26
σχολάζουσαν καὶ σεσαρωμένην εὑρὼν τὴν ψυχήν, ἐπεισέλθῃ μετὰ ἀδείας πολλῆς, ἀθύρωτον τὴν οἰκίαν εὑρών; Οὐ γὰρ ἔδει πάντας κοινῇ πηγὰς δακρύων ἀφιέναι κατὰ τὴν ὥραν ἐκείνην καὶ διαβρόχους ὁρᾶσθαι πάντων τοὺς ὀφθαλμοὺς καὶ θρήνους καὶ οἰμωγὰς γίνεσθαι παρὰ τῆς Ἐκκλησίας ἁπάσης; Μετὰ τὴν κοινωνίαν τῶν μυστηρίων, μετὰ τὴν ἀπόλαυσιν τοῦ λουτροῦ, μετὰ τὸ συντάξασθαι τῷ Χριστῷ, ἴσχυσεν ὁ λύκος ἐκεῖνος ἁρπάσαι ἐκ τῆς ποίμνης τοὺς ἄρνας καὶ κατέχειν μεθ' ἑαυτοῦ, καὶ σὺ ὁρῶν τὴν συμφορὰν οὐ δακρύεις; καὶ ποῦ ταῦτα ἀπολογίας ἄξια; Οὐ θέλεις συναλγῆσαι τῷ ἀδελφῷ; κἂν ὑπὲρ σαυτοῦ δεῖσον καὶ διανάστηθι. Εἰ τὴν τοῦ γείτονος οἰκίαν εἶδες ἐμπυριζομένην, εἰπέ μοι, εἰ καὶ πάντων πολεμιώτατος ἦν ὁ γείτων, οὐκ ἂν ἔδραμες ἐπὶ τῷ σβέσαι τὴν πυράν, δεδοικὼς μὴ τὸ πῦρ ὁδῷ βαδίζον καὶ τῶν σῶν ἅψηται προθύρων; Τοῦτο καὶ ἐπὶ τῶν δαιμονώντων λογίζου· καὶ γὰρ πυρά τίς ἐστι καὶ ἐμπρησμὸς χαλεπὸς τῶν δαιμόνων ἡ ἐνέργεια. Σκόπει δή μοι μὴ καὶ τὴν σὴν προκαταλάβῃ ψυχὴν ὁδῷ βαδίζων ὁ δαίμων, καὶ ὅταν ἴδῃς παρόντα, μετὰ πολλῆς τῆς σπουδῆς πρόσφυγε τῷ ∆εσπότῃ, ἵνα ἰδών σου τὴν θερμὴν καὶ διεγηγερμένην ψυχὴν ὁ δαίμων, ἄβατον αὐτῷ νομίσῃ λοιπὸν εἶναι τὴν διάνοιαν τὴν σήν. Ἂν μὲν γὰρ ἴδῃ χασμώμενον καὶ ῥᾳθυμοῦντα, ὡς εἰς ἔρημον καταγώγιον ταχέως ἐπεισελεύσεται· ἂν δὲ συντεταμένον καὶ διεγηγερμένον καὶ τῶν οὐρανῶν αὐτῶν ἐκκρεμάμενον, οὐδὲ ἀντιβλέψαι τολμήσει λοιπόν. Ὥστε εἰ καὶ τῶν ἀδελφῶν καταφρονεῖς, ἀλλὰ σαυτοῦ φεῖσαι γοῦν καὶ τὴν κατὰ τῆς σῆς ψυχῆς εἴσοδον ἀπόφραξον τῷ πονηρῷ δαίμονι. Οὐδὲν δὲ οὕτως αὐτοῦ τὴν καθ' ἡμῶν ἔφοδον ἀποτειχίζειν ἴωθεν, ὡς εὐχὴ καὶ δέησις ἐκτενής. Καὶ γὰρ αὐτὸ τοῦτο τὸ παρακελεύεσθαι τὸν διάκονον ἅπασι καὶ λέγειν· «Ὀρθοὶ στῶμεν καλῶς», οὐχ ἁπλῶς οὐδὲ εἰκῇ νενομοθέτηται, ἀλλ' ἵνα τοὺς χαμαὶ συρομένους λογισμοὺς ἀνορθώσωμεν, ἵνα τὴν ἔκλυσιν τὴν ἐκ τῶν βιωτικῶν ἡμῖν γινομένην πραγμάτων ἐκβαλόντες, ὀρθὴν ἔμπροσθεν τοῦ Θεοῦ ἀναστῆσαι δυνηθῶμεν ἡμῶν τὴν ψυχήν. Καὶ ὅτι τοῦτό ἐστιν ἀληθὲς καὶ οὐχὶ πρὸς τὸ σῶμα, ἀλλὰ πρὸς τὴν ψυχὴν ὁ λόγος ἀποτείνεται, ταύτην κελεύων ἀνορθοῦν, ἀκούσωμεν καὶ Παύλου τοῦτον τὸν τρόπον ταύτῃ κεχρημένου τῇ λέξει. Πρὸς γὰρ ἀνθρώπους καταπεπτωκότας καὶ πρὸς τὴν τῶν δεινῶν ἐπαγωγὴν ἀπαγορεύσαντας γράφων ἔλεγε· «Τὰς παρειμένας χεῖρας καὶ τὰ παραλελυμένα γόνατα ἀνορθώσατε.» Τί οὖν ἂν εἴποιμεν; ὅτι περὶ χειρῶν καὶ γονάτων λέγει τῶν τοῦ σώματος; Οὐδαμῶς· οὐ γὰρ δρομεῦσιν ἀνθρώποις, οὐδὲ παγκρατιασταῖς διαλέγεται, ἀλλὰ τὴν ἰσχὺν τῶν ἔνδον λογισμῶν προκαταβεβλημένην ὑπὸ τῶν πειρασμῶν ἀναστῆσαι διὰ τῶν ῥημάτων τούτων παρῄνεσεν. Ἐννόησον τίνος πλησίον ἕστηκας, μετὰ τίνων μέλλεις καλεῖν τὸν Θεόν, μετὰ τῶν Χερουβίμ· ἀναλόγισαί σου τοὺς συγχορευτὰς καὶ ἀρκέσει σοι τοῦτο εἰς νῆψιν, ὅταν ἐνθυμηθῇς ὅτι σῶμα περικείμενος καὶ σαρκὶ συμπεπλεγμένος, μετὰ τῶν ἀσωμάτων δυνάμεων κατηξιώθης ἀνυμνεῖν τὸν κοινὸν ∆εσπότην ἁπάντων. Μηδεὶς τοίνυν διαλελυμένος τὴν προθυμίαν τῶν ἱερῶν κοινωνείτω καὶ μυστικῶν ὕμνων ἐκείνων· μηδεὶς βιωτικοὺς κατ' ἐκεῖνον τὸν καιρὸν ἐχέτω λογισμούς, ἀλλὰ πάντα τὰ γήϊνα τῆς διανοίας ἐξορίσας καὶ πρὸς τὸν οὐρανὸν ὅλον ἑαυτὸν μεταθείς, ὡς αὐτοῦ πλησίον ἑστὼς τοῦ θρόνου τῆς δόξης καὶ μετὰ τῶν Σεραφὶμ ἱπτάμενος, οὕτω τὸν πανάγιον ὕμνον ἀναφερέτω τῷ τῆς δόξης καὶ τῆς μεγαλωσύνης Θεῷ. ∆ιὰ τοῦτο καὶ ἑστάναι καλῶς κατ' ἐκεῖνον τὸν καιρὸν κελευόμεθα. Τὸ γὰρ καλῶς ἑστάναι οὐδὲν ἕτερόν ἐστιν ἀλλ' ἢ τὸ οὕτως ἑστάναι, ὡς προσῆκόν ἐστιν ἄνθρωπον ὄντα ἔμπροσθεν ἑστάναι τοῦ Θεοῦ, μετὰ φρίκης καὶ τρόμου, μετὰ νηφούσης καὶ διεγηγερμένης ψυχῆς. Ὅτι γὰρ πρὸς τὴν ψυχὴν καὶ αὐτὴ ἡ λέξις ἀποτείνεται, καὶ αὐτὸ τοῦτο πάλιν ὁ Παῦλος ἐδήλωσε λέγων· «Οὕτω στήκετε ἐν Κυρίῳ, ἀγαπητοί.» Καθάπερ γὰρ ὁ τοξότης, ἐὰν εὔστοχα ἀφιέναι μέλλῃ τὰ βέλη, πρότερον τῆς στάσεως ἐπιμελεῖται τῆς ἑαυτοῦ καὶ καταντικρὺ τοῦ σκοποῦ μετὰ ἀκριβείας ἑαυτὸν στήσας