1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

26

φησὶν, εὐλογοῦμεν, διωκόμενοι ἀνεχόμεθα, βλασφημούμενοι παρακαλοῦμεν. Ἄκουε τοῦ Στεφάνου λέγοντος, Κύριε, μὴ στήσῃς αὐτοῖς τὴν ἁμαρτίαν ταύτην. Οὐ μόνον οὐ κατηύχετο, ἀλλὰ καὶ ὑπερηύχετο· σὺ δὲ οὐ μόνον οὐχ ὑπερηύξω, ἀλλὰ καὶ κατηύξω. Ὥσπερ οὖν θαυμάσιος ἐκεῖνος, οὕτω σὺ κάκιστος. Τίνα θαυμάζομεν, εἰπέ μοι; τοὺς ὑπὲρ ὧν ηὔξατο, ἢ τὸν ὑπερευχόμενον; Τοῦτον δηλονότι· εἰ δὲ ἡμεῖς, πολλῷ μᾶλλον ὁ Θεός. Βούλει πλήττεσθαι τὸν ἐχθρόν; εὖξαι ὑπὲρ αὐτοῦ, ἀλλὰ μὴ τοιαύτῃ διανοίᾳ, μὴ ὡς πλήττων· τοῦτο μὲν γὰρ γίνεται, σὺ δὲ μὴ τούτῳ ποίει τῷ σκοπῷ. Καίτοι ὁ μακάριος ἐκεῖνος ἀδίκως πάντα ἔπασχε, καὶ ὑπερηύχετο· ἡμεῖς δὲ πολλὰ καὶ δικαίως πάσχομεν παρὰ τῶν ἐχθρῶν. Εἰ δὲ ὁ ἀδίκως παθὼν οὐκ ἐτόλμησε μὴ ὑπερεύξασθαι, οἱ δίκαια πάσχοντες, καὶ μὴ μόνον οὐχ ὑπερευχόμενοι, ἀλλὰ καὶ κατευχόμενοι, τίνος οὐκ ἐσμὲν ἄξιοι τιμωρίας; ∆οκεῖς μὲν ἐκείνῳ διδόναι τὴν πληγὴν, τὸ δὲ ἀληθὲς κατὰ σαυτοῦ τὸ ξίφος ὠθεῖς, οὐκ ἀφιεὶς τὸν δικαστὴν ἐν τοῖς σοῖς ἁμαρτήμασι γενέσθαι ἥμερον, δι' ὧν αὐτὸν κατὰ ἑτέρων παροξύνεις. Ὧ γὰρ μέτρῳ μετρεῖτε, ἀντιμετρηθήσεται ὑμῖν, φησὶ, καὶ ᾧ κρίματι κρίνετε, κριθήσεσθε. Γενώμεθα τοίνυν συγγνωμονικοὶ, ἵνα τοιούτου τύχωμεν τοῦ Θεοῦ. γʹ. Ταῦτα οὐκ ἀκούειν ὑμᾶς μόνον βούλομαι, ἀλλὰ καὶ φυλάττειν. Νῦν δὲ μέχρι ῥημάτων ἡ μνήμη μόνον, τάχα δὲ οὐδὲ μέχρι τούτων· ἀλλὰ διαλυθέντων ἡμῶν, ἂν ἐρωτήσῃ τις τῶν μὴ παραγεγονότων, τί διελέχθημεν, οἱ μὲν οὐδὲ ἐροῦσιν, οἱ δὲ εἰδότες ἐροῦσι τὴν ὑπόθεσιν, εἰς ἣν εἰρήκαμεν μόνον, ὅτι ὡμίλησεν εἰς τὸ μὴ δεῖν μνησικακεῖν, ἀλλὰ καὶ ὑπερεύχεσθαι, εἶτα ἀφέντες εἰπεῖν τὰ λεχθέντα πάντα (οὐ γὰρ οἷόν τε μεμνῆσθαι), οἱ δὲ μικρῶν μέμνηνται, ἀλλ' ἐνίων. ∆ιὸ παρακαλῶ, εἰ μηδὲν κερδαίνετε ἐκ τῶν λεγομένων, μηδὲ προσέχειν τῇ ἀκροάσει. Τί γὰρ τὸ ὄφελος; μεῖζον τὸ κρῖμα γίνεται, χαλεπωτέρα ἡ τιμωρία, ὅτι μετὰ μυρίας παραινέσεις τοῖς αὐτοῖς ἐπιμένομεν. ∆ιὰ τοῦτο εὐχὴν ἡμῖν ὥρισεν ὁ Θεὸς, ἵνα μηδὲν βιωτικὸν μηδὲ ἀνθρώπινον αἰτῶμεν. Ἴστε δὴ οἱ πιστοὶ τίνα δεῖ εὔχεσθαι, πῶς πᾶσα κοινή ἐστιν ἡ εὐχή. Ἀλλ' οὐκ εἴρηται, φησὶν, ὑπὲρ τῶν ἀπίστων εὔχεσθαι ἐκεῖ. Ἐπειδὴ μὴ ἴστε τῆς εὐχῆς τὴν δύναμιν, μηδὲ τὸ βάθος καὶ τὸν θησαυρὸν αὐτῆς ἐπιγινώσκετε· εἰ γάρ τις αὐτὴν ἀναπτύξειεν, εὑρήσει καὶ τοῦτο κείμενον ἐν αὐτῇ. Ὅταν γὰρ λέγῃ ὁ εὐχόμενος, Γενηθήτω τὸ θέλημά σου ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς, οὐδὲν ἄλλο ἢ τοῦτο αἰνίττεται. Πῶς; Ὅτι ἐν οὐρανῷ οὐδεὶς ἄπιστος, οὐδεὶς προσκρούων. Εἰ τοίνυν περὶ τῶν πιστῶν μόνων ἦν, οὐκ εἶχε λόγον τὸ λεγόμενον. Εἰ γὰρ οἱ πιστοὶ ἔμελλον τὸ θέλημα αὐτοῦ ποιεῖν, οἱ δὲ ἄπιστοι οὐχὶ, οὐκέτι ὡς ἐν οὐρανῷ τὸ θέλημα αὐτοῦ ἦν, ἀλλὰ τί; Ὥσπερ ἐν οὐρανῷ, φησὶν, οὐδεὶς πονηρὸς, οὕτω μηδὲ ἐπὶ τῆς γῆς ἔστω· ἀλλὰ πάντας, φησὶν, εἰς τὸν φόβον ἕλκυσον τὸν σαυτοῦ, πάντας ἀγγέλους ποίησον τοὺς ἀνθρώπους, κἂν ἐχθροὶ ἡμῶν ὦσι, κἂν πολέμιοι. Οὐχ ὁρᾷς πόσα καθ' ἑκάστην ἡμέραν ὁ Θεὸς βλασφημεῖται; πόσα ὑβρίζεται καὶ παρὰ τῶν ἀπίστων, καὶ παρὰ τῶν πιστῶν; καὶ διὰ ῥημάτων, καὶ διὰ πραγμάτων; Τί οὖν; ἔσβεσε διὰ τοῦτο τὸν ἥλιον; ἐκοίμισε τὴν σελήνην; κατέῤῥαξε τὸν οὐρανόν; ἀνετάραξε τὴν γῆν; ἐξήρανε τὴν θάλασσαν; ἠφάνισε τῶν ὑδάτων τὰς πηγάς; συνέχεε τὸν ἀέρα; Οὐδαμῶς, ἀλλὰ πᾶν τοὐναντίον· ἀνατέλλει τὸν ἥλιον, βρέχει τὸν ὑετὸν, δίδωσι καρποὺς, δίδωσι τροφὰς ἐτησίους τοῖς βλασφήμοις, τοῖς ἀνοήτοις, τοῖς μιαροῖς, τοῖς διώκταις, οὐ μίαν ἡμέραν οὐδὲ δευτέραν οὐδὲ τρίτην, ἀλλὰ πάντα τὸν βίον. Τοῦτον μίμησαι καὶ σὺ, τοῦτον ζήλωσον κατὰ δύναμιν ἀνθρωπίνην. Οὐ δύνασαι τὸν ἥλιον ἀνατεῖλαι; μὴ κακηγορήσῃς. Οὐ δύνασαι ὑετὸν δοῦναι; μὴ λοιδορήσῃς. Οὐ δύνασαι θρέψαι; μὴ παροινήσῃς. Ἀρκεῖ ταῦτα παρὰ σοῦ δῶρα· παρὰ τοῦ Θεοῦ δι' 62.534 ἔργων γίνεται εἰς τοὺς ἐχθροὺς ἡ εὐεργεσία· σὺ κἂν διὰ λόγων ποίησον, ὑπέρευξαι τοῦ ἐχθροῦ· οὕτως ἔσῃ ὅμοιος τῷ