1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

26

κτησάμενος χρονίσει τε ἐν τῇ θεωρίᾳ, καὶ οὐ φροντίσει τῶν ἐν οἴκῳ· ἐνδέδυται γὰρ θυμὸς μὲν πραΰτητα καὶ ταπεινοφροσύνην, ἐπιθυμία δὲ σωφροσύνην καὶ ἐγκράτειαν. Ἐκ βύσσου καὶ πορφυρᾶς ἑαυτῇ ἐνδύματα: Γῆς καὶ θαλάσσης οἱ λόγοι ἐνδύματά εἰσι ψυχῆς λογικῆς ἐκ βύσσου καὶ πορφυρᾶς. ἄλλος δέ τις ἐρεῖ τὴν θεωρίαν τῶν γεγονότων καὶ τὴν θεωρίαν τῆς ἁγίας τριάδος ἔνδυμα εἶναι νοῦ καθαροῦ ἐκ βύσσου καὶ πορφυρᾶς. Σινδόνας ἐποίησεν καὶ ἀπέδοτο, περιζώματα δὲ ̣ut cod. Alex.) τοῖς Χαναναίοις: Ἡ φανεῖσα σινδὼν ἐπὶ τοῦ δώματος Πέτρῳ σύμβολον ἦν τοῦ κόσμου τοῦ αἰσθητοῦ· τὰ γὰρ ἐν αὐτῇ περιεχόμενα ζῶα τὰ διάφορα ἤθη τῶν ἀνθρώπων ἐδήλου καθαρισθέντα τῷ σταυρῷ τοῦ Χριστοῦ. εἰ οὖν ἡ μία σινδὼν τὸν κόσμον τοῦτον ἐσήμαινεν, μήποτε αἱ πλείους σινδόνες τὴν περὶ διαφόρων κόσμων περιέχουσι θεωρίαν, ἣν ἡ καθαρὰ ψυχὴ θεωρήσασα καὶ ἄλλοις μετέδωκεν. εἰ δὲ οἱ Χαναναῖοι ταπεινοὶ ἑρμηνεύονται, καλῶς οὐ τοῖς ταπεινοῖς τὴν διάνοιαν ἀπέδοτο τὰς σινδόνας, ἀλλὰ καθαροῖς μὲν τὰς σινδόνας, τοῖς δὲ Χαναναίοις περιζώματα, ἅπερ πρακτικῆς ἐστὶ σύμβολα, τὸ παθητικὸν μέρος τῆς ψυχῆς περισφίγγοντα. Στεγναὶ διατριβαὶ οἴκων αὐτῆς: Εἰ ὁ διάβολος βασιλεύς ἐστι πάντων τῶν ἐν τοῖς ὕδασι καὶ δι' ἀνύδρων τόπων ἀνάπαυσιν οὐχ εὑρίσκει, καλῶς τῆς καθαρᾶς ψυχῆς στεγναὶ αἱ διατριβαὶ λέγονται εἶναι. Σῖτα δὲ ὀκνηρὰ οὐκ ἔφαγεν: Σῖτα ὀκνηρὰ τὰς κακίας εἶναί φασιν. Γυνὴ γὰρ συνετὴ εὐλογεῖται, φόβον δὲ κυρίου αὕτη αἰνείτω: Εἰ ἀρχὴ σοφίας φόβος κυρίου, δικαίως ἡ τυχοῦσα τῆς σοφίας ψυχὴ αἰνεῖ τὸν φόβον κυρίου, ὅστις γέγονεν αὐτῇ τῆς τοιαύτης γνώσεως πρόξενος. Μετελήφθησαν ἀφ' ὧν εὕρομεν ἑξαπλῶν. καὶ πάλιν αὐτὰ χειρὶ Πάμφιλος καὶ Εὐσέβιος διορθώσαντο.