐλευθεροῖ· καὶ τῶν πολλῶν καὶ διαφόρων, καὶ ἀνωμάλων, καὶ δυσλύτων διαθέσεων ψυχικῶν τε καὶ σωματικῶν ἡ ἴασις εὑρίσκεται μία, καὶ οὐδὲν καθοτιοῦν ἔτι παλαιὸν ἕπεται ἄλγημα τῶν ἐντὸς, ἢ τῶν ἐκτός. Πρὸς ἐπὶ τούτοις, πάντας ἐκ χάριτος ἀδελφοὺς πρωτοτόκους καὶ ἀρτιτόκους, καὶ αὐτοὺς τοὺς ἐξήλικας καὶ ἀφήλικας ἀναδείκνυσι· καὶ τούτοις αὐτοῖς, οἷς κατὰ νόμον κοσμικὸν τὰ γήϊνα χρήματα, διὰ τὸ ἀνασφαλὲς τῶν ἐτῶν, ἢ τῶν ὀλίγων, ἢ τῶν πολλῶν, οὐ καταπιστεύεται, ὁ θεῖος ἅπας ὄλβος ἀσφαλῶς παρακατατεθεὶς εὑρίσκεται· ὡς γεγηθότας ψάλλειν· "Κύριος ποιμαίνει με, καὶ οὐδέν με ὑστερήσει· εἰς τόπον χλόης, ἐκεῖ με κατεσκήνωσεν· ἐπὶ ὕδατος ἀναπαύσεως ἐξέθρεψέ με·" καὶ, "Ἡτοίμασας ἐνώπιόν μου τράπεζαν ἐξ ἐναντίας τῶν θλιβόντων με. Ἐλίπανας ἐν ἐλαίῳ τὴν 39.709 κεφαλήν μου, καὶ τὸ ποτήριόν σου μεθύσκον με ὡσεὶ κράτιστον." 39.712 Καὶ αὐτὸς δὲ ὁ ἄγγελος ὁ τὸ ὕδωρ ταράσσων, πρόδρομος ἦν τοῦ ἁγίου Πνεύματος· οὗτινος ἀγγέλου καθ' ὁμοιότητα Ἰωάννης ἄγγελός τε τοῦ Κυρίου ἐκλήθη, καὶ πρόδρομος ἐγένετο τοῦ ∆εσπότου, καὶ ἐν ὕδασιν ἐβάπτισεν. Καὶ τὸ χρίσμα δὲ, ὅπερ ἐχρίσθησαν Ἀαρών τε ὑπὸ Μωϋσέως, ἔτι μὴν καὶ πάντες οἱ ἀπὸ τοῦ ἱερατικοῦ κέρατος, οἱ ἐπικληθέντες ἀπὸ τοῦ χρίσματος χρηστοὶ, τύπον ἔφερε τοῦ ἡγιασμένου χρίσματος, οὗ λαμβάνομεν ἡμεῖς. Εἰ γὰρ καὶ σωματικῶς τοῦτο τρέχει,