1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

26

δῃώσουσι τὴν γῆν. Τὸ δὲ, τοὺς ἄρτους ὑμῶν, ἀντὶ τοῦ, καὶ τὰ ἀπόθετα ἀναλώσουσιν. Καὶ ἔσται ὅταν εἴπητε, Τίνος ἕνεκεν. Καὶ γὰρ καὶ τοῦτο ἀναισθησίας πολλῆς, μετὰ τὸ παθεῖν λέγειν· Ἕνεκεν τίνος ἐποίησεν; Ἀλλ' ὅμως τότε καιρὸν ὁ λόγος ἕξει. ∆ιὰ τοῦτό φησιν· Ἵνα δουλεύσητε ἐν γῇ οὐχ ὑμετέρᾳ ἀλλοτρίοις θεοῖς, τοῦτο ἀπειλεῖ πάλιν. Ἀναγγείλατε ταῦτα εἰς οἶκον Ἰακώβ. Πάλιν ἀναμιμνήσκει τῶν προγόνων, ἵνα κἂν οὕτως ἐντραπῶσι. Πάλιν τὸν πατριάρχην ἐκεῖνον, καὶ θαυμαστὸν ἄνδρα, καὶ μέγαν εἰς μέσον παράγει, τὸν οἶκον Ἰακὼβ, καὶ τὸν οἶκον Ἰούδα λέγων, 64.816 ἵνα μάθῃς ὅση τοῦ Θεοῦ ἡ δύναμις· πῶς δι' ἑνὸς φυλάρχου ἄλλ. φιλάρχου πόλεις ὁλοκλήρους, καὶ δήμους, καὶ ἔθνη συνεστήσατο. Ἀκούσατε δὴ ταῦτα, λαός. Τίνος ἕνεκεν ὑβριστικῶς προσάγει τὸν λόγον; διαναστῆσαι βούλεται πεπτωκότας διὰ τῆς ὕβρεως· οὐδὲν ταύτης τῆς τιμωρίας χεῖρον, τοῦ, τὸν Θεὸν ἀγνοεῖν. Ὀφθαλμοὶ αὐτοῖς, καὶ οὐ βλέπουσιν· ὦτα αὐτοῖς, καὶ οὐκ ἀκούουσιν. Ταύτας δὲ μόνον λέγει τὰς αἰσθήσεις, αἳ μάλιστα τῶν ἄλλων πρὸς θεογνωσίαν ἄγουσιν, ὧν μάλιστα δεόμεθα. Μὴ ἐμὲ οὐ φοβηθήσεσθε, λέγει Κύριος, τὸν τάξαντα ἄμμον ὅριον τῇ θαλάσσῃ; Οὐκ εἶπεν· Ἐγὼ τὴν θάλασσαν ἐποίησα, ἀλλ', Ἐγὼ, φησὶν, ἐχαλίνωσα. Οὐ γὰρ δὴ μόνον ἀπὸ τῆς δημιουργίας φαίνεσθαι βούλεται, ἀλλὰ καὶ ἀπὸ τῆς διατυπώσεως. Οὐκ ἔστιν εἰπεῖν, φησὶν, ὅτι μηδεμίαν πάσχουσα βίαν, οὕτως ἠρεμεῖ, καὶ ὑποτάσσεται· ἀλλὰ καὶ πολλῆς αὐτὴν ἀνάγκης πρὸς τὰ ἔξω ὠθούσης, καὶ βίαν ὑπομενούσης τὴν ἐσχάτην, ὥστε ἐξαντληθῆναι, ἐμμένει φέρουσα τὴν βίαν, ὥστε μὴ ὑπερβῆναι τὸ πρόσταγμα τοῦ Θεοῦ. Ἀλλ' ἴσως πρὸς τοῦτο εἴποι τις ἂν, ὅτι Ταῦτα φύσει καὶ νόμῳ διατέτακται· ἐγὼ δὲ ἔχω τὴν ἐφ' ἑκάτερα ῥοπὴν, ὡς εἰ θέλω μένω ἐπὶ τοῦ κρείττονος. Τί γὰρ ἐρεῖς; ὅτι πνεῦμα καὶ ἐπιθυμίαι πονηραὶ τὴν ψυχὴν ἐξωθοῦσιν; ἀλλ' ἀντίστησον αὐτοῖς τὸ πρόσταγμα τοῦ Θεοῦ. Ἀσθενὴς ἡ φύσις; καὶ γὰρ ἡ ψάμμος, ἀλλ' ὑπερισχυρὰ αὐτὴ γίνεται νόμῳ θείῳ. Οὕτω καὶ σὺ φόβῳ Θεοῦ. Οὐδὲν οὕτως ἀσθενὲς, οὐδὲν οὕτως ἀδύνατον, ὃ μὴ τὰ ὑπὲρ οἰκείαν ἐπιδείκνυται φύσιν διὰ τὸν φόβον τοῦ Θεοῦ. Καὶ μεθ' ἕτερα· ∆ιατί μὴ ἤγαγεν ἕτερον στοιχεῖον εἰς ὑπόδειγμα, ἀλλ' ἢ τὴν θάλασσαν; ἐπεὶ περὶ πολέμου καὶ μάχης ὁ λόγος ἦν αὐτῷ, καὶ στρατιωτῶν ἐφόδου, νεφέλης δίκην, καὶ πελάγους ἐπέχειν μελλόντων τὴν πόλιν πᾶσαν. ∆εῖξαι τοίνυν βουλόμενος, ὡς οὐκ ἐξ οἰκείας ἰσχύος, οὐδὲ δυνάμεως, ἀλλ' ἐκ τῆς αὐτοῦ συγχωρήσεως ὁ πόλεμος γίνεται, τὴν θάλασσαν εἰς μέσον παράγει· δεικνὺς, ὅτι ὁ τοιοῦτο στοιχεῖον, μέγα, καὶ ὑπέρογκον, καὶ τῇ βίᾳ ἀφόρητον, μαινόμενον, καὶ ἀγριαῖνον, ψάμμῳ λεπτῇ διὰ παντὸς χαλινῶσαι δυνάμενος, πολλῷ μᾶλλον ἰσχύσει ἐπισχεῖν τοὺς πολεμίους τοὺς ὑμετέρους, ὥστε μήτε παραγενέσθαι, μήτε λυμήνασθαί τι τῶν ὑμετέρων. Καὶ οὐκ εἶπον· Τὸν διδόντα ἡμῖν ὑετόν. Ἔστω. Οὐκ ἐβούλεσθε δι' ἐμέ· διὰ τὰ παρ' ἐμοῦ οὐκ ἔδει, οὐ διὰ τὸ δοῦναι μόνον ὑετὸν, ἀλλὰ καὶ τὸ κατὰ καιρόν; Ἐκεῖνο γὰρ ἐπιδείξεως ἦν μόνον, ὅτι δύναμαι ὕειν. Τοῦτο δὲ προνοίας μεγάλης καὶ φιλοστοργίας. Κατὰ τὸν καιρὸν πληρώσεως προστάγματος θερισμοῦ. Ἀσαφῶς τοῦτο εἴρηται· ὃ δὲ λέγει τοιοῦτόν ἐστιν· Ἄρτι, φησὶν, ἐκ τῆς ἅλω συλλέξαντες τὰ γεννήματα τῆς γῆς, καὶ πλήρη τὰ ταμεῖα ἔχοντες, ἀπολαύομεν 64.817 ὑετῶν. Οὐ γὰρ μένει, δαπανηθέντων αὐτῶν τότε δοῦναι· ἀλλ' ὁμοῦ τε ὁ θερισμὸς ἐπαύσατο, καὶ οὐδὲ ἀρχὴν εἰς ἀνάλωσιν τῶν ἐναποτεθέντων ἐβάλομεν, καὶ μήπω τῶν προτέρων ἀναλωμένων, κάτεισιν ὑετὸς, κελεύων ἕτερα καταβάλλειν. Ἐπειδὴ γὰρ μικρόψυχος ἡ ἀνθρωπίνη φύσις, καὶ βραχυμέριμνος, καὶ οὐχὶ μόνον ἐν ἐνδείᾳ, ἀλλὰ καὶ ἐν ἀφθονίᾳ τρέμει, καὶ δέδοικε τὸ μέλλον· τοῦτο ἰώμενος τὸ νόσημα ὁ Θεὸς, πλήρη κατάγει ἡμῖν τὸν ὑετὸν, ἵνα τὸν ὑπὲρ τῆς μελλούσης ἀναλώσεως τῶν ἀποτεθέντων φόβον αἱ τῶν νέων ἐλπίδες ἐκβάλωσι. Τοῦτο οὖν ᾐνίξατο, Κατὰ καιρὸν πληρώσεως προστάγματος θερισμοῦ· θερισμοῦ ἐναποτιθεμένων τῶν καρπῶν