1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

26

γάρ ἐστιν ἐν τῷ οἴκῳ μου ἄρτος, οὐδὲ ἱμάτιον. Οὐκ ἔσομαι ἀρχηγὸς τοῦ λαοῦ τούτου. Ἐνταῦθά μοι δοκεῖ ἢ πολιορκίαν τινὰ χαλεπωτάτην αἰνίττεσθαι, εἰς τὴν ἐσχάτην στενοχωρίαν αὐτοὺς κατενεγκοῦσαν, ἢ χωρὶς πολιορκίας λιμόν τινα ἀφόρητον καὶ πολλὴν τῶν ἀναγκαίων σπάνιν. Κέχρηται δὲ κοινῇ συνηθείᾳ· καὶ ὥσπερ πολλοί φασιν, εἰ συνέβη τὴν πόλιν ἅπασαν ὀβολοῦ πωλεῖσθαι, οὐκ ἂν σχοίην αὐτὴν πρίασθαι, τὴν ἐσχάτην πενίαν ἐνδεικνύμενοι· οὕτω καὶ ὁ προφήτης φησίν, ὅτι εἰ ἱματίου ἑνὸς καὶ ἄρτου μόνου γένοιντ' ἂν αἱ ἀρχαὶ ὠνηταί, οὐδεὶς ἔσται ὁ ὠνούμενος· τοσαύτη σπάνις ἔσται τῶν ἀναγκαίων. Ὅτι ἀνεῖται Ἱερουσαλήμ· τουτέστιν ἐγκαταλέλειπται, ἠρήμωται, τῆς τοῦ Θεοῦ προνοίας γεγύμνωται. Καὶ ἡ Ἰουδαία συμπέπτωκε· ταραχῆς, φησίν, ἐμπέπλησται καὶ θορύβου, συγχύσεως καὶ ἀταξίας. Καὶ αἱ γλῶσσαι αὐτῶν μετὰ ἀνομίας τὰ πρὸς τὸν Κύριον ἀπειθοῦσιν. Εἶτα καὶ ἡ αἰτία τῶν κακῶν, τῆς γλώττης ἡ ἀκρασία. Ὃ καὶ Ὠσηὲ ἐγκαλεῖ λέγων· Ἐφραῒμ εἰςἀφανισμὸν ἐγένοντο ἐν ἡμέραις ἐλέγχου· ἐν ταῖς φυλαῖς τοῦ Ἰσραὴλ ἔδειξα πιστά· καὶ ὁ Μαλαχίας τὰ αὐτὰ πάλιν λέγων· Οἱ παροξύνοντες τὸν Θεὸν ἐν τοῖς λόγοις ὑμῶν· καὶ εἴπατε· ἐν τίνι παρωξύναμεν αὐτόν; Ἐν τῷ λέγειν ὑμᾶς· πᾶς ποιῶν πονηρὸν καλὸν ἐνώπιον Κυρίου καὶ ἐν αὐτοῖς αὐτὸς εὐδόκησε. Καὶ ποῦ ἔστιν ὁ Θεὸς τῆς δικαιοσύνης; Τοῦτο δὴ καὶ αὐτὸς αἰτιᾶται, διπλοῦν προφέρων ἔγκλημα, ὅτι οὐ μόνον ἀπειθοῦσιν, οὐδὲ οὐ μόνον παραβαίνουσι τὸν νόμον, ἀλλ' ὅτι ὀφείλοντες γοῦν αἰσχύνεσθαι ἐπὶ τούτῳ καὶ ἐρυθριᾷν, ἐγκαλύπτεσθαι καὶ κάτω κύπτειν, οἱ δὲ καὶ ἐπαγωνίζονται τοῖς προτέροις, μετὰ τοῦ μὴ ποιεῖν τὰ ἐπιτεταγμένα καὶ φορτικὰ φθεγγόμενοι ῥήματα· Ὡσανεὶ οἰκέτης τις ἀγνώμων ἐγκατα λιμπάνων τὰ ἐπιτάγματα τοῦ δεσπότου, ἔτι καὶ θρασύνοιτο. ∆ιὸ νῦν ἐταπεινώθη ἡ δόξα αὐτῶν, καὶ ἡ αἰσχύνη τοῦ προσώπου αὐτῶν ἀντέστη αὐτοῖς. Πάλιν τὰ μέλλοντα ὡς παρεληλυθότα λέγει, τῷ συνήθει κεχρημένος νόμῳ τῆς προφητείας. Ταπείνωσιν δὲ δόξης τὴν αἰχμαλωσίαν καλεῖ. Οὐ γὰρ τῆς τυχούσης αἰσχύνης ἦν, τοὺς ἐν τάξει τῶν βασιλευόντων τῆς οἰκουμένης ὄντας, τούτους ἀνθρώποις βεβήλοις καὶ βαρβάροις ὑποτετάχθαι. Αἰσχύνην δὲ προσώπου ἐνταῦθα τὴν ἀπὸ τῆς ἁμαρτίας ἐγγινομένην φησί. Τοιοῦτος γὰρ ἦν αὐτῶν ὁ βίος. Ἐπεὶ οὖν προλαβόντες ἑαυτοὺς κατῄσχυναν, δι' ὧν ἔπραττον, διὰ δὴ τοῦτο ὁ Θεὸς τῆς δόξης αὐτοὺς ἐξέβαλεν, ἐλάττονι παραδιδοὺς τιμωρίᾳ τῆς ὑπ' αὐτῶν ἐπενεχθείσης αὐτοῖς. Οὐ γὰρ οὕτως ἦσαν ἐπονείδιστοι τὴν ἀλλοτρίαν οἰκοῦντες, ὡς ὅτε τὴν μητρόπολιν ἔχοντες παρηνόμουν. Τότε μὲν γὰρ καὶ ἐνεκόπτετο αὐτοῖς τὰ τῆς κακίας· ἐπὶ δὲ τῆς πατρίδος καὶ πρὸς τὸ μεῖζον ᾔρετο. Μέγα τοίνυν αὐτοὺς ὁ προφήτης ἐπαίδευε δόγμα, πανταχοῦ πείθων πρὸ τῆς κολάσεως τὴν πονηρίαν φεύγειν καὶ ἐγκαλύπτεσθαι καὶ αἰσχύνεσθαι· οὐχ ὅταν βάρβαροι λαβόντες δούλους ἀπαγάγωσιν, ἀλλ' ὅταν ἡ τῆς ἁμαρτίας τυραννὶς αἰχμαλώτους ἔχῃ. Τὴν δὲ ἁμαρτίαν αὐτῶν, ὡς Σοδόμων, ἀνήγγειλαν καὶ ἐνεφάνισαν. Ὃ πολλάκις εἶπον, λέγω καὶ νῦν· ὅτι δεικνὺς τοῦ Θεοῦ τὴν φιλανθρωπίαν ὁ προφήτης, οὐχ ἃ μέλλουσι πάσχειν προλέγει, ἀλλὰ καὶ ἃ παθεῖν ἦσαν ἄξιοι. Τὰ μὲν γὰρ ἡμαρτημένα αὐτοῖς ἴσα Σοδόμοις ἦν, τὰ δὲ τῆς τιμωρίας καταδεέστερα. Οὐ γὰρ προρρίζους αὐτοὺς ἀνήρπασεν, οὐδὲ ἐκ βάθρων τὴν πόλιν ἀνέσπασεν, οὐδὲ τὰ λείψανα τοῦ γένους ἠφανίσεν. Τὸ δὲ Ἀνήγγειλαν καὶ ἐνεφάνισαν, ἀνθρωπινώτερον εἴρηται. Οὐ γὰρ τότε μανθάνει ὁ Θεὸς τὰ γεγενημένα ὅταν γένηται (πῶς γάρ, ὁ πάντα εἰδὼς πρὶν γενέσεως αὐτῶν;), ἀλλ' ἵνα δείξῃ τὸ μέγεθος τῆς σφοδρότητος οὕτως εἶπεν.

3.5 Ὥσπερ γὰρ ἀλλαχοῦ φησιν· Ἀνέβη ἡ κραυγὴ τῆς κακίας αὐτῶν πρός με, οὐχὶ τὸν Θεὸν ἀποικίζων που πόρρω καὶ εἰς τὸν οὐρανὸν περικλείων, ταῦτά φησιν, ἀλλὰ τὸ μέγεθος τῆς ἁμαρτίας δηλῶν· οὕτω δὴ καὶ ἐνταῦθα, τὸ Ἀνήγγειλαν, τὴν ὑπερβολὴν τῆς πονηρίας ἐνδεικνύμενος λέγει. Ἐπειδὴ γὰρ τὰ μὲν καταδεέστερα τῶν ἁμαρτημάτων καὶ λαθεῖν δύναιτ' ἄν· τὰ δὲ ὑπερβάλλοντα καὶ μεγάλα πᾶσίν ἐστι γνώριμα καὶ καταφανῆ, κἂν μηδεὶς ὁ κατηγορῶν ᾖ, μηδὲ ἐλέγχων. Αὐτὰ γὰρ ἑαυτὰ